προσηγορίαν, ἵνα μὴ ἐκ τοῦ προειδέναι σαφῶς, ἑτοίμως ἐπιβουλεύσωσιν. Ἰησοῦς δὲ ἐκλήθη, οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ' ὑπὸ ἀγγέλου φανερῶς, οὐκ ἰδίᾳ ἐξουσίᾳ ἐλθόντος, ἀλλὰ δυνάμει Θεοῦ ἀποσταλέντος, τοῦ λέγοντος πρὸς τὸν Ἰωσήφ· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματος ἁγίου ἐστί. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Καὶ τὴν αἰτίαν τῆς προσηγορίας ἀποδιδοὺς εὐθέως λέγει, Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ὁ μηδέπω γεννηθεὶς πῶς λαὸν ἔχει, νόησον, εἰ μὴ καὶ πρὸ τοῦ γεννηθῆναι ἦν. Καὶ τοῦτο ὁ προφήτης ἐκ προσώπου αὐτοῦ φησιν· Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου· διὰ τὸ προλέγειν τὸν ἄγγελον, ὅτι Ἰησοῦς κληθήσεται. Καὶ πάλιν περὶ τῆς ὑπὸ Ἡρώδου ἐπιβουλῆς λέγει· Καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. 10.13 Ἰησοῦς τοίνυν ἐστὶ κατὰ μὲν Ἑβραίους σωτὴρ, κατὰ δὲ τὴν Ἑλλάδα γλῶσσαν, ὁ ἰώμενος. Ἐπειδὴ ἰατρός ἐστι [ψυχῶν] καὶ σωμάτων καὶ θεραπευτὴς πνευμάτων· τυφλῶν μὲν αἰσθητῶν θεραπευτὴς, φωταγωγῶν δὲ τὰς διανοίας· χωλῶν φαινομένων ἰατρὸς, καὶ ποδηγῶν τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, λέγων τῷ παραλυτικῷ· Μηκέτι ἁμάρτανε· καὶ, Ἆρον τὸν κράββατον σὸν καὶ περιπάτει. Ἐπειδὴ γὰρ διὰ τὴν τῆς ψυχῆς ἁμαρτίαν παρελύθη τὸ σῶμα, προεθεράπευσε τὴν ψυχὴν, ἵνα ἐπαγάγῃ καὶ τῷ σώματι τὴν ἴασιν. Εἴ τις τοίνυν πάσχει τὴν ψυχὴν ἐν ἁμαρτίαις, ἔχει τὸν ἰατρόν. Καὶ εἴ τις ὀλιγόπιστος ἐνταῦθα, λεγέτω πρὸς αὐτόν· Βοήθει μου τῇ ἀπιστίᾳ. Εἴ τις καὶ σωματικοῖς περιβέβληται πάθεσι, μὴ ἀπιστείτω, ἀλλὰ προσερχέσθω, (θεραπεύει γὰρ καὶ ταῦτα) καὶ γινωσκέτω ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστός. 10.14 Ἰουδαῖοι γὰρ καταδέχονται τὸ εἶναι αὐτὸν Ἰησοῦν, τὸ δὲ καὶ Χριστὸν εἶναι τοῦτον, οὐκέτι. ∆ιὰ τοῦτο λέγει ὁ Ἀπόστολος· Τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Χριστὸς δέ ἐστιν ἀρχιερεὺς, ἀπαράβατον ἔχων τὴν ἱερωσύνην· οὔτε ἀπὸ χρόνων ἀρξάμενος τῆς ἱερατείας, οὔτε διάδοχον ἕτερον ἔχων τῆς ἀρχιερατείας· καθὼς ἤκουσας ἐν τῇ Κυριακῇ διαλεγομένων ἡμῶν ἐπὶ τῆς Συνάξεως, εἰς τό, Κατὰ τῂ τάξιν Μελχισεδέκ. Οὐκ ἐκ διαδοχῆς σωμάτων λαβὼν τὴν ἀρχιερωσύνην, οὐδὲ ἐλαίῳ σκευαστῷ χρισθεὶς, ἀλλὰ πρὸ τῶν αἰώνων ὑπὸ τοῦ Πατρός· καὶ τοσούτῳ διαφέρων τῶν ἄλλων, ὅσῳ μεθ' ὁρκωμοσίας ἐστὶν ἱερεύς. Οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς, ὁ δὲ μεθ' ὁρκωμοσίας διὰ τοῦ λέγοντος· Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Αὔταρκες μὲν ἦν εἰς ἀσφάλειαν καὶ τὸ βούλεσθαι μόνον Πατέρα· διπλασίων δὲ τῆς ἀσφαλείας ὁ τρό πος, τὸ, μετὰ τῆς βουλήσεως καὶ ὅρκον παρακολουθῆσαι· ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν τῆς πίστεως, οἱ Χριστὸν Ἰησοῦν Υἱὸν Θεοῦ καταδεχόμενοι. 10.15 Τοῦτον τὸν Χριστὸν παραγενόμενον ἠρνήσαντο μὲν οἱ Ἰουδαῖοι, δαίμονες δὲ ὡμολόγησαν. Ἀλλ' οὐκ ἠγνόει τοῦτον ὁ προπάτωρ ∆αβὶδ, λέγων· Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Καὶ οἱ μὲν λύχνον εἶναι τὸ λαμπρὸν τῆς προφητείας ἡρμήνευσαν· οἱ δὲ τὸν λύχνον τὴν ἀναληφθεῖσαν ἐκ παρθένου σάρκα, κατὰ τὸ ἐν τῷ Ἀποστόλῳ· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν. Οὐκ ἠγνόει τοῦτον ὁ προφήτης, ὁ λέγων· Καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ. Ἤιδει τοῦτον καὶ Μωσῆς, ᾔδει τοῦτον καὶ Ἡσαΐας, ᾔδει τοῦτον καὶ Ἱερεμίας· οὐδεὶς τῶν προφητῶν ἠγνόει τοῦτον. Ἐπέγνωσαν τοῦτον καὶ δαίμονες· ἐπετίμα γὰρ αὐτοῖς, καί φησιν· Ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι. Ἀρχιερεῖς ἠγνόησαν, καὶ δαίμονες ὡμολόγησαν. Ἀρχιερεῖς ἠγνόησαν, καὶ γυνὴ Σαμαρεῖτις ἐκήρυσσε, λέγουσα· ∆εῦτε, ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; 10.16 Οὗτος Ἰησοῦς Χριστός ἐστιν, ὁ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν· ὁ διὰ τὸ ἄφθονον τῆς θεότητος πᾶσιν ἡμῖν μεταδοὺς τῆς ἑαυτοῦ προσηγορίας. Βασιλεῖς μὲν γὰρ ἄνθρωποι, ἀκοινώνητον πρὸς ἀνθρώπους ἔχουσι τῆς βασιλείας τὴν προσηγορίαν· Ἰησοῦς δὲ Χριστὸς Θεοῦ Υἱὸς ὢν, Χριστιανοὺς καλεῖσθαι ἡμᾶς κατηξίωσεν. Ἀλλ' ἐρεῖ τις,