ὑποτέτακται αὐτῷ τὰ πάντα· δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, [καὶ τὰ ἑξῆς]· ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Κύριός ἐστι τῶν πάντων ὁ μονογενὴς Υἱός· Υἱὸς δὲ τοῦ Πατρὸς εὐπειθὴς, οὐχ ἁρπάσας τὸ κυριεύειν, ἀλλὰ παρ' αὐτοπροαιρέτου λαβὼν φυσικῶς. Οὔτε γὰρ ὁ Υἱὸς ἥρπασεν, οὔτε Πατὴρ ἐφθόνησε τῆς μεταδόσεως. Αὐτός ἐστιν ὁ λέγων· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Παρεδόθη μοι, οὐχ ὡς πρότερον μὴ ἔχοντι· καὶ τηρῶ καλῶς, οὐκ ἀποστερῶν τὸν παραδεδωκότα. 10.10 Κύριος τοίνυν ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ· Κύριος ὁ τεχθεὶς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, κατὰ τὸν εἰρηκότα τοῖς ποιμέσιν ἄγγελον· Εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ὅτι ἐτέχθη ὑμῖν Χριστὸς Κύριος σήμερον ἐν πόλει ∆αβίδ. Περὶ οὗ φησιν ἀλλαχοῦ τῶν ἀποστόλων τις· Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος. Ὅταν δὲ εἴπῃ τὸ, πάντων, μηδὲν ὑπεξέλῃς τῆς κυριότητος. Εἴτε γὰρ ἄγγελοι, εἴτε ἀρχάγγελοι· εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· εἴτε τι ὑπὸ τῶν ἀποστόλων ὀνομαζόμενον γενητὸν, πάντα ὑπὸ τὴν κυριότητα τοῦ Υἱοῦ τυγχάνει. Ἀγγέλων ἐστὶ Κύριος, καθὼς ἔχεις ἐν εὐαγγελίοις· ὅτι Τότε ἀπέστη ὁ διά βολος ἀπ' αὐτοῦ, καὶ οἱ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῶ. Οὐ γὰρ εἶπεν, ὅτι ἐβοήθουν αὐτῷ, ἀλλὰ, διηκόνουν αὐτῷ· ὅπερ ἐστὶ δουλικῶς. Μέλλοντος αὐτοῦ γεννᾶσθαι ἐκ παρθένου, ὑπηρέτει τότε ὁ Γαβριὴλ, οἰκεῖον ἀξίωμα λαβὼν τὴν ὑπηρεσίαν αὐτοῦ. Μέλλοντος αὐτοῦ πορεύεσθαι εἰς Αἴγυπτον, ἵνα καταλύσῃ τὰ χειροποίητα τῆς Αἰγύπτου· πάλιν ἄγγελος κατ' ὄναρ φαίνεται τῷ Ἰωσήφ. Σταυρωθέντος αὐτοῦ καὶ ἀναστάντος, ὁ ἄγγελος εὐηγγελίσατο, καὶ λέγει ταῖς γυναιξὶν ὡς καλὸς οἰκέτης· Πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἀνέστη, καὶ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἰδοὺ εἶπον ὑμῖν. Μονονουχὶ τοῦτο λέγων· οὐ παρέβην τὸ πρόσταγμα, μαρτύρομαι τὸ εἰρηκέναι ὑμῖν· ἵν' ἐὰν ἀμελήσητε, μὴ κατ' ἐμοῦ ᾖ τὰ τῆς μέμψεως, ἀλλὰ κατὰ τῶν ἀμελησάντων. Οὗτος τοίνυν ἐστὶν ὁ εἷς Κύριος Ἰησοῦς Χριστὸς, περὶ οὗ καὶ νῦν τὸ ἀνάγνωσμα λέγει· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ [πολλοὶ], εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, καὶ ἑξῆς· ἡμῖν δὲ εἷς ὁ Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ. 10.11 Ἰησοῦς δὲ Χριστὸς καλεῖται διώνυμος· Ἰησοῦς διὰ τὸ σώζειν, Χριστὸς διὰ τὸ ἱερατεύειν. Καὶ τοῦτο γινώσκων ὁ θεσπέσιος τῶν προφητῶν Μωϋσῆς, ἀνδράσι δυσὶ τοῖς πάντων ἐγκρίτοις τὰς δύο ταύτας προσηγορίας ἐχαρίσατο· τὸν μὲν οἰκεῖον τῆς ἀρχῆς διάδοχον Αὐσὴν, Ἰησοῦν μετονομάσας· τὸν δὲ οἰκεῖον ἀδελφὸν τὸν Ἀαρὼν, ἐπονομάσας Χριστὸν, ἵνα διὰ δύο ἀνθρώπων ἐγκρίτων, τὸ ἀρχιερατικὸν ἅμα καὶ βασιλικὸν τοῦ μέλλοντος ἑνὸς Ἰησοῦ Χριστοῦ παραστήσῃ. Ἀρχιερεὺς μὲν γάρ ἐστιν ὁ Χριστὸς κατὰ τὸν Ἀαρών· ἐπειδὴ οὐχ ἑαυτὸν ἐδόξασε γενέσθαι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν· Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Τύπον δὲ ἔφερεν αὐτοῦ ὁ τοῦ Ναυῆ Ἰησοῦς κατὰ πολλά. Ἀρξάμενος γὰρ ἄρχειν τοῦ λαοῦ, ἤρξατο ἀπὸ τοῦ Ἰορδάνου· ὅθεν καὶ ὁ Χριστὸς βαπτισθεὶς ἤρξατο εὐαγγελίζεσθαι. ∆ώδεκα δὲ διαιροῦντας τὴν κληρονομίαν καθίστησιν ὁ τοῦ Ναυῆ υἱός· καὶ δώδεκα τοὺς ἀποστόλους, κήρυκας τῆς ἀληθείας, εἰς πᾶσαν τὴν οἰκουμένην ἀποστέλλει ὁ Ἰησοῦς. Πιστεύσασαν Ῥαὰβ τὴν πόρνην ἔσωσεν ὁ τυπικός· ὁ δὲ ἀληθής φησιν· Ἰδοὺ οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἀλαλαγμῷ μόνον ἐπὶ τοῦ τυπικοῦ κατέπεσε τὰ τείχη τῆς Ἱεριχώ· καὶ διὰ τὸ εἰπεῖν τὸν Ἰησοῦν, Οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, πέπτωκεν ὁ ἀντικρὺς ἡμῶν τῶν Ἰουδαίων ναός· οὐχ ὅτι ἡ ἀπόφασις τοῦ πεσεῖν αἰτία, ἀλλ' ὅτι ἡ ἁμαρτία τῶν παρανόμων γέγονε τοῦ πεσεῖν αἰτία. 10.12 Εἷς ἐστι Κύριος Ἰησοῦς Χριστὸς, ὄνομα θαυμαστὸν ὑπὸ τῶν προφητῶν πλαγίως προαναφωνούμενον. Λέγει γὰρ Ἡσαΐας ὁ προφήτης· Ἰδοὺ ὁ Σωτήρ σοι παραγίνεται, ἔχων τὸν ἑαυτοῦ μισθόν. Σωτὴρ δὲ παρὰ Ἑβραίοις ὁ Ἰησοῦς ἑρμηνεύεται. Τὸ γὰρ κυριοκτόνον τῶν Ἰουδαίων προβλέπουσα ἡ προφητικὴ χάρις ἐκάλυψε τὴν