γὰρ τῇ πρὸ ταύτης ἑσπέρᾳ γράμματα πεμφθῆναι αὐτῷ πρὸς τοῦ βασιλέως κελεύοντα μὴ πολεμεῖν, ἀλλὰ μένειν τὴν ἔλευσιν τῶν ἄρτι πεμφθέντων πρὸς τῶν Τούρκων συμμάχων. Μένειν μὲν οὐχ οἷόν τε ἦν μὴ συνάψαντα πόλεμον, τῶν πολεμίων εἰς χεῖρας ἤδη ἰόντων· ὑποχωρεῖν δὲ ἄνευ πολέμου ἀνάξιον ἔδοξεν αὐτῷ. Βεβούλευτο οὖν αὐτῷ ἢ νικᾶν ἢ θνῄσκειν μαχόμενον ἢ οὕτως ἀγεννῶς τε καὶ ἀνάνδρως παλινοστεῖν διὰ τὸν ἐκ βασιλέως φόβον. Κατασκοπήσας οὖν τὸν τόπον, ἐπεὶ εἶδε τὸ μὲν ἀναπεπταμένον, τὸ δὲ λόφους καὶ κοιλάδας ἔχον, ὥστε δύνασθαι τὸ μὲν τῆς Βρυεννίου φάλαγγος ἀποκρύπτεσθαι, τὸ δ' εἶναι καταφανές, τὸν στρατὸν ὁπλίσας καὶ διχῆ διελών, τῶν μὲν Ἀθανάτων καὶ Φράγγων αὐτὸς εἶχε τὴν ἡγεμονίαν, τῶν Χωματηνῶν δὲ καὶ τῶν Τούρκων τὸν Κατακαλὼν Κωνσταντῖνον ἡγεμόνα κατέστησε, κατέναντι τῆς Σκυθῶν φάλαγγος τάξας αὐτούς. 4.8 Ἐπεὶ γοῦν κατὰ τοὺς κοιλώδεις τόπους τὸ τοῦ Βρυεννίου γέγονε στράτευμα, καὶ τοὺς κατὰ δεξιὸν κέρας ταττομένους ὑπεδείκνυε καὶ χωρεῖν κατὰ τούτων σφοδρᾷ τῇ ῥύμῃ ἐκέλευε. Καταπηδήσαντες οὖν ὥσπερ ἀπὸ ἐνέδρας καὶ τῷ αἰφνιδίῳ τοὺς ἀντιπάλους καταπλήξαντες, μικροῦ δεῖν ἐκκλίνειν αὐτοὺς πρὸς φυγὴν παρεσκεύασαν, ἕως ὁ τούτων καθηγεμὼν ὁ Βρυέννιος Ἰωάννης τὸν ἀκινάκην σπασάμενος σὺν ὀλίγοις τὸν πρώτως ἐπιόντα τῶν Ἀθανάτων κατέβαλε καὶ ἄλλοι ἑτέρους καὶ τὴν φάλαγγα πᾶσαν συνέστησεν, ὥστε τοὺς ἀντιπάλους τρέψασθαι. Οἱ μὲν οὖν Ἀθάνατοι τοῦτον τὸν τρόπον πάντες ᾤχοντο· ὁ δὲ Κομνηνὸς Ἀλέξιος κατὰ νώτου τῶν πολεμίων γενόμενος καὶ δοκῶν ξυνέπεσθαί οἱ τὴν φάλαγγα τὴν ἰδίαν γενναίως τε ἠγωνίζετο καὶ τοὺς εἰς χεῖρας ἰόντας κατέβαλεν. Ἐπεὶ δὲ εἶδε τὴν ἑαυτοῦ φάλαγγα εἰς φυγὴν τραπεῖσαν, παρακαλέσας τοὺς ἑαυτοῦἦσαν γὰρ σὺν αὐτῷ τῶν ἰδίων τινὲς ἀγαθοὶ στρατιῶται εἰς ἓξ ποσούμενοιβουλὴν ἐβουλεύσατο τολμηράν, γενέσθαι κατὰ νώτου τοῦ Βρυεννίου καὶ ξυμμίσγοντας τοῖς τούτου ἠρέμα ἰέναι μέχρις αὐτῷ πλησιάσαιεν, ἐπειδὰν δ' ἐγγὺς τούτῳ γένοιντο, σπασάμενοι ξίφη αὐτὸν ἀνελεῖν· κἂν ξυμβαίη καὶ τούτοις σὺν ἐκείνῳ πεσεῖν, αἱρετώτερον εἶναι μᾶλλον αὐτῷ ἢ τὸ παρακούσαντα βασιλέως δίκας εἰσπραχθήσεσθαι τῆς παρακοῆς πρὸς ἐκείνου. Ἀπεῖρξε δὲ τοῦτον τοῦ τοιούτου βουλεύματος ὁ Θεόδοτος, οὗ πρόσθεν ὁ λόγος ἐμνήσθη, εἰπὼν τοῦτο μὲν εἶναι πρὸς τῷ παραβόλῳ καὶ εὔηθες, νυνὶ δὲ χρῆναι ἐξελθόντας τοῦ τῶν πολεμίων στρατεύματος ἀπιέναι πρὸς τοὺς ἰδίους, ἐπειδὰν δὲ τούτοις συμμίξειαν, εἰ βούλοιτο, λαβόντα κἀκείνων ὁπόσους δυνατοὺς κοινωνεῖν οὕτω χωρεῖν πρὸς τὸν κίνδυνον. Τὰ μὲν οὖν κατὰ τὸ δεξιὸν κέρας τοιοῦτον ἔσχε τὸ τέλος. 4.9 Κατὰ δὲ τὸ εὐώνυμον οἱ περὶ Κατακαλὼν τὸν Ταρχανειώτην Σκύθαι ἰδόντες Χωματηνοὺς εὐθὺς ἐξώρμησαν κατ' αὐτῶν ξὺν βοῇ πολλῇ καὶ ἀλαλαγμῷ καὶ θᾶττον ἢ λόγος τούτους τρεψάμενοι, τοῦ διώκειν παυσάμενοι, σὺν τάξει ὑπέστρεφον καὶ κατὰ τῶν τὴν οὐραγίαν τηρούντων τοῦ τοῦ Βρυεννίου στρατεύματος ἐξώρμων σὺν προθυμίᾳ πολλῇ καὶ ὅσον θητικὸν σκυλεύσαντες καὶ ἵππους καὶ λάφυρα λαβόντες ἀπῄεσαν οἴκαδε. Συγχύσεως δὲ ἐκ ταύτης τῆς αἰτίας γενομένης ταῖς τάξεσιν, ἅτε τῶν περὶ τὸ τοῦλδον Ῥωμαίοις καλούμενον εἰς αὐτὰς καταφευγόντων δέει τῷ τῶν Σκυθῶν καὶ τῶν σημείων ἀναμιχθέντων, ὁ Κομνηνὸς Ἀλέξιος τοῦτο κατιδώνἔτι γὰρ ἐντὸς διέτριβε τοῦ τοῦ Βρυεννίου στρατεύματοςκαλύψας τὸ πρόσωπον τῷ ἀπῃωρημένῳ θωρακιδίῳ τῇ κόρυθι, τῶν ἱπποκόμων ἕνα τοῦ Βρυεννίου καταβαλὼν ἵππον τινὰ τῶν βασιλικῶν ἐπισυρόμενον ἐκείνου τῇ ἁλουργῷ ἐφεστρίδι καὶ τοῖς χρυσοῖς φαλάροις κοσμούμενον αἱρῶν, ἔτι δὲ καὶ τὰς ἐξ ἔθους τοῖς βασιλεῦσι παρεπομένας ῥομφαίας, λάθρᾳ τοῦ στρατεύματος ἐξιών, ἐπειδὰν ἔξω φόβου παντὸς γέγονεν, ἐξέπεμπε τὸν ἵππον μετὰ κήρυκος βοῶντος μέγα ὡς ὁ Βρυέννιος πέπτωκε. Τοῦτο πολλοὺς τῶν φευγόντων μένειν ἔπειθε, τοὺς δὲ καὶ παλινοστεῖν· ξυνέβαινε γάρ, τῶν Σκυθῶν τῶν μελλόντων διώκειν οὕτω τοῖς περὶ Βρυέννιον ἐπιβουλευσάντων, μηδενὸς ὄντος τοῦ διώ κοντος, μὴ πόρρωθεν φυγεῖν τοὺς περὶ τὸν Κομνηνὸν Ἀλέξιον, ἀλλὰ πλησίον