ἐδωρήσατο; Ὀπτίμου δὲ τελευτῶντος ἐν Κωνσταντι νουπόλει καὶ τοὺς ὀφθαλμοὺς ἰδίαις χερσὶν ἐκάμμυσεν. πρὸς τούτοις καὶ τοὺς ἐλεεινοὺς οὐ μετρίως ἀνέψυξεν ἐν πᾶσιν, Ἀντίοχον καὶ Ἀκάκιον καὶ Σευηριανόν, καὶ ἁπλῶς ἐκ μέρους πάντας τοὺς ἐπιδημοῦντας ἱερατικούς, ἀσκητῶν δὲ ἢ παρθένων ἀναριθμήτους. Ἰωάννης μέντοι, ἐπειδὴ κρίνας ἦν-ὡς εἰπεῖν- 111 τύπος ἀποσταλεὶς τοῖς μετέπειτα ἐπισκόποις τὸ ὅπως ὀφείλουσι ζῆν, κατὰ τὸν Παῦλον, "ἐν ἰδίῳ μισθώματι κηρῦξαι τὴν μετά νοιαν," μηδενὸς ἁπτόμενος τῶν τῆς ἐκκλησίας, τὰ τῆς ἡμέρας μόνης ἐλάμβανε βρώματα, δραπετεύων ἀεὶ τὴν τοιαύτην φρον τίδα. λέγεται δὲ ὅτι καὶ αἰδουμένῳ ἐῴκει, τῆς αἰσθητῆς μεταλαμβάνων τροφῆς. ὥσπερ γὰρ ἐπὶ τῶν μήλων, ἐπὰν πεπανθῶσιν εἰς ἄκρον, οὐκ ἀνέχονται παραμένειν τῷ κλάδῳ, τὴν τοῦ δεσπότου χεῖρα ἐπιζητοῦντα· οὕτω καὶ ἐπὶ τῶν ἁγίων, ὅταν ὑπερφυῶς ἐρασθῶσι τοῦ κάλλους τῶν οὐρανίων πραγμά των, πρὸ τῆς ὡρισμένης ἐξόδου ἐπείγονται τυχεῖν τῆς ἐπαγ γελίας· καθάπερ καὶ ἐπὶ τῶν δεσποτικῶν παιδίων, ἐκεῖνα γὰρ πολλάκις τῇ προσδοκίᾳ τῇ τῶν μελιπήκτων ἀθίγουσι τῶν προ κειμένων βρωμάτων ἐπὶ φυλακῇ τῆς ὀρέξεως, ἵν' ἐμπλησθῶσι τῆς προσδοκωμένης γλυκύτητος. γνωρίσωσι δὲ τοὺς λόγους οἱ εἰς τὸ αὐτὸ ἴχνος τῆς πνευματικῆς πορείας ἐμβεβηκότες· "λόγον," γάρ, "συνετὸν ἐὰν ἀκούσῃ σοφός, αἰνέσει αὐτὸν καὶ ἐπ' αὐτὸν προσθήσει." <ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ> {Ο ∆ΙΑΚ.} Παρεκάλεσάς με, τίμιε πάτερ, πεπονημένως μοι περὶ πάντων διηγησάμενος τὰ αὐτὰ τῆς προλαβούσης φήμης, μετά τινος χάριτος ἀρτύσας τὰ εἰρημένα. τοῦτο δὲ λέγω, ὅτι οὐδὲν ἐβάρει τὴν ἐκκλησίαν ἡ τοῦ ἐπισκόπου τροφή, εἰ τῆς ἐκκλησίας μετελάμβανεν ὁ ἅγιος Ἰωάννης, κατὰ τὸν εἰπόντα· "Αξιος" γὰρ "ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ," καὶ πάλιν, "Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; τίς δὲ φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐ μεταλαμ βάνει;" οὐ τῆς Γραφῆς ἐστι ταῦτα καὶ πολλὰ ἕτερα; {Ο ΕΠΙΣΚ.} Πρεπόντως μὲν καὶ συνετῶς εἴρηκας, ὦ Θεόδωρε· πρόσθες δὲ τοῖς εἰρημένοις λόγοις καὶ τὰ ἑπόμενα ῥήματα. ἐξουσίας γὰρ διδομένης παρὰ τοῦ ἱεροῦ νόμου "τοὺς τὰ ἱερὰ ἐργαζομένους ἐκ τοῦ ἱεροῦ ἐσθίειν," ὁ πλεονέκτης τῶν ἀγαθῶν Παῦλος τί ἐπιφέρει; -"Οὐκ ἐχρησάμην τῇ ἐξουσίᾳ" ἐπὶ τοῖς 112 σωματικοῖς, "ἵνα συγκοινωνὸς γένωμαι τοῦ Εὐαγγελίου" ἐν τοῖς πνευματικοῖς, μὴ γενόμενος "πρόσκομμα τοῖς ἀσθενέσι," κατὰ τὸν εἰπόντα, "Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν" ἐν ἀσθενείᾳ "κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται" εἰς τὸ τὰ ἀσθενῆ μιμεῖσθαι; εἰ μὲν γὰρ μέχρις ἡμῶν εἱστήκει τὰ πράγματα, οὐδενὸς μεθ' ἡμᾶς διαδεξο μένου τὴν τοῦ λαοῦ θεραπείαν, ἦν εἰπεῖν πλημμελοῦντα· "Βιώ σωμεν ὡς βουλόμεθα, ἀπολαύσαντες τῶν βιωτικῶν πραγμάτων." ἐπειδὴ δὲ οἱ μεθ' ἡμᾶς ὡς διδασκάλοις ἡμῖν χρῶνται, τὸν ἡμέ τερον προβαλλόμενοι νόμον καὶ ἔθος, ἀναγκαῖόν ἐστι "μὴ μόνον ἑαυτοῖς ζῶντας, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι," καὶ [τὸ] τοῦ λαοῦ παραβιαζομένους τὴν ἀσθένειαν, ἐπὶ τὸ σωφρονέστερον καὶ ἀπεριττότερον μέρος ἄγειν τὴν τάξιν, ἑαυ τοὺς νουθετοῦντας, κατὰ τὸν λέγοντα· "Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετί σατο." τοῖς μὲν γὰρ προπετέσι καὶ ἐλεεινοῖς ἁμαρτάνουσιν ἀπερισκέπτως νομοθετεῖ ὁ ∆εσπότης, ὡς ἅτε τὸ τῆς "δουλείας" ἀσπαζομένοις "πνεῦμα," κατὰ τὸν ᾠδικὸν ∆αυείδ· "Νομοθε τήσει Κύριος ἁμαρτάνοντας ἐν ὁδῷ," κολάσει δὲ παραβαίνοντας· ὁ δέ γε δίκαιος ὑπερβὰς τὰ μέτρα τοῦ τῆς δουλείας νόμου διὰ τὸ ἀγαπᾶν τὸν ∆εσπότην, ἐπὶ τὸ τῆς υἱοθεσίας ἐπειγόμενος μέρος, ἑαυτοῦ νομοθέτης γίνεται. οἷος ἦν ὁ Ἰώβ, καὶ ποιῶν καὶ λέγων· "∆ιαθήκην ἐθέμην τοῖς ἀδελφοῖς μου, καὶ οὐ μὴ συνήσω ἐπὶ παρθένον." τίς δ' ἦν ἡ διαθήκη; -τὸ αὐτοὺς ἀτακτήσαντας εἰς τὴν σωφροσύνην ἐκκοπῆναι· ὁμοίως λέγων καὶ ὁ ∆αυείδ· "Ωμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιο σύνης σου"· τὸ ἐπαμφοτερίζον καὶ ἐνδυάζον τῆς γνώμης ὅρκῳ πεδήσας. ὧν μιμητὴς πατέρων ὡς γνήσιος υἱός, καὶ οὐ νόθος ὑπάρχων ὁ Ἰωάννης, πλαδῶσαν τὴν