εὔξασθαι, πρὸ τῶν χειρῶν ὡσπερεὶ τὴν ψυχὴν ἐκτείναντα καὶ πρὸ τῶν ὀφθαλμῶν τὸν νοῦν πρὸς τὸν θεὸν ἐντείναντα καὶ πρὸ τοῦ στῆναι διεγείραντα χα μόθεν τὸ ἡγεμονικὸν καὶ στήσαντα αὐτὸ πρὸς τὸν τῶν ὅλων κύ ριον, πᾶσαν μνησικακίαν τὴν πρός τινα τῶν ἠδικηκέναι δοκούντων ἐπὶ τοσοῦτον ἀποθέμενον, ὅσον τις καὶ αὐτῷ <ἀ>μνησικακεῖν τὸν θεὸν βούλεται, ἠδικηκότι καὶ εἰς πολλοὺς τῶν πλησίον ἡμαρτηκότι ἢ ὁποῖα δή ποτε παρὰ τὸν ὀρθὸν λόγον πεπραγμένα ἑαυτῷ συν ειδότι. οὐδὲ διστάσαι γὰρ χρὴ ὅτι, μυρίων καταστάσεων οὐσῶν τοῦ σώματος, τὴν κατάστασιν τὴν μετ' ἐκτάσεως τῶν χειρῶν καὶ ἀνατάσεως τῶν ὀφθαλμῶν πάντων προκριτέον, οἱονεὶ τὴν εἰκόνα τῶν πρεπόντων ἰδιωμάτων τῇ ψυχῇ κατὰ τὴν εὐχὴν φέροντα καὶ ἐπὶ τοῦ σώματος. ταῦτα δὲ λέγομεν χωρὶς πάσης περιστάσεως δεῖν γενέσθαι προηγουμένως· μετὰ γὰρ περιστάσεως δέδοται καθηκόντως ποτὲ καθεζόμενον εὔξασθαι διά τινα νόσον τῶν ποδῶν οὐκ εὐκατα φρόνητον ἢ καὶ κατακείμενον διὰ πυρετοὺς ἢ τοιαύτας ἀσθενείας, καὶ διὰ περιεστῶτα δὲ, φέρε εἰπεῖν, ἐὰν πλέωμεν, ἢ τὰ πράγματα μὴ ἐπιτρέπῃ ἀναχωροῦντας ἡμᾶς ἀποδοῦναι τὴν ὀφειλομένην εὐχὴν, ἔστιν εὔξασθαι μηδὲ προσποιούμενον τοῦτο ποιεῖν. 31.3 καὶ ἡ γονυκλισία δὲ ὅτι ἀναγκαία ἐστὶν, ὅτε τις μέλλει τῶν ἰδίων ἐπὶ θεοῦ ἁμαρτημάτων κατηγορεῖν, ἱκετεύων περὶ τῆς ἐπὶ τούτοις ἰάσεως καὶ τῆς ἀφέσεως αὐτῶν, εἰδέναι χρὴ ὅτι σύμβολον τυγχάνει τοῦ ὑποπεπτωκότος καὶ ὑποτεταγμένου, Παύλου λέγοντος· «τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται.» τὴν δὲ νοητὴν γονυ κλισίαν, οὕτως ὀνομαζομένην παρὰ τὸ ὑποπεπτωκέναι τῷ θεῷ «ἐν τῷ ὀνόματι Ἰησοῦ» [καὶ] ἕκαστον τῶν ὄντων <καὶ> αὐτῷ ἑαυτὸν τε ταπεινωκέναι, δηλοῦν μοι ὁ ἀπόστολος φαίνεται ἐν τῷ «ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ κα ταχθονίων.» ἐσχηματίσθαι γὰρ τῶν ἐπουρανίων τὰ σώματα, ὡς καὶ γόνατα σωματικὰ ἔχειν αὐτὰ, ὑπολαμβάνειν οὐ πάνυ τι χρὴ, σφαιρο ειδῶν παρὰ τοῖς ἀκριβῶς περὶ τούτων διειληφόσιν ἀποδεδειγμένων αὐτῶν τῶν σωμάτων. ὁ δὲ μὴ βουλόμενος τοῦτο παραδέξασθαι, καὶ τὰς χρείας ἑκάστου τῶν μελῶν, ἵνα μὴ μάτην ᾖ τι δεδημιουργημένον αὐτοῖς ὑπὸ τοῦ θεοῦ, ἐὰν μὴ ἀναιδεύηται πρὸς τὸν λόγον, παρα δέξεται, ἑκατέρωθεν πταίων, εἴτε φήσει μέλη σώματος μάτην καὶ μὴ ἐπὶ τῷ ἰδίῳ ἔργῳ γεγονέναι αὐτοῖς ὑπὸ τοῦ θεοῦ, εἴτε ἐρεῖ τὰ ἔγκατα καὶ τὸ ἀπευθυσμένον ἔντερον τὰς ἰδίας χρείας ἐπιτελεῖν καὶ ἐν τοῖς ἐπουρανίοις. σφόδρα δὲ μωρῶς ἀναστραφήσεται, ἐὰν τρό πον ἀνδριάντων τις νομίζῃ τὴν μὲν ἐπιφάνειαν μόνην εἶναι ἀνθρω ποειδῆ οὐκέτι δὲ καὶ τὰ ἐν βάθει. ταῦτα δέ μοι λέγεται ἐξετάζοντι τὴν γονυκλισίαν καὶ ὁρῶντι ὅτι «ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.» ἀλλὰ καὶ τὸ ἐν τῷ προφήτῃ γεγραμμένον· «ἐμοὶ κάμψει πᾶν γόνυ» ταὐτόν ἐστι. 31.4 καὶ περὶ τόπου δὲ ἰστέον ὅτι πᾶς τόπος ἐπιτήδειος εἰς τὸ εὔξασθαι ὑπὸ τοῦ καλῶς εὐχομένου γίνεται· «ἐν παντὶ» γὰρ «τόπῳ θυμίαμά μοι προσάγετε,» «λέγει κύριος,» καὶ «βούλομαι οὖν προσ εύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ.» ἔχει δὲ καὶ τεταγμένον ὑπὲρ τοῦ ἐφ' ἡσυχίας μὴ περισπώμενον τὰς εὐχὰς ἐπιτελεῖν ἕκαστον, ἐπιλεξάμενον τοῦ ἰδίου οἴκου, ἐὰν ἐγχωρῇ, τὸ σεμνότερον, ἵν' οὕτως εἴπω, χωρίον, οὕτως εὔχεσθαι, πρὸς τῷ καθολικῷ τῆς περὶ αὐτοῦ ἐξετάσεως ἐπισκοποῦντα εἰ ἐν τῷδε τῷ τόπῳ, ᾧ εὔχεται, οὐ παρα νενόμηταί ποτε καὶ παρὰ τὸν ὀρθὸν λόγον πεποίηται· οἱονεὶ γὰρ οὐ μόνον ἑαυτὸν ἀλλὰ καὶ τὸν τόπον τῆς ἰδίας εὐχῆς τοιοῦτον πε ποίηκεν, ὡς φυγεῖν ἐκεῖθεν τὴν ἐπισκοπὴν τοῦ θεοῦ. ἐπισκοποῦντι δέ μοι ἐπὶ πλεῖον καὶ περὶ τούτου τοῦ τόπου λεκτέον δόξαν μὲν ἄν τι εἶναι βαρὺ τάχα δὲ τῷ ἐπιμελῶς αὐτὸ βασανίζοντι οὐκ εὐ καταφρόνητον. ἐν γὰρ τῷ τόπῳ τῆς <οὐ> παρανόμου μίξεως ἀλλὰ ὑπὸ τοῦ ἀποστολικοῦ λόγου «κατὰ συγγνώμην οὐ κατ' ἐπιταγὴν» συγκεχωρημένης ἐξεταστέον εἰ ὅσιόν ἐστι καὶ καθαρὸν ἐντυγχάνειν τῷ θεῷ· εἰ γὰρ σχολάσαι «τῇ προσευχῇ» ὃν τρόπον χρὴ οὐχ