στερίσκεται. Βάρδαν τὸν Βόϊλαν ἀπέκειραν μοναχόν, τοῦ βασι λέως οἰκτείραντος φίλον τυγχάνοντα. 15. Τοῦ δὲ πατρικίου τοῦ ἐπονομαζομένου Μωρολέοντος Ἀδριανούπολιν στρατηγοῦντος, κρατίστου πολλὰ καὶ δεξιοῦ τυγ χάνοντος, ὃς πλείστας κατὰ Βουλγάρων ἀνδραγαθίας ἐπεδείξατο, καὶ πάλιν ὁ Βούλγαρος Συμεὼν σὺν παντὶ τῷ στρατεύματι αὐτοῦ τὴν εἰρημένην πόλιν περιεκύκλωσαν. ἐπεὶ δὲ ὅ τε σῖτος τοὺς ἐν τῇ πόλει ἐπιλελοίπει καὶ λιμὸς ἐπίεζε χαλεπός οὐδαμόθεν γὰρ εἶχεν ἐπισιτίσασθαι, τῇ ἐνδείᾳ πιεζόμενοι προδεδώκασιν ἑαυτούς τε καὶ τὸν στρατηγὸν τοῖς Βουλγάροις· ὃν χειρωσάμενος Συμεὼν καὶ δεσμὰ καθ' ὅλου τοῦ σώματος περιβαλών, καὶ μυρίαις αἰκίαις τοῦτον τιμωρησάμενος, τελευταῖον ἀπέκτεινε θανάτῳ πικρῷ, ἀξίῳ τῆς ἑαυτοῦ ἀπηνεστάτης καὶ ὠμοτάτης ψυχῆς. Βουλγάροις οὖν τὴν τῆς πόλεως φυλακὴν παραδοὺς ὑπεχώρησεν· οἳ τὴν κατ' αὐ τῶν τοῦ Ῥωμαίων στρατοῦ ἔφοδον ἀκηκοότες, ταύτην καταλελοι πότες ἀπῆλθον, καὶ πάλιν ὑπὸ Ῥωμαίους αὐτὴ ἐγένετο. 16. Λέοντος δὲ τοῦ Τριπολίτου μετὰ δυνάμεως πολλῆς καὶ πλοίων πολεμικῶν κατὰ Ῥωμαίων ἐξελθόντος καὶ ἐν τῇ νήσῳ Λήμνῳ καταλαβόντος, Ἰωάννης πατρίκιος καὶ δρουγγάριος τοῦ πλωΐμου, ὁ Ῥαδινὸς κατονομαζόμενος, αἰφνιδίως ἐπέθετο αὐτῷ καὶ τὴν νῆσον κατέλαβεν· καὶ πολέμου γεγονότος, θεοῦ συνεργίᾳ 898 οἱ ὑπ' αὐτὸν τρέπονται Ἀγαρηνοί, μόνος δὲ ὁ Τριπολίτης φυγῇ διασώζεται. 17. Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος βʹ, Συμεὼν δὲ ὁ ἄρχων Βουλγαρίας πανστρατὶ κατὰ Κωνσταντινουπόλεως ἐκστρα τεύει, καὶ ληΐζεται μὲν Θρᾴκην τε καὶ Μακεδονίαν, ἐμπυρίζει δὲ πάντα καὶ καταστρέφει καὶ δενδροτομεῖ. μέχρι Βλαχερνῶν παρα γενόμενος ἐπεζήτησεν αὐτῷ ἀποσταλῆναι τὸν πατριάρχην Νικό λαον καί τινας τῶν μεγιστάνων ὥστε περὶ εἰρήνης αὐτοῖς συντυ χεῖν. ἔλαβον οὖν ὁμήρους παρ' ἀλλήλων ἀμφότεροι, καὶ ἐξῆλ θον πρότερον μὲν ὁ πατριάρχης, εἶτα Μιχαὴλ πατρίκιος ὁ προσ αγορευόμενος Στυπιώτης, καὶ Ἰωάννης μυστικός τε καὶ παραδυ ναστεύων· ἤδη γὰρ Ἰωάννης ὁ ῥαίκτωρ διαβληθεὶς πρὸς τὸν βα σιλέα, ἀσθένειαν προφασισάμενος τοῦ παλατίου κατεληλύθει καὶ ἐν τῇ αὐτοῦ μονῇ πλησίον Γαλακρηνῶν ἀπεκάρη. 18 οἱ μὲν οὖν μετὰ Συμεὼν περὶ εἰρήνης διελέγοντο, ὁ δὲ αὐτοὺς ἀπεπέμ ψατο, αὐτὸν δὲ τὸν βασιλέα Ῥωμανὸν ἐζήτει θεάσασθαι. παρὰ πολλῶν δὲ πεπληροφόρητο περί τε τῆς αὐτοῦ φρονήσεως καὶ ἀν δρίας καὶ τῆς συνέσεως. ὁ τοίνυν βασιλεὺς ἐπὶ τούτου σφόδρα ἠγαλλιάσατο· ἐπόθει γὰρ τὴν εἰρήνην καὶ τὸ στῆναι τὰς καθ' ἑκά στην ἐγγινομένας τῶν αἱμάτων ἐκχύσεις. ἀποστείλας οὖν ἐν τῷ Κοσμιδίου αἰγιαλῷ κατεσκεύασεν ἐν τῇ θαλάσσῃ ὀχυρωτάτην ἀπό βασιν, ὥστε τὴν βασιλικὴν τριήρην διεκπλέουσαν ἐν αὐτῇ προσορ 899 μίζεσθαι. περιφράξας οὖν αὐτὴν πάντοθεν διατείχισμα μέσον γενέσθαι προσέταξεν, ἐν ᾧ ἀλλήλοις ἔμελλον ὁμιλεῖν. ἀποστείλας οὖν Συμεὼν τὸν τῆς ὑπεραγίας θεοτόκου ναὸν τὸν ἐν τῇ Πηγῇ ἐνέπρησεν καὶ τὰ πέριξ αὐτοῦ σύμπαντα, δῆλος ὢν ἐντεῦθεν μὴ τὴν εἰρήνην ἐθέλων ἀλλ' ἐλπίσι μετεώροις τοῦτον ἐξαπατῶν. 19 παραγενόμενος δὲ ἐν Βλαχέρναις ὁ βασιλεὺς ἅμα Νικολάῳ τῷ πατριάρχῃ ἐν τῇ ἁγίᾳ σορῷ εἰσῆλθε καὶ τὰς χεῖρας ἐξέτεινεν εἰς εὐχήν, εἶτα πρηνὴς πεσὼν τὸ ἅγιον ἔδαφος ἐκεῖνο τοῖς δάκρυσι κατέβρεχε, τὴν πανάχραντον θεοτόκον ἀντιβολῶν τὴν ἀκαμπῆ καὶ ἀμείλικτον τοῦ τυράννου καὶ ὑπερηφάνου Συμεὼν καρδίαν μαλά ξαι τὰ πρὸς εἰρήνην συνθέσθαι. τὸ ἅγιον οὖν κιβώτιον διανοί ξαντες ἔνθα τὸ σεπτὸν τῆς ὑπεραγίας θεοτόκου τεθησαύρισται ὠμοφόριον, καὶ τοῦτο ἐκεῖθεν ὁ βασιλεὺς ἀνελόμενος καὶ ὥσπερ τινὰ θώρακα ἀδιάρρηκτον περιβαλόμενος, καὶ τὴν πίστιν τὴν εἰς τὴν ἄμωμον θεοτόκον οἷα περικεφαλαίαν τινὰ περιθέμενος, ἔξεισι τοῦ ναοῦ ὅπλοις ἀσφαλέσι περιφραξάμενος. τὸν σὺν αὐτῷ οὖν στόλον ἀσπίσι τε καὶ ὅπλοις ἀσφαλέσι κατακοσμήσας τὸν ὡρισμέ νον τόπον κατέλαβε συνομιλῆσαι τῷ Συμεών. 20 πέμπτη οὖν ἡμέρα ἦν ὅτε ταῦτα ἐγένετο, ιθʹ τοῦ Νοεμβρίου μηνός, δʹ δὲ τῆς ἡμέρας ὥρα. παρεγένετο Συμεὼν πλῆθος ἄπειρον ἐπαγόμενος, εἰς πολλὰς διῃρημένον παρατάξεις, τῶν μὲν χρυσασπίδων καὶ χρυσοδοράτων, τῶν δὲ