ἐγύμναζε δι' αὐτοῦ καὶ τὰ στρατιωτικὰ ἐξεπαίδευεν. Ὁπηνίκα δὲ καὶ διιππεύειν ἀσφαλῶς ἤδη δύναιντο καὶ τὰ ὅπλα φέρειν ἱκανῶς καὶ εὐφυῶς ἐδόκει γεγυμνάσθαι κατὰ τὸ ἔξωθεν, ἐδόκει γυμνάζειν τούτων καὶ τὰς ψυχάς. Ὁπλίζεσθαι γοῦν αὐτοὺς παρασκευάζων περιῄρει μὲν τῶν δοράτων τὰ ξίφη, κατὰ ἴλας δὲ αὐτοὺς διαιρῶν κατὰ πρόσωπον ἵστα ἀλλήλους, εἶτα ἐκέλευε σφοδρᾷ τῇ ῥύμῃ τοὺς ἵππους ἐλαύνοντας χωρεῖν κατ' ἀλλήλων καὶ παίειν, ὡς οἷόν τε, τοῖς δόρασιν καὶ οὕτω τοὺς τολμηρότερον πρὸς τὸ ἔργον χωροῦντας τοῖς πρώτοις κατέλεγε. Τοὺς γοῦν πολλάκις ἐν τῇ κατ' ἀλλήλων συμπλοκῇ ἀρίστους ἀναφανέντας Ἀθανάτους ὠνόμασε καὶ οὕτως ξυνέβη πάντας τοὺς τὴν συλλεγεῖσαν ἀναπληροῦντας φάλαγγα Ἀθανάτους ὀνομασθῆναι. 4.5 Τούτους ὁ Κομνηνὸς παραλαβὼν Ἀλέξιος ξὺν τοῖς ἄλλοις ἀπελθὼν ἐστρατοπέδευσε παρὰ ποταμὸν οὐκ οἶδ' ὅπως ἀρχῆθεν καλούμενον διὰ τὸ ἀμειφθῆναι τῶν ὀνομάτων τὰ πλεῖστα, τέως δ' οὖν ἐκ τῶν Θρᾳκικῶν ὀρῶν καταρρέοντα καὶ Ἁλμυρὸν παρὰ ἐγχωρίων καλούμενον· ἐν ᾧ καὶ φρούριον ἐπὶ λόφου ἵδρυται· Καλοβρύη τούτῳ τὸ ὄνομα. Ἐκεῖσε τοίνυν στρατοπεδεύσας, οὔτε τάφρον ὤρυξεν, οὔτε ἐπήξατο χάρακα· ἐβούλετο γὰρ αὐτοῦ μὴν πολεμίων ἐφοδεύειν ἔφοδον καὶ τὴν νίκην κλέπτειν, εἰ οἷόν τε, καὶ γὰρ ἔμελλε μετ' ὀλίγων μάχεσθαι πρὸς πολλοὺς στρατηγούς τε ἅμα γενναίους καὶ πολυπειροτάτους, ὧν καθάπερ ἀστέρων ἥλιος ἐξῆρχεν ὁ βασιλειῶν. ∆ιὰ τοῦτο ἐβούλετο τῷ πλήθει καὶ ταῖς δυνάμεσιν ἐλαττούμενος ὁ δομέστικος τῶν Σχολῶν μὴ τόλμῃ μόνον, ἀλλὰ καὶ μελέτῃ καὶ ἀγχινοίᾳ καταστρατηγῆσαι τῶν πολεμίων· σκοποὺς δὲ πέμπων ἐμάνθανε στρατοπεδεύειν τοὺς περὶ τὸν Βρυέννιον ἐν τοῖς κατὰ τοῦ Κηδόκτου πεδίοις. 4.6 Ὁ μὲν οὖν Βρυέννιος κατὰ τὸν ἐκεῖσε ναὸν τῆς τοῦ Θεοῦ Λόγου μητρὸς ἑσπέρας γενόμενος καὶ τὰ εἰκότα τελέσας, ἐπεὶ μεμαθήκει τοὺς ἀντιπάλους περὶ Καλοβρύην στρατοπεδεύεινκαὶ γὰρ τῶν μετὰ τοῦ Κομνηνοῦ Ἀλεξίου Τούρκων τινὲς νύκτωρ ἀπιόντες ἐπὶ τῷ τὸ τοῦ Βρυεννίου στράτευμα κατασκέψασθαι τοῖς σκοποῖς ἐμπεσόντες ἑάλωσαν καὶ ἀχθέντες πάντα ἀπήγγειλανἕωθεν ἀναστὰς ἐκέλευεν ἅπαν ὁπλοφορεῖν τὸ στράτευμα καὶ κατ' ἴλας τοῦτο συνέταττεν. Εἶχε δὲ αὐτῷ τὰ τῆς συντάξεως ὧδε. Τοῦ μὲν δεξιοῦ κέρως ὁ τούτου κατῆρχεν ὁμαίμων ὁ κουροπαλάτης Ἰωάννης, ὃν δομέστικον κατέστησε τῶν Σχολῶν. Συνεπλήρουν δὲ ταύτην τὴν φάλαγγα οἵ τε ἐξ Ἰταλίας παρὰ τοῦ Μανιάκη ἐκείνου κομισθέντες Φράγγοι καὶ τῶν ἐκ Θετταλίας ἱππέων συχνοί, ἔτι γε μὴν καὶ τῶν ἀπὸ τῶν ἑταιρειῶν λεγομένων μοῖρα οὐκ ἐλαχίστη, οὐκ ἐλάττους ὄντες οἱ πάντες τῶν πεντακισχιλίων. Τὸ μὲν οὖν δεξιὸν οὕτως ἐτέτακτο. Τοῦ δ' εὐωνύμου κέρως ἐξῆρχε μὲν ὁ Ταρχανειώτης Κατακαλών, ἀνὴρ καὶ βίῳ καὶ λόγῳ καὶ στρατηγικαῖς μελέταις κοσμούμενος, ἐπλήρουν δὲ ταύτην τὴν φάλαγγα αἱ τῶν Μακεδόνων τε καὶ Θρᾳκῶν ἶλαι ἐς τρισχιλίους ποσούμεναι. Τὸ δὲ μέσον τῆς φάλαγγος αὐτὸς ἐκεῖνος ὁ Βρυέννιος ἦγεν, ἐν ᾧ τό τε ἀρχοντικὸν ἐτάττετο ἅπαν καὶ Θρᾳκῶν τε καὶ Μακεδόνων καὶ τῆς ἵππου τῶν Θεσσαλῶν ὅσον ἐπίλεκτον. Ἔξωθεν δὲ τοῦ εὐωνύμου κέρως τὸ συμμαχικὸν Σκυθικὸν ἐτέτακτο προτρέχον ταύτης δυοῖν σταδίων διάστημα. Ἀλλ' οὕτω μὲν ἐκεῖνος τὸ στράτευμα ἔταξεν, ἐκτείνας εἰς μῆκος τὴν φάλαγγα καὶ παραγγείλας, ἐπὰν οἱ πολέμιοι φανεῖεν καὶ ἡ σάλπιγξ ἠχήσῃ τὸ ἐνυάλιον, πειρᾶσθαι τοὺς ἀμφὶ τὸ Σκυθικὸν ξὺν ἀλαλαγμῷ καὶ βοῇ κατὰ νώτου γενέσθαι τῶν πολεμίων. Ὁ μὲν οὕτω τοῖς ἡγεμόσι παρήγγειλεν. 4.7 Ὁ δὲ Κομνηνὸς Ἀλέξιος, μαθὼν διὰ τῶν σκοπῶν ἐγγίζειν ἤδη τοὺς πολεμίους, τὸ μὲν στράτευμα ἅπαν ἐν κοιλάσι κατέκρυψεν, αὐτὸς δὲ ἐπὶ λόφον ἀνελθὼν κατεσκόπει τὰ ἐκείνων. Ἰδὼν δὲ πλῆθος καὶ διανοησάμενος μήπως οἱ ὑπ' αὐτὸν τεταγμένοι πρὸ τοῦ προσβαλεῖν τού τους τοῖς πολεμίοις εἰς φυγὴν ἐξορμήσωσιν, ἐβουλεύσατο βουλὴν ἀρίστην ὁμοῦ καὶ συνετωτάτην, ὥστε μηδόλως καταφανεῖς γενέσθαι τῷ τούτου στρατεύματι τοὺς πολεμίους. Μάλιστα δ' ἐφόβει τοῦτον τὸ παρὰ γνώμην τοῦ βασιλέως μάχεσθαι τὴν ἡμέραν ἐκείνην· ἔφθη