εἰσέλθῃ ἐν παλατίῳ ὑπηρετῆσαι, τὰ σκεύη τῆς ὑπηρεσίας ἐκ τῶν τοῦ βασιλέως ὑπαρχόντων λαμβάνει, αὐτὸς δὲ γυμνὸς εἰσέρχεται καὶ ἐν τοῖς τοῦ βασιλέως σκεύεσιν ὑπηρετεῖ τῷ βασιλεῖ· λοιπὸν ὧδε πολλῆς συνέσεως καὶ διακρίσεως χρεία, ἵνα μή τι παρὰ τὸ δέον διακονήσῃ, ἄλλα ἀντὶ ἄλλων ἐδέσματα εἰσαγαγὼν τῇ τοῦ βασιλέως τραπέζῃ, ἀλλὰ κατὰ ἀκολουθίαν τὰ πρῶτα καὶ τὰ ἔσχατα παραθῇ σιτία· εἰ δὲ κατὰ ἄγνοιαν καὶ ἀδιακρισίαν μὴ διακονήσει τῷ βασιλεῖ καθεξῆς, κινδύνου καὶ θανάτου ἔνοχος τυγχάνει, οὕτως καὶ ψυχὴ ἐν τῇ χάριτι καὶ τῷ πνεύματι διακονοῦσα τῷ θεῷ πολλῆς διακρίσεως καὶ γνώσεως χρῄζει, ὅπως μή τι σφαλῇ ἐν τοῖς τοῦ θεοῦ σκεύεσιν, ἤγουν τῇ τοῦ πνεύματος διακονίᾳ, τὴν ἰδίαν προαίρεσιν μὴ συμφωνοῦσαν τῇ χάριτι ἔχουσα. ἔστι γὰρ ἐν τῇ τοῦ πνεύματος διακονίᾳ κρυπτῶς ὑπὸ τοῦ ἔσω ἀνθρώπου ἐπιτελουμένῃ καὶ ἐν τοῖς ἰδίοις σκεύεσι, τουτέστι τῷ πνεύματι αὐτοῦ, διακονεῖσθαι τὸν κύριον ὑπὸ τῆς ψυχῆς. ἄνευ δὲ τῶν αὐτοῦ σκευῶν, τουτέστι τῆς χάριτος, ἀδύνατόν τινα τῷ θεῷ διακονῆσαι, τουτέστιν εὐαρεστῆσαι εἰς πάντα τὰ τοῦ θεοῦ θελήματα. καὶ ὅτε λάβῃ τὴν χάριν, καὶ τότε πολλῆς συνέσεως καὶ διακρίσεως χρεία, ἅπερ καὶ ταῦτα αὐτὸς δίδωσιν αὐτῇ ζητούσῃ παρὰ θεοῦ, ὅπως εὐαρέστως αὐτῷ διακονήσῃ ἐν τῷ πνεύματι ᾧ λαμβάνει, καὶ ἐν μηδενὶ κλαπῇ ὑπὸ τῆς κακίας καὶ σφαλῇ ὑπὸ ἀγνοίας καὶ ἀφοβίας καὶ ἀμελείας παρατραπεῖσα, καὶ παρὰ τὸ δέον τοῦ δεσποτικοῦ διαπραξαμένη θελήματος. ἐπεὶ τιμωρία καὶ θάνατος καὶ πένθος τῇ τοιαύτῃ ἔσται ψυχῇ, ὃ καὶ ὁ θεῖός φησιν ἀπόστολος· μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. ὁρᾷς, ἀπόστολος ὢν τοῦ θεοῦ οἷον εἶχε φόβον. παρακαλέσωμεν τοίνυν τὸν θεόν, ὅπως τὴν διακονίαν τοῦ πνεύματος κατὰ τὸ αὐτοῦ θέλημα διακονήσωμεν ἐξαιρέτως, ὅσοι τῆς χάριτος τοῦ θεοῦ ἐτύχομεν, καὶ μὴ τῇ καταφρονητικῇ συζῶμεν ἐννοίᾳ, ἵνα οὕτως εὐαρέστως αὐτῷ πολιτευσάμενοι καὶ πνευματικῇ λατρείᾳ κατὰ τὸ θέλημα αὐτοῦ λατρεύσαντες αὐτῷ τὴν αἰώνιον ζωὴν κληρονομήσωμεν. Ἀσθένειαν περίκειταί τις, καὶ συμβαίνει τινὰ μέλη ἔχειν αὐτὸν ὑγιῆ, ὀφθαλμὸν ἴσως ὄψεως ἤ τι ἕτερον, ἀλλὰ τὰ λοιπὰ μέλη ἠφάνισται· ἔχει χεῖρα ὑγιῆ, ἀλλὰ τὸν πόδα ἠφάνισται. οὕτως ἐστὶ καὶ εἰς τὸ πνευματικόν· εἰκός τινα ἔχειν ὑγιῆ μέλη τοῦ πνεύματος τρία, ἀλλ' οὐ παρὰ τοῦτο τέλειός ἐστιν. ὁρᾷς πόσοι βαθμοί εἰσι καὶ μέτρα τοῦ πνεύματος, πῶς κατὰ μέρος διϋλίζεται καὶ λεπτύνεται τὸ κακὸν καὶ οὐχ ἅπαξ. ὅλη ἡ πρόνοια καὶ οἰκονομία τοῦ κυρίου (καὶ τὸ ἀνατέλλειν τὸν ἥλιον, καὶ πάντα τὰ δημιουργήματα) διὰ τὴν βασιλείαν, ἣν μέλλουσι κληρονομεῖν οἱ ἐκλεκτοί, γεγόνασι, διὰ τὸ τὴν εἰρηνικὴν καὶ καθ' ὁμόνοιαν συστῆναι βασιλείαν. Ὀφείλουσιν οὖν οἱ Χριστιανοὶ εἰς πάντα ἀγωνίζεσθαι καὶ μήτε κρίνειν ὅλως τινά, μὴ πόρνην προεστῶσαν, μὴ ἁμαρτωλοὺς ἢ ἀτάκτους, ἀλλ' ἁπλῇ προαιρέσει καὶ καθαρῷ ὀφθαλμῷ πάντας ὁρᾶν, ἵν' ὑπάρχῃ τοῦτό τινι ὡς φυσικὸν καὶ πηκτόν, μηδένα ἐξουδενεῖν μήτε ἀνακρίνειν ἢ βδελύσσεσθαι ἢ ἔχειν αὐτοὺς ἐν διακρίσει. μονόφθαλμον ἐὰν ἴδῃς, μὴ διακριθῇς ἐν τῇ καρδίᾳ σου, ἀλλ' ὡς ὑγιεῖ αὐτῷ πρόσχες· τὸν ἔχοντα κυλλὴν τὴν χεῖρα ὡς μὴ κεκυλλωμένον. ἴδε τὸν χωλὸν ὡς ὀρθόν, τὸν παραλυτικὸν ὡς ὑγιαίνοντα. αὕτη γάρ ἐστιν ἡ καθαρότης τῆς καρδίας, ἵνα ἰδὼν τοὺς ἁμαρτωλοὺς ἢ ἀσθενεῖς συμπαθήσῃς καὶ σπλαγχνισθῇς ἐπ' αὐτοῖς. συμβαίνει γὰρ καὶ ἁγίους κυρίου καθέζεσθαι εἰς θέατρα καὶ βλέπειν τὴν ἀπάτην τοῦ κόσμου· αὐτοὶ δὲ κατὰ τὸν ἔσω ἄνθρωπον λαλοῦσι μετὰ τοῦ θεοῦ καὶ κατὰ τὸν ἔξω ἄνθρωπον φαίνονται τοῖς ἀνθρώποις ὡς θεωροῦντες τὰ ἐν τῷ κόσμῳ γινόμενα. Ἄλλην οὖν ἔχουσιν οἱ κοσμικοὶ ἐνέργειαν ὑπὸ τοῦ πνεύματος τῆς πλάνης τοῦ φρονεῖν τὰ γήϊνα. οἱ δὲ Χριστιανοὶ ἄλλην ἔχουσι προαίρεσιν, ἄλλον νοῦν, ἄλλου αἰῶνός εἰσιν, ἄλλης πόλεως· πνεῦμα γὰρ θεοῦ κοινωνεῖ ταῖς ψυχαῖς αὐτῶν, καὶ καταπατοῦσι τὸν ἀντικείμενον. γέγραπται γάρ· ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος·