μιμησαμένη, ὃς τὸν ὑπὸ λῃστῶν συντριβέντα, ἡμιθανῆ, ἐν τῇ καταβάσει Ἰερειχὼ εὑρών, ἐπὶ τὸ ἴδιον ἐπεβίβασεν ὑποζύγιον μέχρι τοῦ πανδοχείου ἐνηνοχώς, καὶ τὸ τῆς φιλανθρωπίας ἔλαιον σὺν τῷ στύφοντι οἴνῳ κεράσας ἰάσατο τὰ οἰδήματα. καὶ ταῦτα μὲν εἰρήσθω. ὅσην δὲ περιουσίαν χρημάτων ἢ κτη μάτων τοῖς δεομένοις διένειμεν, οὐκ ἐμὸν τὸ λέγειν, ἀλλὰ τῶν εὖ παθόντων (ὑπερόριος γὰρ ὤν, ἀβαρὴς ἐφυλάχθην). ἄκουσον δὲ τῆς μείζονος ἀρετῆς. ὀρφανὴ γὰρ ἀνδρὶ συναφθεῖσα οὐ συνε χωρήθη παρὰ τοῦ προγνώστου Θεοῦ, τοῦ προορῶντος τὰς τῶν ἀνθρώπων ἐκβάσεις, οὐδὲ εἴκοσι μῆνας δουλεῦσαι τῇ τῆς σαρκὸς ἡδονῇ τῆς πάντων βασιλευούσης, τοῦ συναφθέντος αὐτῇ συν τόμως τὸ τῆς φύσεως χρέος ἀπαιτηθέντος. λέγεται δὲ παρθένος ὑπάρχειν, ὡς ἡ φήμη διδάσκει. δυναμένη γὰρ τῷ ἀποστολικῷ νόμῳ δουλεῦσαι τῷ, "Βούλομαι νεωτέρας χήρας γαμεῖν, οἰκο 108 δεσποτεῖν," οὐκ ἠνέσχετο, καίπερ καὶ γένει καὶ πλούτῳ καὶ παιδείᾳ μαθημάτων πολυτελῶν καὶ εὐφυΐᾳ φύσεως καὶ ἄνθους ὥρᾳ κεκοσμημένη, δορκάδος δίκην τοῦ δευτέρου γάμου τὴν παγίδα ἀνεκτῶς ὑπερπηδήσασα. "δικαίῳ" γὰρ "νόμος οὐ κεῖται, ἀλλ' ἀνυποτάκτοις, βεβήλοις," ἀκορέστοις περὶ φθοράν. ἔτυχεν δὲ κατά τινα φθόνον σατανικὸν δηλατορευθῆναι ταύτης τὴν ἄωρον χηρείαν εἰς τὰς ἀκοὰς Θεοδοσίου τοῦ βασιλέως, ὃς ἔσπευσεν αὐτὴν Ἐλπιδίῳ τινὶ συγγενεῖ ἑαυτοῦ Σπανῷ συνάψαι εἰς γάμον. καὶ πολλὰ λιπαρήσας τὴν ἄνθρωπον, ἀποτυχὼν ἐλυπήθη, δηλωσάσης αὐτῆς· "Εἰ ἐβούλετό με ὁ ἐμὸς βασιλεὺς ἄῤῥενι συζῆν, οὐκ ἄν μου τὸν πρῶτον ἀφείλετο· ἀλλ' ἐπειδὴ ἀνεπιτήδειόν με τῷ πεφυρμένῳ βίῳ ἔγνω, μὴ δυναμένην ἀνδρὶ ἀρέσαι, κἀκεῖνον τοῦ δεσμοῦ ἠλευθέρωσεν κἀμὲ τοῦ βαρυτάτου ζυγοῦ καὶ τῆς ἀνδρικῆς δουλείας ἀπήλλαξεν, τὸν χρηστὸν αὐτοῦ ζυγὸν τῆς ἐγκρατείας ἐπιθείς μου τῇ διανοίᾳ." μετὰ τὴν ἀπό κρισιν ταύτην προστάσσει τῷ ἐπάρχῳ τῆς πόλεως φρουρεῖσθαι ταύτης τὰ πράγματα, μέχρις οὗ πληρώσει τριάκοντα ἔτη τὴν τοῦ σώματος ἡλικίαν. ὃς ἐξαυτῆς λαβὼν τὴν τοῦ βασιλέως ἐπιτροπήν, εἰς τοσοῦτον αὐτὴν ἔθλιβεν, ὑποβαλλόμενος ὑπὸ τοῦ Ἐλπιδίου, ὡς μὴ ἔχειν ἐξουσίαν μηδὲ τοῖς ἐπισήμοις 109 συντυγχάνειν τῶν ἐπισκόπων μηδὲ ἐκκλησίᾳ παραβάλλειν, ἵνα στενωθεῖσα ὑπὸ τῆς ἀκηδίας καταπέσῃ εἰς τὴν αἵρεσιν τοῦ γάμου. ἡ δὲ πλέον ἡσθεῖσα καὶ τῷ Θεῷ εὐχαριστήσασα ἀντεδήλωσεν τῷ βασιλεῖ ταῦτα· "Πρέπουσαν βασιλεῖ καὶ ἁρμόττουσαν ἀρετὴν ἐπισκόπῳ εἰς ἐμὲ τὴν ταπεινὴν ἐπεδείξω, δέσποτα, κελεύσας παραφυλαχθῆναί μου τὸ βαρύτατον φορτίον, περὶ οὗ ἐφρόντιζον, ὅπως διοικηθῇ· μεῖζον δὲ ποιήσεις, προσ τάξας αὐτὸ τοῖς πενομένοις καὶ ταῖς ἐκκλησίαις διασκορπισθῆναι. ἐγὼ γὰρ ἀπηυξάμην πάλαι τὴν ἐκ τῆς διανομῆς κενοδοξίαν, ὅπως μὴ ἀμελήσω τοῦ τῆς φύσεως πλούτου, ἑλιττομένη περὶ τὴν ὕλην." οὕτως ἐπανελθὼν ἀπὸ τοῦ πρὸς Μάξιμον πολέμου προσέταξεν ἐξουσιάζειν αὐτὴν τῶν πραγμάτων, ἀκούσας τὸν τῆς ἀσκήσεως αὐτῆς τόνον. {Ο ∆ΙΑΚ.} ∆ικαίως οὖν αὐτὴν ἐτίμα ὁ Ἰωάννης, ἀσκουμένην οὕτως. {Ο ΕΠΙΣΚ.} Ἀπέχεται μὲν γὰρ ἐμψύχων, ἀλουτεῖ δὲ τὸ πλεῖστον· ἂν δὲ χρεία γένηται δι' ἀῤῥωστίαν (πάσχει γὰρ συν εχῶς τὸν στόμαχον), <σὺν> τῷ χιτωνίσκῳ τοῖς ὕδασι κατα βαίνει, αἰδουμένη καὶ ἑαυτήν, -ὥς φασιν. {Ο ∆ΙΑΚ.} Λέγεται δὲ καὶ αὕτη πάνυ τεθεραπευκέναι τὸν μακάριον Ἰωάννην. 110 {Ο ΕΠΙΣΚ.} Καὶ τί ἄξιον τῆς αὐτοῦ ἀρετῆς εἰς αὐτὸν ἐπε δείξατο; εἰ μὴ τὸ ἀπερίσπαστον τῆς καθημερινῆς μάζης παρα σχομένη· ὅπερ ἐστὶν οὐ μικρὸν τοῖς τοῦ Χριστοῦ ἐργάταις νύκτωρ τε καὶ μεθ' ἡμέραν τὰ τοῦ Χριστοῦ μεριμνῶσιν· ὡς λέγει Παῦλος ἀσπαζόμενος Περσίδα, τὸ αὐτὸ τῇ Ὀλυμπιάδι τάχα καμούσῃ· "Ἀσπάσασθε," γράφων, "Περσίδα τὴν ἀγαπη τήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ-οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, καὶ οὐ τὰ τοῦ Χριστοῦ." οἶδα ταύτην τὸν μακάριον Νεκτάριον πλέον τεθεραπευκέναι, ὡς καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς αὐτῇ πείθεσθαι. Ἀμφιλόχιον δὲ καὶ Ὄπτιμον καὶ Γρηγόριον καὶ Πέτρον, τὸν ἀδελφὸν Βασιλείου, καὶ Ἐπιφάνιον τὸν Κύπρου, τοὺς ἁγίους, τί δεῖ καὶ λέγειν, οἷς καὶ κτήματα ἀγρῶν καὶ χρήματα