τὸν τῶν ψυχῶν ἰατρὸν καὶ ἐπαοιδὸν παροξύναντες καὶ μεταστήσαντες τοῦ τῆς σωτηρίας ἐργαστηρίου 105 τὸν ὑποφήτην τούτου, τοῖς τῶν σωμάτων ἰατροῖς εἰς αἰκισμὸν παρεδίδοντο, ὀδύνην μὲν ἐπιχορηγούντων τοῖς νομιζομένοις φαρ μάκοις, σωτηρίαν δ' οὐκ ἐμποιούντων. τίς γὰρ ἰάσεται τὸν ὑπὸ Θεοῦ τιμωρούμενον; -ὡς ὁ προφήτης λέγει· "Μὴ ἰατροὶ ἀνα στήσουσι καὶ ἐξομολογήσονταί σοι;" οὕτως ἀπώλλυντο πάντες οἱ ἀντιπράττοντες τῇ εἰρήνῃ τῆς ἐκκλησίας σου, Κύριε). λέγεται δὲ τὸ μνῆμα τοῦ μονάζοντος Ἀμμωνίου νόσους τὰς περὶ ῥῖγος ἐλαύνειν· τέθαπται δὲ ἐν τῷ μαρτυρίῳ τῶν Ἀποστόλων πέραν θαλάσσης. ὁ δὲ ἐπίσκοπος ∆ιόσκορος-ὥς φασιν-εὐξάμενος πλεῖστα ἢ εἰρήνην ἰδεῖν τῶν ἐκκλησιῶν ἢ τέλος τὸ ἑαυτοῦ, κατηξιώθη τοῦ τέλους, ἐπειδὴ οὐκ ἦν ἄξιος ὁ κόσμος τῆς εἰρήνης, ταφεὶς ἐν τῷ πρὸ τῆς πύλης μαρτυρίῳ, ὡς τὰς πλείστας τῶν γυναικῶν καταλειψάσας τῆς μάρτυρος τοὺς ὅρκους, κατὰ τῶν εὐχῶν ∆ιοσκόρου ὀμνύειν. περὶ δὲ τῶν λοιπῶν ἀσκητῶν πολύς μοι λόγος καταναλίσκεται εἰς τὸ διηγήσασθαι, ἴσως ἐπειγομένου σου, φερώνυμε ἄνθρωπε. {Ο ∆ΙΑΚ.} Καὶ τίς οὕτω τρισάθλιος τοῖς τῆς ἀρετῆς διηγήμασι μὴ διδοὺς χώραν; λέγε τοίνυν, παρακαλῶ, καὶ οἱῳδήποτε λόγῳ εὐλόγῳ ἀπάγαγέ μου τὸν νοῦν τῶν βιωτικῶν νοημάτων. {Ο ΕΠΙΣΚ.} Ἔστι τοίνυν ἕτερος Ἱέραξ, Ἑλληνικῷ μὲν καλούμενος ὀνόματι, πνευματικοῖς δὲ κεκοσμημένος τρόποις· ὃς τὰ μὲν πρῶτα ἔξω πάσης Αἰγύπτου καὶ Θηβαΐδος ἐν τῷ Πορφυρίτῃ ὄρει μόνος ἀναχωρήσας, ἄνευ πνοῆς ἀνθρωπίνης, τέσσαρα ἐκαρ τέρησεν ἔτη, μόναις ταῖς ἀρεταῖς ἀρκούμενος εἰς παράκλησιν· ἔπειτα δὲ τῇ τῆς Νιτρίας ἐρήμῳ εἴκοσι πέντε ἔτη ἅμα τοῖς προειρημένοις πατράσιν. τούτῳ "δαίμονες" ἐπιστάντες (ὡς αὐτὸς ἡμῖν διηγήσατο), πολυχρόνιον ζωὴν ὑποβάλλοντες, ἀπὸ "τῆς προκειμένης ἐλπίδος" σαλεύειν ἐσπούδαζον, "μετασχημα τισθέντες εἰς ἀγγέλους φωτός"· "Πεντήκοντα ἔτη," λέγοντες, 106 "ἔχεις ζῆσαι. πῶς καρτερήσεις ἐν τῇ ἐρήμῳ;" ὁ δὲ τῇ συνέσει διὰ τῆς πίστεως ἀνθυποφέρει, φήσας· "Ἐλυπήσατέ με, ἐλάτ τονα τῆς προθέσεως τὸν χρόνον εἰπόντες· διακοσίων γὰρ ἐτῶν παρασκευὴν ἐποιησάμην ἐν τῇ ἐρήμῳ." οἱ δὲ ἀκούσαντες ᾤχοντο ὀλολύζοντες. καὶ τοῦτον τὸν τοιοῦτον, ὃν οἱ δαίμονες οὐκ ἐσά λευσαν, πολυμήκη χρόνον εἰς ἀκηδίαν σοφισάμενοι, ὁ πάπας Θεόφιλος διὰ προστάγματος αὐτὸν μετανέστησεν καὶ εἰς τοσ αύτην περιέστησεν ἀνάγκην, ὡς καὶ στρατόπεδον καταλαβεῖν· ὃς νῦν μετὰ τὴν κοίμησιν Ἀμμωνίου τὴν πανέρημον πάλιν κατεί ληφεν, τὴν τοῦ ἀρότρου παραβολὴν φοβηθείς. ἄλλος πάλιν πρεσβύτερος Ἰσαὰκ λεγόμενος, μαθητὴς Μακαρίου τοῦ μαθη τοῦ Ἀντωνίου, φιλέρημος εἰσάγαν, πεντηκοστὸν ἔτος ἄγων κατὰ διάνοιαν σώζων τὴν πᾶσαν Γραφήν, κεράστας ὄφεις ἐν ταῖς χερσὶν ἀκινδύνως βαστάζων, παρθένος ἐκ μήτρας, ἑπταετὴς καταλαβὼν τὴν ἔρημον, μετὰ τεσσαράκοντα ἔτη σὺν τοῖς προει ρημένοις παρὰ τοῦ πάπα Θεοφίλου ἐσινιάζετο. ἕτερος Ἰσαὰκ πρεσβύτερος καὶ αὐτὸς μαθητὴς καὶ διάδοχος Κρονίου τοῦ πρεσβυτέρου, μαθητοῦ καὶ αὐτοῦ Ἀντωνίου, γνωστικὸς καὶ αὐτὸς ἐν Γραφαῖς ὑπερβαλλόντως, φιλόξενος εἰ καί τις ἄλλος, ὡς δι' ὑπερβολὴν φιλανθρωπίας ξενοδοχεῖον κατασκευάσαι ἐν τῇ πανερήμῳ εἰς ἀνάψυξιν καὶ τῶν ἀῤῥωστούντων μοναχῶν καὶ τῶν ἐπιχωριαζόντων ξένων θέας ἕνεκεν τῶν μακαρίων πατέρων- (φασὶ δέ) ὀργῆς ἀλλότριος, τριακοστὸν ἔτος ἄγων ἐν τῇ ἀναχωρήσει, σὺν τούτοις ἐκακουχεῖτο. τούτων ὁ μὲν πρό τερος Ἰσαὰκ ἑκατὸν πεντήκοντα εἶχεν ὑφ' ἑαυτὸν ἀσκητάς· οὗ καὶ μαθητὰς ἐπισκόπους κατέστησεν ὁ Θεόφιλος ἕως ἑπτὰ ἢ ὀκτώ, ἡνίκα Θεόφιλος ἦν· ὁ δ' ἕτερος διακοσίους δέκα, οὗ καὶ αὐτοῦ πολλοὶ ἐν ἐπισκόποις μαθηταὶ κατηριθμήθησαν. οὗτοί εἰσι, περὶ ὧν τρίτην ἡμέραν διηγησάμεθα, Ἰσιδώρου χάριν τοῦ 107 πρεσβυτέρου τῆς ἐρήμου ἠλάσθαι παρὰ Θεοφίλου τοῦ πάπα. οὗτοί εἰσιν, οὓς παρεῖδον ἱερεῖς καὶ Λευῗται, καὶ εἰς αἰσχύνην ἀνδρῶν ἀνδρεία γυνὴ ὑπεδέξατο καὶ εἰς κρῖμα ἐπισκόπων διά κονος θήλεια ἐξένισεν, ἧς ὁ ἔπαινος ἐν ταῖς ἐκκλησίαις ἐμπολι τεύεται πολλῶν ἕνεκεν, τὸν Σαμαρείτην ἐκεῖνον, ὅστις ποτέ ἐστι,