ζωοποιοῦσι κελευόμενα. Ὥσπερ δέ ἐστι φῶς διὰ θυρίδος εἰσερχόμενον, ὁ δὲ ἥλιος ὅλῃ τῇ οἰκουμένῃ τὰς ἀκτῖνας ἐπαφίησιν, οὕτως ἦσαν οἱ προφῆται τοῦ ἰδίου οἴκου μόνον φωστῆρες τοῦ Ἰσραήλ, οἱ δὲ ἀπόστολοι ἥλιοι ἦσαν ἐκλάμποντες τὰς ἀκτῖνας εἰς ὅλα τὰ μέρη τοῦ κόσμου. Ἔστιν οὖν γῆ ἐν ᾗ κατοικοῦσι τὰ τετράποδα, καὶ ἔστι γῆ ἐν τῷ ἀέρι, ἐν ᾗ περιπατοῦσι καὶ ζῶσι τὰ ὄρνεα, καὶ ταῦτα ἐὰν θελήσωσιν ἐν τῇ γῇ στῆναι ἢ περιπατῆσαι, ἔχουσι θηρευτὰς τοὺς κρατοῦντας αὐτά· καὶ ἔστι γῆ τῶν ἰχθύων, τὸ ὕδωρ τῆς θαλάσσης· καὶ ἕκαστον ἐν ᾧ τόπῳ ἐγεννήθη, καὶ γῇ καὶ ἀέρι, ἔχει ἐκεῖ τὴν διαγωγὴν καὶ τροφὴν καὶ ἀνάπαυσιν. οὕτως ἔστι γῆ καὶ πατρὶς σατανική, οὗ διάγουσι καὶ ἐμπεριπατοῦσι καὶ ἐπαναπαύονται αἱ δυνάμεις τοῦ σκότους καὶ τὰ πνεύματα τῆς πονηρίας, καὶ ἔστι γῆ φωτεινὴ τῆς θεότητος, ὅπου ἐμπεριπατοῦσι καὶ ἐπαναπαύονται αἱ παρεμβολαὶ τῶν ἀγγέλων καὶ τῶν ἁγίων πνευμάτων. καὶ οὔτε ἡ σκοτεινὴ γῆ τοῖς ὀφθαλμοῖς τούτοις ὁραθῆναι ἢ ψηλαφηθῆναι δύναται, οὔτε ἡ γῆ τῆς θεότητος ἡ φωτεινὴ ψηλαφᾶται ἢ ὁρᾶται τοῖς σαρκικοῖς ὀφθαλμοῖς. τοῖς δὲ πνευματικοῖς φαίνεται τῷ ὀφθαλμῷ τῆς καρδίας, καὶ ἡ σατανικὴ τοῦ σκότους καὶ ἡ φωτεινὴ τῆς θεότητος. Ὡς δὲ ὁ λόγος τῶν ἔξωθεν λέγει· ἔστιν ὄρη πύρινα (ὅτι ἐκεῖ πῦρ ἐστι), καὶ ἔστιν ἐκεῖ ζῷα ὅμοια τῶν προβάτων· λοιπὸν οἱ θηρεύοντες αὐτὰ ποιοῦσι σιδηροῦς τροχοὺς καὶ βάλλουσιν ἄγκιστρα καὶ πέμπουσιν εἰς τὸ πῦρ, ἐπειδὴ ἐκεῖνα τὰ ζῷα τὸ πῦρ ἔχει βρῶσιν, τὸ πῦρ ἔχει πόσιν, ἀνάπαυσιν, αὔξησιν, ζωήν, ἀντὶ πάντων τὸ πῦρ αὐτοῖς ἐστι· καὶ ἐὰν ἐξενέγκῃς αὐτὰ εἰς ἄλλον ἀέρα, ἀπόλλυνται· καὶ τὰ ἐνδύματα αὐτῶν ὅταν ῥυπωθῇ, εἰς τὸ ὕδωρ οὐ πλύνονται, ἀλλὰ εἰς τὸ πῦρ, καὶ γίνονται καθαρώτερα καὶ λευκότερα, οὕτως καὶ οἱ Χριστιανοὶ τὸ ἐπουράνιον πῦρ ἐκεῖνο ἔχουσι βρῶσιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀνάπαυσις, ἐκεῖνο καθαρίζει καὶ πλύνει καὶ ἁγιάζει αὐτῶν τὴν καρδίαν, ἐκεῖνο φέρει αὐτοὺς εἰς αὔξησιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀὴρ καὶ ζωή. εἰ δὲ ἐκεῖθεν ἐξέλθωσιν, ἀπόλλυνται ὑπὸ τῶν πονηρῶν πνευμάτων, ὥσπερ ἐκεῖ τὰ ζῷα ἐξερχόμενα ἀπὸ τοῦ πυρὸς ἀποθνῄσκει, ὥσπερ οἱ ἰχθύες ἀπὸ τῶν ὑδάτων· ὥσπερ τὰ τετράποδα ζῷα βαλλόμενα εἰς τὴν θάλασσαν πνίγεται, ὥσπερ τὰ πετεινὰ περιπατοῦντα εἰς τὴν γῆν κατέχεται ὑπὸ τῶν θηρευτῶν, οὕτως καὶ ἡ ψυχὴ ἡ μὴ μένουσα ἐν τῇ γῇ ἐκείνῃ συμπνίγεται καὶ ἀπόλλυται· καὶ ἐὰν μὴ ἔχῃ τὸ πῦρ ἐκεῖνο τὸ θεϊκὸν ἀντὶ βρώσεως καὶ πόσεως καὶ ἐνδυμάτων καὶ καθαρισμοῦ καρδίας καὶ ἁγιασμοῦ ψυχῆς, κατέχεται ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ διαφθείρεται. ἡμεῖς δὲ ζητήσωμεν, εἰ ἐσπάρημεν ἐν τῇ ἀοράτῳ γῇ ἐκείνῃ καὶ ἐφυτεύθημεν ἐν τῇ ἐπουρανίῳ ἀμπέλῳ. δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ. ἀμήν. ΟΜΙΛΙΑ ΙΕ. 1 Ὥσπερ ἀνήρ τις πλούσιος σφόδρα, βασιλεὺς ἔνδοξος, εἰ εὐδοκήσει ἐπὶ γυναικὶ πενιχρᾷ μηδὲν κεκτημένῃ εἰ μὴ μόνον τὸ ἴδιον αὐτῆς σῶμα, καὶ ταύτης ἐραστὴς γένηται καὶ βουληθῇ ἑαυτῷ νύμφην καὶ σύνοικον αὐτὴν ἀγαγέσθαι, κἀκείνη λοιπὸν πᾶσαν εὔνοιαν ἐνδείκνυται τῷ ἀνδρὶ καὶ τὴν πρὸς αὐτὸν ἀγάπην ἀποσῴζουσα, ἰδοὺ ἡ πενιχρὰ ἐκείνη καὶ ἐνδεὴς ἡ μηδὲν κεκτημένη πάντων δέσποινα τυγχάνει τῶν τοῦ ἀνδρὸς αὐτῆς ὑπαρχόντων. ἐὰν δέ τι παρὰ τὸ δέον καὶ ὀφειλόμενον πράξῃ καὶ μὴ ἁρμοζόντως ἀναστρέφηται ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς, τότε μετὰ ἀτιμίας καὶ ὕβρεως ἐκβάλλεται, τὰς δύο χεῖρας ἐπὶ τῆς κεφαλῆς θεῖσα, καθάπερ καὶ ἐν τῷ νόμῳ Μωσέως αἰνίττεται περὶ γυναικὸς ἀνυποτάκτου καὶ μὴ χρησιμευούσης τῷ αὐτῆς ἀνδρί. καὶ τότε λοιπὸν ὀδύνην καὶ πένθος μέγιστον κτᾶται, λογιζομένη ἐξ οἵου πλούτου ἐξέπεσε καὶ οἵας δόξης ἐκτὸς γέγονεν ἀτιμασθεῖσα διὰ τὴν ἀφροσύνην αὐτῆς. οὕτως καὶ ψυχή, ἣν ἂν μνηστεύσηται