μὲν οὖν οὐ πολύ τι πλῆθος ἦσαν οἱ διώκοντες, εὔδρομα τούτοις ἦσαν τὰ τῆς ὑποχωρήσεως. Ἐπεὶ δὲ πολλοὶ συνέθεον καὶ ὁ ἐκείνου ἵππος κεκοπιακὼς πρὸς δρόμον ἦν ἄρχρηστος, κυκλοῦν ἐπεχείρουν αὐτοὺς κατὰ πρόσωπον οἱ πολέμιοι. Οἱ δ' ἄμφω σὺν πολλῷ τῷ ῥοίζῳ κατὰ τῶν πολεμίων ὁρμήσαντες δύο μὲν τούτων κατέβαλλον, τοὺς δ' ἄλλους πόρρω φυγεῖν κατηνάγκαζον κἀκ τούτου βραχείας ἀδείας τυχόντες ἀπῄεσαν, ἀλλ' αὖθις οἱ Τοῦρκοι μετὰ πλείστων ἄλλων ὑπέστρεφον καὶ σφοδρῶς ἐπέκειντο τούτοις· οἱ δ' αὖθις ἔδρων τὰ πρότερον καὶ πολλῇ τῇ προθυμίᾳ κατὰ τῶν Τούρκων ἐχώρουν. Ξυνέβη δὲ τούτοις τὰ τῆς προθυμίας οὐκέτι κατὰ τὸ πρότερον, ἀλλ' ὁ μὲν Ἰωάννης ἕνα τῶν Τούρκων καταβαλὼν ἑτέρῳ προσκέκρουκε καὶ ἀμφοῖν οἱ ἵπποι σὺν τοῖς ἐπιβάταις πεπτώκασιν· ὁ δὲ τοῦ βασιλειῶντος υἱὸς ἐν τῷ διώκειν πόρρω γενόμενος καὶ ἕνα τῶν Τούρκων καταβαλών, ἐν μέσοις τοῖς Τούρκοις ἐναπελείφθη καὶ οὐκέθ' οἷός τε ἦν τῷ πατρὶ ξυνελθεῖν, καίτοι πολλὰ πειραθεὶς συμμῖξαι τούτοις. Λαβόντες οὖν ἄδειαν οἱ Τοῦρκοι ἐπῄεσαν κατὰ τοῦ Βρυεννίου σφοδρότερον. Εἷς οὖν αὐτῶν τὸ ξίφος σπασάμενος κατ' ἐκείνου τολμηρότερον ἐξώρμησεν· ὁ δ' ἐπιστραφεὶς παίει τοῦτον τῷ ξίφει καὶ τήν τε χεῖρα ἀπέτεμε καὶ κατὰ γῆς αὐτὴν πεσεῖν σὺν τῷ ἀκινάκῃ παρεσκεύασεν· οἱ δὲ λοιποὶ κυκλοῦν ἐπεχείρουν αὐτόν· ὁ δὲ γενναίως ἠμύνετο. Ἐξορμήσας οὖν κατὰ τῶν ἔμπροσθεν ἐπιόντων πλήττεται δόρατι· ἀσχοληθέντος δ' αὐτοῦ διακόψαι τὸ δόρυ, ὁ πρῶτος τὴν χεῖρα ὑπ' αὐτοῦ ἐκτμηθεὶς Τοῦρκος τοῦ ἵππου καταπηδήσας ἐπιβαίνει τοῖς νώτοις τοῦ Βρυεννίου· ὁ δ' ἐπιστρέφων τὸν ἀκινάκην οὐχ οἷός τε ἦν παίειν αὐτὸν τοῖς νώτοις τούτου κρυπτόμενον. Ἀποβάντες οὖν οἱ λοιποὶ τῶν Τούρκων τῶν ἵππων ἱκέτευον μὴ θνῄσκειν ἐθέλειν αὐτόν, ἀλλὰ πρὸς τὸ ξυμπεσὸν ἐνδιδόναι. Ἕως μὲν οὖν αὐτῷ ἡ χεὶρ οὐ κεκοπίακεν, οὐκ ἐνέδωκε παίων τε καὶ παιόμενος· ἐπεὶ δὲ κατάκοπος ἤδη γέγονεν, εἶξε καὶ ἄκων ταῖς τῶν ἐχθρῶν παρακλήσεσι καὶ οὕτω συνέβη τοῦτον ἁλῶναι. 4.14 Λαβόντες οὖν τοῦτον οἱ βάρβαροι μετὰ πλείστης ὅτι τιμῆς πρὸς τὸν Κομνηνὸν ἐχώρουν Ἀλέξιον, κήρυκας ἐκπέμψαντες πρότερον τὴν ἅλωσιν τούτου μηνύσοντας. Ταῦτα μὲν οὖν τοῦτον ἐπράχθη τὸν τρόπον· τὸν δὲ τούτου αὐτάδελφον ἐντυχών τις τῶν Φράγγων μετὰ τὸ σύμπτωμα καὶ πεζὸν θεασάμενος ἐπὶ τοῦ ἵππου ἀναβιβάσας διέσωσε μέχρι τῆς Ἀδριανουπόλεως· σέσωσται δὲ καὶ ὁ τούτου υἱὸς διασχὼν τοὺς κυκλώσαντας καὶ οὕτω γενόμενος ἔξω βελῶν, ὃν ἐν τῷ φεύγειν παρήγγειλεν ὁ πατὴρ γενόμενον κατὰ τὴν Ἀδριανοῦ εἰπεῖν πρὸς τὴν μάμμην καὶ τὴν μητέρα, εἴπερ μὴ σωθείη τούτου ὁ ἀδελφός, συλλέξαι τοὺς ἐκ τῆς μάχης διασωθέντας καὶ πεῖσαι μὴ πρότερον βασιλεῖ συνθέσθαι, πρὶν ἂν ἐγγράφους ἐκεῖνον ὁμολογίας ποιῆσαι μηδένα στερῆσαι τῆς προσούσης τούτῳ τιμῆς μηδ' ὑποστῆναι τῶν ὑπαρχόντων ἀφαίρεσιν. Τοῦτο μὲν οὕτω πέπρακτο ὕστερον. 4.15 Τὸν δὲ Βρυέννιον πρὸς τὸν Κομνηνὸν Ἀλέξιον ἀπαχθέντα ἰδών, ἐκεῖνος ἐθαύμασε τό τε εἶδος τοῦ ἀνδρὸς καὶ τὸ μέγεθος καὶ γὰρ ἦν ὄντως ἄξιον τυραννίδος· ἐγεγήθει δὲ ὁρῶν οἵου κατηγωνίσατο στρατηγοῦ, τὴν χεῖρα γενναίου καὶ τὴν ψυχὴν τολμηροῦ καὶ στάσιμον ἦθος ἔχοντος· ἡρωϊκὴν γὰρ ἔφερε τὴν ψυχὴν καὶ μή τις οἴοιτό με περιαυτολογοῦντα ταῦτα λέγειν καὶ γράφειν, ἀλλ' ἴστω πάντα λόγον νικώμενον τοῖς τἀνδρὸς κατορθώμασι καὶ ταῖς χάρισι καὶ ταῖς ἀγλαΐαις· εἰ γοῦν μὴ πρὸς ἄλλον σκοπὸν ὁ λόγος ἑώρα, ἀλλὰ τὰ ἐκείνου κατὰ μέρος διεξελθεῖν ἠβουλήθη, ἄλλης ἂν Ἰλιάδος ἐδέησε. Τοῦτον οὖν τὸν ἄνδρα τὸν δεινὸν μὲν ἐν ἀπερισκέπτῳ χρόνῳ τὸ δέον εὑρεῖν, δεινὸν δὲ τάξαι φάλαγγα καὶ καταστρατηγῆσαι πολεμίων ὁ Κομνηνὸς Ἀλέξιος, μήπω τὸν ἴουλον φέρων ἀπαρτισθέντα, ἀλλ' ἔτι χλοάζοντα καὶ χρυσίζονταἦν γὰρ ἐκεῖνος ..... , μετὰ τὴν συμπλοκὴν ἐκείνην καὶ τοὺς γενναίους ἀγῶνας καὶ τὴν ἧτταν νενίκηκεν οὐ πλήθει δυνάμεως, ἀλλὰ καρτερίᾳ καὶ τόλμῃ καὶ μελέτῃ στρατηγικῇ, συνέριθον λαβὼν καὶ τὴν ἄνωθεν πρόνοιαν, δι' ἣν τὰ τέλη κατορθοῦντα τῶν ἐγχειρήσεων. 4.16 Τοῦτον