45
χειρῶν καρπουμένους". Ταῦτα καὶ τὰ τοιαῦτα λέγων, ἐπὶ τὴν ἐργασίαν προέτρεπε, τὰς μὲν πανταχοῦ νενομισμένας θείας λειτουργίας ἐπιτελῶν εἰς καιρόν, τὸν δὲ μεταξὺ χρόνον ἀπονέμων τῇ ἐργασίᾳ. 10.4 Οὐχ ἥκιστα δὲ τῆς τῶν ξένων θεραπείας ἐπεμελεῖτο, ἀνδράσι πρᾳότητί τε καὶ φρονήματος μετριότητι κεκο σμημένοις καὶ τὴν περὶ τὸν πέλας κεκτημένοις ἀγάπην ταύτην ἐγχειρίσας τὴν πρόνοιαν. Ἐπεσκόπει δὲ αὐτὸς ἅπαντα διερευνώμενος εἰ κατὰ τοὺς κειμένους ἕκαστον ἐπιτελοῖτο νόμους. Οὕτω δὲ πολυθρύλητος ἐντεῦθεν ἐγένετο ὡς τοὺς ναυτιλ λομένους καὶ πλείονας ἢ χιλίους ἀφεστῶτας σταδίους, τὸν Θεοδοσίου καλεῖν ἐν τοῖς κινδύνοις θεὸν καὶ τῇ Θεοδοσίου προσηγορίᾳ κατακοιμίζειν τῆς θαλάττης τὴν ζάλην. 10.5 Τοῦτον ᾐδέσθησαν καὶ πολέμιοι θρασεῖς καὶ ἀνήμεροι οἱ τῆς ἕω τὸ πλεῖστον ληϊσάμενοί τε καὶ ἐξανδραποδισάμενοι. Τίς γὰρ τῶν τὴν καθ' ἡμᾶς οἰκουμένην οἰκούντων ἀνήκοος τῶν κατ' ἐκεῖνον τὸν καιρὸν συμβεβηκότων κακῶν ὑπὸ τῶν πάλαι μὲν Σολύμων, νῦν δὲ Ἰσαύρων ὀνομαζομένων; Ἀλλ' ὅμως μὴ πόλεως, μὴ κώμης ἐκεῖνοι φεισάμενοι, ἀλλὰ πάσας ὅσας ἑλεῖν ἠδυνήθησαν ληϊσάμενοι καὶ πυρὶ παραδόντες, ἐκείνην τὴν φιλοσοφίαν ᾐδέσθησαν καὶ ἄρτους μόνους αἰτήσαντες καὶ εὐχὰς ἐπαγγείλαντες, ἀλώβητον τὸ ἀσκητικὸν ἐκεῖνο κατέλιπον καταγώγιον καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς πεποιήκασιν. 10.6 ∆είσαντες δ' ὅμως τῶν ἐκκλησιῶν οἱ προέδροι μὴ χρημάτων ἔρωτα τοῖς βαρβάροις ἐκείνοις ἐμβαλὼν ὁ διά βολος δοριάλωτον γενέσθαι παρασκευάσῃ τὸν μέγαν ἐκεῖνον φωστῆρα-καὶ γὰρ ἦν εἰκὸς λύτρα πάμπολλα πανταχόθεν ὑπὲρ αὐτοῦ παρὰ πάντων τῶν τὰ θεῖα τιμώντων πεμφθή σεσθαι αὐτοῖς-, παρακαλέσαντες πείθουσι τὴν Ἀντιόχου καταλαβεῖν. Ἤδη γὰρ δύο τῶν ἐκκλησιῶν προέδρους αἰχμαλώτους εἰλήφασι καὶ θεραπείας μὲν ἁπάσης ἠξίωσαν· τετρακισχιλίους δὲ καὶ μυρίους ὑπὲρ ἀμφοτέρων δεξάμενοι χρυσοῦς, οὕτως ἐπέτρεψαν ἐπανελθεῖν ὅποι βούλοιντο. Ἐπειδὴ δὲ εἰς τὴν Ἀντιόχου ἀφίκετο, ᾤκησε μὲν καταγώγιον τῷ ποταμῷ παρακείμενον, πάντας δὲ πρὸς ἑαυτὸν εἵλκυσε τοὺς τὰ τοιαῦτα τρυγᾶν ἐπισταμένους. 10.7 Ὑπὸ δὲ τῆς τοῦ λόγου ῥύμης ἑλκόμενος, παρῆκα διηγήσασθαι θαῦμα ὑπὸ τοῦ θεσπεσίου τούτου γενόμενον, ὃ τάχα τοῖς πολλοῖς καὶ ἄπιστον εἶναι δόξει, διαμένει μέντοι μέχρι καὶ νῦν μαρτυροῦν τῷ λόγῳ καὶ δεικνῦον οἵας ἔτυχεν ὁ θαυμάσιος οὗτος ἀνὴρ παρὰ τῷ θεῷ χάριτός τε καὶ παρρησίας. Κρημνώδης τις πέτρα ὑπέρκειται τοῦ φροντιστηρίου οὗπερ αὐτὸς ἐδείματο· ἄνικμος δὲ καὶ ξηρὰ παντελῶς ὑπῆρχε τὸ πρότερον. Ἐν ταύτῃ ὑδραγώγιον ἐποίησεν ἀπὸ τῆς κορυφῆς ἐπὶ τὸ μοναστήριον φερόμενον ὥσπερ ὑπὸ χεῖρα ἔχων τῶν ὑδάτων τὴν φοράν. Πεποιθήσεως δὲ γέμων εἰς θεὸν καὶ θαρρῶν, ὡς εἰκός, εὐμενῆ τὸν δεσπότην κεκτη μένος καὶ πίστιν ἔχων ἀδίστακτον, νυκτὸς διεγερθεὶς ἄνεισιν ἐπὶ τὴν ἄκραν τοῦ ὑδραγωγοῦ πρὶν τοὺς θιασώτας ἐπὶ τὰς συνήθεις εὐχὰς διαναστῆναι καὶ διὰ προσευχῆς τὸν θεὸν ἱκετεύσας, θαρρῶν τῷ ποιοῦντι τὸ θέλημα τῶν φοβουμένων αὐτὸν τῇ ῥάβδῳ ἐν ᾗ σκηρι πτόμενος ἐτύγχανεν, ἔτυψε τὴν πέτραν· ἡ δὲ ῥαγεῖσα ὕδωρ ποτα μηδὸν ἀνέβλυσε· καὶ εἴσω τοῦ μοναστηρίου διὰ τοῦ ὑδραγωγοῦ γενόμενον καὶ εἰς πᾶσαν χρείαν πλουσίως χορηγοῦν, εἰς τὴν παρα κειμένην θάλατταν ἐκκρίνεται καὶ δείκνυται μέχρι δεῦρο τοῦ μεγάλου Θεοδοσίου ἡ μωσαϊκὴ χάρις ἐνεργοῦσα. Ἀπόχρη δὲ καὶ τοῦτο μόνον δεῖξαι τοῦ ἀνδρὸς τὴν πρὸς τὸν θεὸν παρρησίαν. 10.8 Ὀλίγον δὲ ἐπιβιώσας χρόνον πρὸς τὴν ἀγγελικὴν μετέστη χορείαν. ∆ιὰ δὲ μέσου τοῦ ἄστεως τὸ σῶμα τὸ ἱερὸν ἐφέρετο οἷόν τισι στεφάνοις χρυσοῖς τῷ σιδήρῳ