περιβαλεῖν (εἴληφε γὰρ), ἀλλὰ <τῷ> «ἐν πᾶσι τοῖς συμβεβηκόσι» μηδὲν ἁμαρτεῖν αὐτὸν ἐνώπιον «τοῦ κυρίου» ἀλλὰ ἀναφανῆναι δίκαιον· τοῦ εἰπόντος· «μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κύριον; οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ, <τὰ δὲ> ἔργα αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς; ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει» καταισχυνθέντος, ὡς καὶ τότε καταψευσαμένου κατὰ τοῦ Ἰώβ· ὅστις τοσαῦτα παθὼν οὐχ, ὡς ἔλεγεν ὁ ἀντικείμενος, «εἰς πρόσωπον» εὐλογεῖ τὸν θεὸν ἀλλὰ καὶ παραδοθεὶς τῷ πειράζοντι ἐπιμένει εὐλογῶν τὸν κύριον, ἐπιτιμῶν τῇ γυναικὶ λεγούσῃ· «εἰπόν τι ῥῆμα πρὸς κύριον, καὶ τελεύ τα» καὶ ἐπιπλήσσων ἐν τῷ φάσκειν· «ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;» καὶ δεύτερον δὲ περὶ τοῦ Ἰὼβ «ὁ διάβολος εἶπε τῷ κυρίῳ· δέρμα ὑπὲρ δέρματος, ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει. οὐ μὴν δὲ ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.» νενικημένος δὲ ὑπὸ τοῦ τῆς ἀρετῆς ἀθλητοῦ ψευδὴς ἀποδείκνυται· καίτοι γὰρ τὰ χαλεπώ τατα πεπονθὼς ἐπέμεινε, μηδὲν ἁμαρτῶν «τοῖς χείλεσιν» ἐνώ πιον «τοῦ θεοῦ.» δύο δὲ παλαίσματα παλαίσας ὁ Ἰὼβ καὶ νικήσας τρίτον οὐκ ἀγωνίζεται τηλικοῦτον ἀγῶνα· ἔδει γὰρ τὴν περὶ τῶν τριῶν πάλην τηρηθῆναι τῷ σωτῆρι, ἥτις ἐν τοῖς τρισὶν εὐαγγελίοις ἀναγέγραπται, τὰ τρία νικήσαντος τοῦ κατὰ τὸν ἄνθρωπον σωτῆρος ἡμῶν νοουμένου τὸν ἐχθρόν. 30.3 ἵν' οὖν νοοῦντες αἰτῶμεν τὸν θεὸν τὸ μὴ εἰσελθεῖν «0εἰς πειρασμὸν20» καὶ τὸ 20ῥυσθῆναι «ἀπὸ τοῦ πονηροῦ20,» ἐπιμελέστερον ταῦτα ἐξετάσαντες καὶ παρ' ἑαυτοῖς ἐρευνήσαντες, ἄξιοι διὰ τοῦ ἀκούειν θεοῦ τοῦ ἀκούσεσθαι ὑπ' αὐτοῦ γινόμενοι, παρακαλῶμεν πει ραζόμενοι μὴ θανατοῦσθαι καὶ βαλλόμενοι ὑπὸ τῶν «0τοῦ πονηροῦ20» πεπυρωμένων βελῶν μὴ ἀνάπτεσθαι ὑπ' αὐτῶν. ἀνάπτονται δὲ ὑπ' αὐτῶν πάντες, ὧν κατά τινα τῶν δώδεκα «αἱ καρδίαι» «ὡς κλίβανος» ἐγενήθησαν· οὐκ ἀνάπτονται δὲ οἱ τῷ θυρεῷ «τῆς πίστεως» πάντα σβεννύντες τὰ ἐπιπεμπόμενα αὐτοῖς «πεπυρωμένα» ὑπὸ «0τοῦ πονη ροῦ20» «βέλη»· ἐπὰν ἔχωσιν ἐν ἑαυτοῖς ποταμοὺς «ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον,» τοὺς μὴ ἐῶντας ἰσχῦσαι τὸ «0τοῦ πονηροῦ20» ἀλλὰ εὐχερῶς αὐτὸ λύοντας τῷ κατακλυσμῷ τῶν ἐνθέων καὶ σωτηρίων λογισμῶν, ἐντυπουμένων ἀπὸ τῶν τῆς ἀληθείας θεωρημάτων τῇ τοῦ ἀσκοῦντος εἶναι πνευματικοῦ ψυχῇ. 31.1 ∆οκεῖ δέ μοι μετὰ ταῦτα οὐκ ἄτοπον εἶναι ὑπὲρ τοῦ πληρωθῆναι τὸ περὶ τῆς εὐχῆς πρόβλημα διαλαβεῖν εἰσαγωγικώτερον περὶ τῆς καταστάσεως καὶ τοῦ σχήματος, ὃ δεῖ ἔχειν τὸν εὐχόμενον, καὶ τόπου, οὗ εὔχεσθαι χρὴ, καὶ κλίματος, εἰς ὃ ἀφορᾶν δεῖ χωρὶς πάσης περιστάσεως, καὶ χρόνου εἰς εὐχὴν ἐπιτηδείου καὶ ἐξαιρέτου, καὶ εἴ τι τούτοις ἐστὶν ὅμοιον. καὶ τὸ μὲν τῆς καταστάσεως εἰς τὴν ψυχὴν ἐγκαταθετέον, τὸ δὲ τοῦ σχήματος εἰς τὸ σῶμα. φησὶ τοίνυν ὁ Παῦλος, ὡς ἐν τοῖς ἀνωτέρω ἐλέγομεν, τὴν κατάστασιν ὑπογράφων ἐν τῷ δεῖν «προσεύχεσθαι» «χωρὶς ὀργῆς καὶ διαλογισμοῦ,» τὸ δὲ σχῆμα ἐν τῷ «ἐπαίροντας ὁσίους χεῖρας»· ὅπερ εἰληφέναι μοι δοκεῖ ἀπὸ τῶν ψαλμῶν, οὕτως ἔχον· «ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπε ρινή»· περὶ δὲ τόπου· «βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ»· περὶ δὲ κλίματος ἐν τῇ Σοφίᾳ Σολομῶντος· «ὅπως γνωστὸν ᾖ ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίαν σου καὶ πρὸ ἀνατολῆς φωτὸς ἐντυγχάνειν σοι.» 31.2 δοκεῖ τοίνυν μοι τὸν μέλλοντα ἥκειν ἐπὶ τὴν εὐχὴν, ὀλίγον ὑποστάντα καὶ ἑαυτὸν εὐτρεπίσαντα, ἐπιστρεφέστερον καὶ εὐτονώ τερον πρὸς τὸ ὅλον γενέσθαι τῆς εὐχῆς· πάντα πειρασμὸν καὶ λο γισμῶν ταραχὴν ἀποβεβληκότα ἑαυτόν τε ὑπομνήσαντα κατὰ τὸ δυ νατὸν τοῦ μεγέθους, ᾧ προσέρχεται, καὶ ὅτι ἀσεβές ἐστι τούτῳ χαῦνον καὶ ἀνειμένον προσελθεῖν καὶ ὡσπερεὶ καταφρονοῦντα, ἀπο θέμενον πάντα τὰ ἀλλότρια, οὕτως ἥκειν ἐπὶ τὸ