οἷόν τε ἐστὶν, ἐὰν μὴ «ἐκ συμφώνου πρὸς καιρὸν» τούτῳ τις ἑαυτὸν ἐπιδῷ, τάχα καὶ περὶ τοῦ τόπου, ἐὰν ἐγχωρῇ, θεωρητέον. 31.5 ἔχει δέ τι ἐπίχαρι εἰς ὠφέλειαν τόπος εὐχῆς, τὸ χωρίον τῆς ἐπὶ τὸ αὐτὸ τῶν πιστευόντων συνελεύσεως, ὡς εἰκὸς, καὶ ἀγγελι κῶν δυνάμεων ἐφισταμένων τοῖς ἀθροίσμασι τῶν πιστευόντων καὶ αὐτοῦ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν δυνάμεως ἤδη δὲ καὶ πνευμά των ἁγίων, οἶμαι δὲ ὅτι καὶ προκεκοιμημένων, σαφὲς δὲ ὅτι καὶ ἐν τῷ βίῳ περιόντων, εἰ καὶ τὸ πῶς οὐκ εὐχερὲς εἰπεῖν. καὶ περὶ μὲν ἀγγέλων οὕτως ἐπιλογιστέον· εἰ «παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτοὺς,» καὶ ἀληθεύει ὁ Ἰακὼβ οὐ περὶ ἑαυτοῦ μόνον ἀλλὰ καὶ περὶ πάντων τῶν ἀνακειμένων τῷ θεῷ τῷ συνιέντι λέγων· «ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν,» εἰκός ἐστι, πλειόνων συνεληλυθότων γνησίως εἰς δόξαν Χριστοῦ, παρεμβαλεῖν τὸν ἑκάστου ἄγγελον τὸν «κύκλῳ» ἑκάστου «τῶν φοβουμένων» μετὰ τούτου τοῦ ἀνδρὸς, ὃν φρουρεῖν καὶ οἰκο νομεῖν πεπίστευται· ὥστ' εἶναι ἐπὶ τῶν ἁγίων συναθροιζομένων διπλῆν ἐκκλησίαν, τὴν μὲν ἀνθρώπων τὴν δὲ ἀγγέλων. καὶ εἰ μό νου τοῦ Τωβὴτ ὁ Ῥαφαήλ φησιν εἰς «μνημόσυνον» ἀνενηνοχέναι τὴν προσευχὴν καὶ μετ' αὐτὸν Σάῤῥας, τῆς ὑστέρως νύμφης γενομένης αὐτοῦ διὰ τὸ γεγαμῆσθαι αὐτὴν τῷ Τοβίᾳ, τί λεκτέον, πλειόνων ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ συνοδευόντων καὶ σωματοποιου μένων ἐν Χριστῷ; περὶ δὲ τῆς δυνάμεως τοῦ κυρίου συμπαρούσης τῇ ἐκκλησίᾳ ὁ Παῦλός φησι· «συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύ ματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ,» ὡς δυνάμεως «τοῦ κυρίου Ἰησοῦ» συναπτομένης οὐ μόνον μετὰ Ἐφεσίων ἀλλὰ καὶ Κορινθίων. καὶ εἰ ὁ ἔτι τὸ σῶμα περικείμενος Παῦλος συνάρασθαι νενόμικε τῷ ἑαυτοῦ πνεύματι ἐν τῇ Κορίνθῳ, οὐκ ἀπογνωστέον οὕτω καὶ τοὺς ἐξεληλυθότας μακαρίους φθάνειν τῷ πνεύματι τάχα μᾶλλον τοῦ ὄντος ἐν τῷ σώματι ἐπὶ τὰς ἐκκλησίας· διόπερ οὐ καταφρονητέον τῶν ἐν αὐταῖς εὐχῶν, ὡς ἐξαίρετόν τι ἐχουσῶν τῷ γνησίως συν ερχομένῳ αὐτῶν. 31.6 ὥσπερ δὲ δύναμις Ἰησοῦ καὶ τὸ πνεῦμα Παύλου καὶ τῶν ὁμοίων καὶ οἱ παρεμβάλλοντες ἑκάστου τῶν ἁγίων «κύκλῳ» ἄγγελοι «κυρίου» συνοδεύουσι καὶ συνέρχονται τοῖς γνησίως συναθροιζομένοις, οὕτω στοχαστέον μή ποτε, ἐὰν ἁγίου ἀγγέλου ἀνάξιός τις ᾖ καὶ ἐπιδῷ ἑαυτὸν ἀγγέλῳ διαβόλῳ δι' ὧν ἁμαρτάνει καὶ θεοῦ καταφρο νῶν παρανομεῖ· ὅτι ὁ τοιοῦτος, σπανίων μὲν τῶν ὁμοίων αὐτῷ τυγχανόντων, οὐκ ἐπὶ πολὺ λήσεται τῆς τῶν ἀγγέλων προνοίας, ὑπηρεσίᾳ τοῦ θείου βουλήματος, ἐπισκοποῦντος τὴν ἐκκλησίαν, φε ρούσης εἰς γνῶσιν τῶν πολλῶν τοῦ τοιούτου τὰ πταίσματα· ἐὰν δὲ πλῆθος γενόμενοι οἱ τοιοῦτοι καθ' ἑταιρείας ἀνθρωπικὰς καὶ σωμα τικώτερόν τι πραγματευόμενοι συνέρχωνται, οὐκ ἐπισκοπηθήσονται. ὅπερ δηλοῦται ἐν τῷ Ἡσαΐᾳ τοῦ κυρίου λέγοντος· «οὐδὲ ἐὰν ἔρ χησθε ὀφθῆναί μοι,» «ἀποστρέψω» γὰρ, φησὶ, «τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν.» τάχα γὰρ ἀντὶ τῆς προειρημένης διπλῆς συντάξεως ἀνθρώπων ἁγίων καὶ μακαρίων ἀγγέλων πάλιν διπλῆ γίνεται ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνθρώπων ἀσεβῶν καὶ πονηρῶν ἀγγέλων, καὶ λέγοιτο ἂν ἐπὶ τῆς τῶν τοιούτων συναγωγῆς ὑπό τε τῶν ἁγίων ἀγγέλων καὶ τῶν ἱερῶν ἀνθρώπων· «οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.» 31.7 διὰ τοῦτο οἶμαι καὶ τοὺς ἐν Ἱερουσαλὴμ καὶ πάσῃ τῇ Ἰουδαίᾳ ἐν πλείοσιν ἁμαρτήμασι γεγενημένους ὑποχειρίους γεγονέναι τοῖς ἐχθροῖς τῷ καταλελεῖφθαι τοὺς καταλιπόντας τὸν νόμον λαοὺς ὑπὸ τοῦ θεοῦ καὶ τῶν ὑπερασπιζόντων ἀγγέλων καὶ τῆς σωτηρίας τῶν ἁγίων ἀνθρώπων. οὕτω γὰρ καὶ ὅλα ἀθροίσματά ποτε κατα λείπεται ἐμπεσεῖν εἰς πειρασμοὺς, ἵνα «καὶ ὃ» δοκοῦσιν «ἔχειν» ἀρθῇ ἀπ' αὐτῶν, ὁμοίως τῇ κατηραμένῃ συκῇ καὶ «ἐκ ῥιζῶν» ἀρθείσῃ διὰ τὸ μὴ δεδωκέναι τῷ Ἰησοῦ πεινῶντι καρπὸν, ξηραινόμενοι καὶ εἴ τι εἶχον ὀλίγον ζωτικῆς κατὰ τὴν πίστιν δυνάμεως ἀπολλύντες.