Ἰουδαίων αὐτῷ γεγενημένα. Μέχρι μὲν τοῦ παρόντος στίχου περὶ πάσης τῆς καθολικῆς Ἐκκλησίας εἰρηκέναι τὸν προφήτην ὑποληπτέον, ὡς ἑκάστῳ τῶν σπουδαίων ἁρμόττειν μᾶλλον ἢ τῷ Κυ ριακῷ ἀνθρώπῳ. Οὐ γὰρ, ὥς τινες ὑπειλήφασι, περὶ αὐτοῦ καὶ μόνου φάσκει τὰ εἰρημένα· οὐ γὰρ ἔφησε μετὰ τοῦ ἄρθρου· Μακάριος ὁ συνιὼν ἐπὶ τὸν πτωχὸν καὶ πένητα. Τοῦτο δὲ χωρὶς ἄρθρου λεγό μενον τὸν τινὰ σημαίνει καὶ μερικόν. Μετὰ δὲ ταῦ τα μέτεισιν ἀπὸ τῶν ἄλλων τῆς Ἐκκλησίας μελῶν ἐπ' αὐτὸν ἐκεῖνον τὸν Κύριον δηλονότι Χριστὸν, ὅστις δὴ καί φησιν· Οἱ ἐχθροί μου, καὶ τὰ ἑξῆς. Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος γάρ. Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει. Ταῦτα περὶ τοῦ Ἰούδα φησίν. Ὃ δὲ λέγει τοιοῦτόνἐστιν· Ἐσχηκὼς εἴσοδον πρός με, διὰ τὸ τετάχθαι ἐν μαθηταῖς, δίγλωσσος καὶ πολυπράγμων ἦν· ἐλά λει γὰρ μάτην, τουτέστιν οὐκ ἀληθὴς ἦν. Ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ. Ἐκεκρίκει, φησὶ, παραδοῦναι τοῖς φθονοῦσιν ἐμέ. Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό· τὸ, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου. Τὰ κατ' αὐτοῦ τῶν Ἰουδαίων σκώμματα, τὰς κατ' αὐ τοῦ τῶν Ἰουδαίων συσκευὰς σημαίνει, καὶ τὰ λελη θότα σκέμματα, τοὺς ἀρχιερεῖς τοὺς συμφωνοῦντας πρὸς τὸν Ἰούδαν λέγων, οἵτινες ἐψιθύριζον, τὰ περὶ τοῦ Ἰησοῦ σύμφωνα πρὸς τὸν Ἰούδαν τιθέμενοι. Ἐψιθύριζον· οὐδὲ γὰρ ἐτόλμων φανερῶς ταῦτα τὸ πλῆθος εὐλαβούμενοι τίθεσθαι. Λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ. Τὸ, Ἆραι, ἆραι, σταύρωσον αὐτόν. Οὗτος δὲ ὅτι παρά νομος ἦν, δῆλον ἐκ τοῦ εἰρημένου· Ἀθῶον καὶ δί καιον οὐκ ἀποκτενεῖς. Μὴ ὁ κοιμώμενος, οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; ∆ιαγελᾷ τῶν Ἰουδαίων τὰ σκέμματα ὡς οἰομένων διὰ τοῦ θανάτου θραύ ειν αὐτὸν ὡς ἕνα τῶν καθ' ἡμᾶς. Ὁ δέ φησι· Πῶς νομίζετε θανάτῳ περιβαλεῖν τὴν ζωήν; Ὕπνος γάρ 27.200 ἐστιν ἐμοὶ τὸ παθεῖν. Ἀναγκαίως δὲ λέγει τῇ κοι μήσει τὴν ἀνάστασιν ἕπεσθαι. Ἡ δὲ κοίμησίς ἐστιν ὁ θάνατος· ἀναγκαίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις. Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Ἐμπαιγμὸν, ἐπιβουλὴν, δόλον. Εἰρήνης ἄνθρωπον τὸν Ἰούδαν φησὶ, διὰ τὸ δοκεῖν ἐν τοῖς εὐνοοῦσιν αὐτῷ τετάχθαι καὶ φίλοις· τόγε ἥκων εἰς τὸ εἶναι μαθητήν. Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. Ἀνθρωπίνως μᾶλλον διὰ τὴν κένωσιν πρὸς τὸν ἑαυτοῦ Πατέρα ποιεῖται τὸν λόγον, καίτοι αὐτὸς ὢν τὸ ἔλεος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ ἀνάστασις καὶ ἡ ζωή. Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκάς με. Λαλεῖ πά λιν ὡς ἄνθρωπος, ἵνα ἑαυτὸν παραθῇ τῷ Θεῷ καὶ Πατρί. Ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμέ. Εἰ μὲν ἐκ προσώπου τῆς ἀνθρωπότητος ταῦτα λέγει ὁ Χριστὸς, ἐχθρὸς ἂν νοηθείη ὁ τὸν θάνατον ἡμῖν κα τασκευάσας· εἰ δὲ ὡς ἐξ αὐτοῦ τοῦ Χριστοῦ, τῶν Ἰουδαίων τοὺς ἄρχοντάς φησιν. Ὅτι γὰρ λελύπηνται, δῆλον ἐκ τοῦ συκοφαντῆσαι αὐτοῦ τὴν ἀνάστα σιν. Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου. Ἡ πάντων ἀντίληψις ἀντιλήψεως τετυχηκέναι φησίν· οὐκ αὐτὸς ταύτης δεόμενος, καθ' ὃ νοεῖται Θεὸς, ἀλλὰ γενόμενος ἄνθρωπος, ὑπὲρ ἀνθρώπων ποιεῖται λό γους. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος. Σφραγίζει καὶ νῦν εἰς εὐχαριστίαν τὴν προκειμέ νην ᾠδήν. Ἀπὸ τοῦ παρόντος, φησὶν, εἰς τὸν μέλ λοντα· οὐκοῦν ἀπὸ μὲν τοῦ παρόντος ἡ εὐλογία παρ' ἡμῶν εἰς τὸν Θεὸν ἄρχεται, τελειοῦται δὲ ἐν τῷ μέλλοντι· ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν, ὅθεν καὶ ἐκ μέρους εὐλογοῦμεν· Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, φησὶν ὁ Παῦλος, τὸ ἐκ μέρους κατ αργηθήσεται. Τῇ γὰρ ἐπὶ τὸ μεῖζον προκοπῇ τὸ ἀπὸ μέρους παύεται. ∆ιὰ τοῦτο ὁ Ψαλμῳδὸς ἐπήγαγε, Γέ νοιτο, γένοιτο, καὶ διπλασιάζει τὴν εὐχήν. Μακάριον γὰρ ἐντεῦθεν τῆς εὐλογίας τῆς εἰς τὸν Θεὸν διὰ πίστεως καὶ τῆς τῶν ἄλλων ἀγαθῶν κατορθώσεως ἄρξασθαι, οὕτω τε αὐτὴν στεφανῶσαι εἰς τὸν αἰῶνα τὸν μέλ λοντα, ὡς οἵ γε ἀσεβεῖς καὶ ἄπιστοι
46