48
τῆς νόσου προσεκαλέσατο τὸν πατριάρχην Εὐτύχιον (θανόντος γὰρ τοῦ ἀπὸ σχολαστικῶν Ἰωάννου, πάλιν οὗτος ἐπανήχθη καὶ εἰς τὸν θρόνον ἀποκατέστη τὸν ἀρχιερατικόν), συναθροίσας δὲ καὶ τὴν σύγκλητον καὶ τὸν κλῆρον τῆς ἐκκλησίας βασιλέα τὸν Τιβέριον ἀνηγόρευσεν, ἐπ' ἀκροάσει πάντων αὐτῷ ἐντειλάμενος τὰ πρὸς θεὸν εὐσεβεῖν, τοὺς ὑπηκόους εὐεργετεῖν, τοὺς ἀδικουμένους ἐκδικεῖν, τοῖς στρατιώταις μὴ ἐνδιδόναι πλεονεκτεῖν, μὴ μέγα ἐπὶ τῇ ἁλουργίδι φρονεῖν, τοῖς εὐποροῦσιν ἀπολαύειν τῶν οἰκείων ἀνεπιφθόνως παραχωρεῖν, τοῖς μὴ ἔχουσιν ὡς δύναμις ἐπαρκεῖν, τὴν βασιλίδα καὶ πρῴην κυρίαν αὐτοῦ προσηκόντως τιμᾶν. ταῦτα παραινέσας καὶ συμβουλεύσας ὁ Ἰουστῖνος τῷ Τιβερίῳ ὁ μὲν ἐξέλιπε. 179 Τῷ δ' ἡ βασιλεία περιελέλειπτο, στεφθέντι ὑπὸ Εὐτυχίου τοῦ πατριάρχου. ἔχων δὲ γαμετὴν ὁ Τιβέριος Ἀναστασίαν Αὐγούσταν αὐτὴν ἀνηγόρευσεν, ἣ δύο αὐτῷ θυγατέρας ἐγείνατο, Χαριτὼ καὶ Κωνσταντῖναν. Σοφία δὲ ἡ πρῴην βασίλισσα τῶν ἀνακτόρων ὑπαπελθοῦσα εἰς τὰ ὁμώνυμα ἑαυτῇ κατῳκίσθη βασίλεια, βασιλικὴν αὐτῇ τοῦ Τιβερίου δόντος ὑπηρεσίαν, ὡς οἰκείᾳ μητρί. οὗτος ὁ αὐτοκράτωρ καὶ πρὸς Ὁρμίσδαν πρεσβείαν ἐποιήσατο, ἀνανεῶν τὰς σπονδάς. ὁ δὲ τὴν ἀνανέωσιν οὐ προσήκατο· διὸ καὶ ὁ Τιβέριος πρὸς τὸν κατὰ Περσῶν πόλεμον πολλὴν ἡτοίμαζε στρατιὰν καὶ Ἰουστινιανὸν τῶν ἐπισήμων τινὰ τῆς ἀνατολῆς προὐβάλετο στρατηγόν, ὃς ἐπὶ Πέρσας χωρήσας, ἐπεὶ πλησίον αὐτῶν ἐστρατοπεδεύσατο, εἰς λόγους ἧκε πρὸ παρατάξεως καὶ ἔπεισεν αὐτοὺς σπείσασθαι Ῥωμαίοις ἐπὶ τριετίᾳ. ἤδη δὲ τοῦ τρίτου παραρρυϊσκομένου ἐνιαυτοῦ Ὁρμίσδας ὁ τῶν Περσῶν ἀρχηγὸς σὺν ταῖς αὐτοῦ δυνάμεσιν 180 ἐπὶ τὴν Ἀρμενίαν χωρεῖ. τοῦτο εἰς δειλίαν ἐνέβαλε τὰ ἐκεῖ Ῥωμαίων στρατεύματα· διαλεχθεὶς δὲ τούτοις ὁ σφέτερος στρατηγὸς θάρσος ἅπασιν ἐνεποίησε, καὶ τὴν πρὸς Ὁρμίσδαν μάχην ὑπέστησαν. καὶ μέχρι μέν τινος ταῖς ἐκ τόξων κεχρημένοι βολαῖς ἐδόκουν ὑπερτερεῖν, τῶν Ῥωμαίων ταῖς ἀσπίσι καταφραγνύντων ἑαυτοὺς καὶ μὴ ἀντεπεξιόντων. ἐπεὶ δ' ἔγνωσαν οἱ Ῥωμαῖοι ἤδη κεκενῶσθαι τὰς φαρέτρας τοῖς ἐναντίοις, συνησπικότες ἀλλήλοις καὶ ἀλαλάξαντες ἐνυάλιον ἐπῆλθον τοῖς Πέρσαις κατὰ συστάδην, ἀγχεμάχοις ὅπλοις αὐτοὺς ἀμυνόμενοι. οἳ οὐδὲ πρὸς βραχὺ τὴν ὁρμὴν αὐτῶν ὑπομείναντες τρέπονται, καὶ ἀναιροῦνται μὲν οἱ πλείους· τὸ δὲ στρατόπεδον αὐτῶν διαρπάζεται· καὶ ἡ μὲν βασιλικὴ τοῦ Ὁρμίσδου σκηνὴ καὶ ἡ ἀποσκευὴ ἐκείνου πᾶσα καὶ οἱ ἐλέφαντες τῷ βασιλεῖ ὑπεξῄρηντο, τὰ δ' ἄλλα τοῖς στρατιώταις εἰάθησαν. καὶ οἱ Ῥωμαῖοι πρὸς τὰ ἐνδότερα τῆς Περσίδος ἐχώρησαν καὶ χώραν πολλὴν αὐτῆς ἐληίσαντο. τότε καὶ τὸ τῶν Βλαχερνῶν λοετρὸν οἰκοδομεῖν ὁ Τιβέριος ἤρξατο καὶ πολλοὺς ναοὺς καὶ δημοσίους οἴκους, ξενῶνάς φημι καὶ γηρωκομεῖα, ἀνενεώσατο καὶ τὸν Χρυσοτρί181 κλινον παρὰ Ἰουστίνου δομηθέντα προσεπεκόσμησεν. Εὐτυχίου δὲ τοῦ πατριάρχου ἐπὶ τέσσαρας ἐνιαυτοὺς τὸ δεύτερον τὸν θρόνον τῆς Βυζαντίδος κοσμήσαντος καὶ ἐκλελοιπότος, χειροτονεῖται πατριάρχης διάκονος τῆς μεγάλης ἐκκλησίας Ἰωάννης ὁ νηστευτής, ἀνὴρ ἱερώτατος. τοὺς δ' εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσαχθέντας δορυαλώτους Πέρσας ἅπαντας μεταμφιάσας ὁ βασιλεὺς μεγαλοπρεπῶς εἰς τὰ οἰκεῖα ἀφῆκεν ἐπανελθεῖν· οὓς ἀνελπίστως οἱ προσήκοντες θεασάμενοι ὑπερεθαύμασαν καὶ δι' ἐπαίνων τὸν βασιλέα πεποίηντο. ἐπὶ τούτου τοῦ βασιλέως ὁ Χαγάνος ὁ τῶν Ἀβάρων ἀρχηγὸς ᾐτήσατο σταλῆναι αὐτῷ οἰκοδόμους, ἵνα αὐτῷ δομήσωνται λοετρόν. σταλέντων δὲ γέφυραν παρὰ τὸν ∆άνουβιν ᾠκοδόμησε, βιασάμενος πρὸς τοῦτο αὐτούς, ἵνα δι' αὐτῆς ἀπόνως περαιούμενος τὴν ὑπὸ Ῥωμαίους ληίζηται. ἐξ ἐθνικῶν δὲ πλῆθος ἐς χιλιάδας δώδεκα συνιστά182 μενον ἀθροίσας νέων καὶ σφριγώντων ἀνδρῶν, ἐπὶ τῷ ἑαυτοῦ ὀνόματι τούτους συνεκρότησε στράτευμα, καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας Μαυρίκιον τὸν κόμητα τῶν φοιδεράτων καὶ ὑποστράτηγον Ναρσῆν τὸν κουβικουλάριον ἐκπέπομφε κατὰ τῶν Περσῶν. πολέμου δὲ συρραγέντος τὸ Ῥωμαϊκὸν ὑπερτέρησε στράτευμα καὶ πόλεις τῶν βαρβάρων καὶ