ἀλᾶσθαι ἐπαποροῦντας ὅπως, ἐκείνων φευγόντων, τόν τε ἵππον ἐδείκνυ καὶ τὰς ῥομφαίας καὶ τὴν ἀναίρεσιν τοῦ Βρυεννίου τρανῶς ἐκήρυττε, καὶ συνελέγοντο ἅπαντες. 4.10 Ξυνέπεσε δέ τι καὶ ἕτερον, Τούρκων οὐκ ἐλαχίστην μοῖραν πρὸς συμμαχίαν ἄρτι πρὸς βασιλέως ἀπεστάλθαι, οὓς συνεκύρησε κατὰ τὸν καιρὸν ἐκεῖνον καθ' ὃν ἡ μάχη συνέστη καὶ ἡ τροπὴ παραγενέσθαι. Ἰδόντες οὖν φεύγοντας καὶ τὸν δομέστικον ζητήσαντες τῶν Σχολῶν καὶ παρὰ τούτῳ γενόμενοι θαρρεῖν τε ἐκέλευον καὶ τοὺς πολεμίους ἐζήτουν θεάσασθαι. Ὁ δὲ τοὺς ἡγεμόνας τούτων παραλαβὼν ἄνεισιν ἐπί τινα λόφον ἀφ' οὗ καταφανεῖς ἔμελλον ἔσεσθαι οἱ πολέμιοι καὶ ὑπεδείκνυ τούτους ἐκεῖθεν. Οἱ δὲ ξυγκεχυμένην ἰδόντες τὴν φάλαγγα καὶ ξὺν οὐδεμιᾷ τάξει χωροῦσαν, ἀλλ' ἀκινήτως ὥσπερ κινουμένην καὶ φθειρομένηνπάντες γὰρ ἔξω φροντίδων ἦσαν, ὡς ἤδη νενικηκότες καὶ τοὺς πολεμίους τρεψάμενοι, ἐπεὶ καὶ οἱ τοῦ Βοτανειάτου Φράγγοι τῷ Βρυεννίῳ προσκεχωρήκασιν ἅπαντες καὶ τῶν ἵππων ἀποβαίνοντες, ταῖς ἐκείνου χερσὶ τὰς χεῖρας ἐμβάλλοντες, ὡς δὴ πάτριος νόμος τούτοις ἐστί, πίστεις ἐδίδουν, καὶ ξυνέθεον ἅπαντες οἱ τῆς φάλαγγος, θεαταὶ τῶν δρωμένων γενόμενοιταῦτ' οὖν οἱ τῶν Τούρκων ἡγεμόνες ἰδόντες, κατελθόντες ἐκεῖθεν τριχῆ τὴν οἰκείαν φάλαγγα διελόντες, τὰς μὲν δύο μοίρας ἐπὶ τὸ ἐνεδρεύειν ἐξέπεμπον, τὴν δὲ ἑτέραν ἐκέλευον πρὸς τοὺς πολεμίους χωρεῖν οὐ κατὰ φάλαγγα συντεταγμένην, ἀλλὰ κατὰ λόχους ὀλίγους καὶ διεσκεδασμένως, ἐλᾶν τε τοὺς ἵππους καὶ τοῖς τοξεύμασι χρῆσθαι καὶ πέμπειν βέλη συχνὰ κατ' ἐκείνων. 4.11 Ξυνείπετο δὲ τούτοις καὶ ὁ Κομνηνὸς Ἀλέξιος, συλλέξας τῶν ἐκ τῆς τροπῆς ὁπόσους τὸ ὀξὺ τοῦ καιροῦ συνεχώρει. Οὕτω γινομένων, τῶν Ἀθανάτων τινὲς προεκδραμόντες τοὺς Τούρκους ἐντὸς τοῦ τοῦ Βρυεννίου στρατεύματος γεγόνασι καὶ τῶν τις ἐκείνων παίει τοῦτον κατὰ τοῦ στέρνου τῷ δόρατι. Ὁ δὲ τοῦ κουλεοῦ τὸ ξίφος ἑλκύσας αὐτό τε δόρυ †πάσας† διεῖλε διχῆ καὶ τὸν βαλόντα κατὰ τῆς κλειδὸς πλήξας τὸν ὦμον ἅμα τῷ θώρακι διαμπὰξ ἐξέτεμε καὶ εὐθέως οἱ Τοῦρκοι σὺν ἀλαλαγμῷ τὰ βέλη ἐξέπεμπον καὶ οἱ φαλαγγάρχαι ἦσαν ἐπὶ τῷ αἰφνιδίῳ τοῦ δράματος καταπληγέντες· ὅμως ἄνδρες δεινοὶ τὰ πολεμικὰ ὄντες, ἐς τάξεις ἐπειρῶντο καταστῆσαι τὴν φάλαγγα καὶ τοὺς σφῶν παρεκάλουν στρατιώτας ἄνδρας ἀγαθοὺς γενέσθαι, †κλέος τοιοῦτον ὃ νικήσαντες ἀλλήλους† καὶ ὡς τὸ στενὸν τοῦ καιροῦ συνεχώρει, καταστάντες εἰς τάξεις γενναίως ἐξώρμων κατὰ τῶν Τούρκων. 4.12 Οἱ δὲ φεύγοντες προτροπάδην εἷλκον ἐκείνους πρὸς τὰς ἐνέδρας, ἕως ἐγγὺς πρώτης ἐνέδρας γεγόνασιν· ἐπεὶ δὲ πλησίον γένοιντο, αὐτοί τε ὑπέστρεφον καὶ οἱ τῆς ἐνέδρας ὀξέως καταπηδήσαντες πάντοθεν αὐτοὺς τοξεύμασιν ἔβαλλον καὶ κακῶς διετίθουν καὶ ἵππους καὶ ἄνδρας. Ἐκείνων δὲ πρὸς φυγὴν ἐκκλινόντων ἤδη, ὁ τῶν Σχολῶν δομέστικος τοῦ τοῦ Βρυεννίου στρατεύματος, ὁ κουροπαλάτης Ἰωάννης, ὃν ἐκείνου ὁμαίμονα ὁ λόγος φθάσας ἐγνώρισεν ἄνωθεν, ἐβοήθει ξὺν τάχει πολλῷ· ὃν ἰδόντες οἱ περὶ τὸν Βρυέννιον θαρραλεώτερον κατὰ τῶν Τούρκων ἐχώρουν. Οἱ δ' αὖθις ὑπέστρεφον καὶ φεύγειν οὐ πρὶν ἀνῆκαν ἕως οὗ ταῖς ἐνέδραις περιπεσεῖν τοὺς διώκοντας παρεσκεύασαν· οὗ δὴ γενομένου καὶ πρὸς φυγὴν ἐκκλινάντων ἁπάντων ἤδη, συχνοὶ τῶν περὶ τὸν Βρυέννιον ἐόντων ἔπιπτον· ὃ κατιδὼν ἐκεῖνος βοηθεῖν ἐπεχείρει ταχέως· πολλοὺς γὰρ τῶν διωκόντων συναντῶν ἀνῄρει καὶ τοὺς φεύγοντας παρεκάλει μένειν, ἀλλ' εἰς κενὸν αὐτῷ καθεστήκει τὰ τοῦ σπουδάσματος· πάντες γὰρ λιπόντες αὐτὸν ξὺν τῷ υἱῷ καὶ τῷ ἀδελφῷ ὑπεχώρουν· αὐτοὶ δὲ λαμπρῶς ἀγωνισάμενοι καὶ συχνοὺς τῶν Τούρκων καταβαλόντες, ἐπειδὴ τὴν φάλαγγα πᾶσαν διασκεδασθεῖσαν ἑώρων, ἐξώρμων καὶ αὐτοὶ πρὸς τὸ φεύγειν, οἱ δὲ Τοῦρκοι ἐπέκειντο· συχνῶς οὖν ἐπιστρεφόμενοι τούτους ἀνέκοπτον τῆς ὁρμῆς, ἕως ὁ ἵππος ὃν ἐκεῖνος ἐπωχεῖτο καμὼν προσωτέρω χωρεῖν οὐκ ἠδύνατο. Τούτου οὖν γινομένου, αὐτὸς μὲν βάδην ἀπῄει, ὁ δὲ τούτου ὁμαίμων καὶ ὁ υἱὸς συχνάκις ἐπιστρεφόμενοι τοὺς Τούρκους ἀνέκοπτον. 4.13 Μέχρι