τῶν ἀνθρώπων ἀγέλην ταῖς διαφόροις ἐπιθυμίαις ῥαΐσαι γλιχόμενος ἐπὶ τὸ στεγνότερον μέρος τοῦ βίου, ἑαυτοῦ δικαστὴς καὶ νομοθέτης ἐγίνετο, ἀμετα θέτῳ κρίσει πυκνούμενος, συμποσίων καὶ συλλόγων εὐτραπέλων 113 καὶ γελωτοποιῶν καὶ ματαιολόγων ἀποσχονίσας ἀνθρώπων, θωρακίσας ἑαυτοῦ τὸν τῆς ψυχῆς ὀφθαλμὸν τῇ τοῦ πνεύματος πανοπλίᾳ, ἵνα μὴ διὰ συμποσίου ἢ ἀκαίρου λόγου παρείσδυσιν εὑροῦσα ἡ ἀφροσύνη ἐξαφανίσῃ τὴν σωφροσύνην, κατὰ τὸν εἰπόντα· "Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί." διὸ καὶ συνεσκευάσθη· βαρὺς γὰρ αὐτοῖς ἦν καὶ φαινόμενος, καθάπερ λύχνος λημιῶσιν ὄμμασιν. τοιοῦτός τις ἦν ὁ συμπαθὴς Ἰερε μίας, ὁ δάκρυσιν ὀλοφυρόμενος τῶν ἀρχόντων καὶ τῶν ἱερέων τὴν ἀπιστίαν, ἐπιλέγων· "Τίς δώσει μου τῇ κεφαλῇ ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὰς δακρύων, καὶ κλαύσομαι τὸν λαόν μου ἡμέρας καὶ νυκτός;" πάλιν, "Τίς δώσει μοι σταθμὸν ἔσχατον ἐν τῇ ἐρήμῳ, καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ' αὐτῶν; διότι πάντες μοιχῶνται"· "σύνοδον ἀθετούντων" τὸν σύλλογον ὀνομάζων τῶν ψευδοπροφητῶν καὶ ἱερέων· ὡς καὶ ἀλλαχοῦ προσφωνεῖ τῷ Θεῷ, οὐχ ὡς αὐτοῦ ἀγνοοῦντος, ἀλλ' ὡς ἡμῶν ὀφειλόντων μιμεῖσθαι· "Κύριε, εἰ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ' εὐλαβούμην ἀπὸ προσώπου σου· κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην." συνῳδὰ δὲ τούτοις καὶ ∆αυείδ· "Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιό τητος," λέγων, "καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω"· καὶ ἐπιφέρει σαφηνίζων· "ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου" -τὰς πρακτικὰς δυνάμεις-"καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε." οἱ δὲ ἔλαττον φροντίσαντες τοῦ θυσιαστηρίου καὶ δόντες αὐτῷ νῶτα, οὐ προθέσει, ἀλλ' ᾗ βιοῦσιν, οὐ μόνον ἀνίπτοις χερσὶ καὶ ᾑμαγμέναις, δωροδοκίᾳ, δωροληψίᾳ, καὶ ψευδογραφίᾳ, ἀλλὰ καὶ πεπηλωμένοις ποσὶ λὰξ πατοῦντες· περὶ ὧν αἰνιττόμενος ὁ προφήτης Ἰεζεκιήλ φησιν· "Εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ εἶδον, καὶ ἰδοὺ ὀπὴ μία ἐν τῷ τοίχῳ. καὶ εἶπεν πρός με· "∆ιόρυξον, υἱὲ ἀνθρώπου." καὶ διώ ρυξα, καὶ εἶδον, καὶ ἰδοὺ θύρα μία. καὶ εἶπεν πρός με· "Εἴσελθε, καὶ ἴδε τὰς ἀνομίας τὰς πονηράς, ἃς ποιοῦσιν ὧδε." καὶ εἰσῆλθον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ καὶ κτήνους, καὶ εἴδωλα μάταια βδελύγματα. καὶ εἶπέν μοι· "Ἑόρακας, υἱὲ ἀνθρώπου, 114 ἃ ποιοῦσιν οἱ πρεσβύτεροι οἴκου Ἰσραὴλ ἐν σκοτεινῷ ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ;"" -τὴν ἀκάθαρτον αὐτῶν διάνοιαν αἰνιττόμενος-"διότι εἶπον· "Οὐχ ὁρᾷ Κύριος ἡμᾶς, ἐγκαταλέ λοιπε Κύριος τὴν γῆν." καὶ εἶπεν πρός με· "Ἔτι ὄψει ἀνομίας μείζονας ἃς οὗτοι ποιοῦσι." καὶ εἰσήγαγέ με εἰς ἕτερον τόπον, καὶ ἔδειξέ μοι· καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι κλαίουσαι τὸν Θαμμούζ·" καὶ πάλιν· "Εἰσήγαγέ με εἰς τὸν οἶκον Κυρίου τὸν ἐσώτερον· καὶ ἰδοὺ ἐκεῖ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι, καὶ τὰ πρόσωπα αὐτῶν διεστραμμένα, καὶ τὰ νῶτα αὐτῶν ἐπὶ τὸ θυσιαστήριον. καὶ εἶπεν πρός με· "Μὴ μικρὰ ταῦτα ἃ ὁ οἶκος Ἰσραὴλ ποιεῖ;"" ἠναγκάσθημεν δὲ τῆς τοῦ προφήτου περικοπῆς μνημονεῦσαι διὰ τοὺς ἀφειδεστέρους "τῶν οἰομένων εἶναί τι, καὶ ἑαυτοὺς φρεναπατούντων," καὶ τὴν ἐκκλησιαστικὴν εἰρήνην συγχεόντων, διὰ τὸ νῶτα δοῦναι τῇ τοῦ Κυρίου τραπέζῃ, "οἷς τὸ κρῖμα οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει"· "οἱ τὰ ἐπίγεια φρονοῦντες," περὶ ὧν Ἰούδας ὁ ἀδελφὸς Ἰακώβου φησίν· "Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευω χούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων φερόμεναι· καὶ κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται." ᾗ μὲν γὰρ "νεφέλας ἀνύδρους" ἐκάλεσεν, τὴν πονηρὰν αὐτῶν ᾐνίξατο χάλαζαν, τὴν τῆς ἀμπέλου ἀντίδικον· ᾗ δὲ "πλανήτας ἀστέρας," τὸ τῆς νηὸς ἐπίβουλον ὑπῃνίξατο· ἥτις ναῦς καὶ ἄμπελός ἐστιν ἡ ἐκκλησία. τίνα δέ ἐστιν, ἃ τοῖς τοιούτοις ἕψεται ἐξ ἀνάγκης; ἄκουσον πάλιν τοῦ αὐτοῦ διηγου μένου προφήτου Ἰεζεκιήλ· "Καὶ ἔδειξέ μοι, καὶ ἰδοὺ ἄνδρες ἓξ ἤρχοντο ἀπὸ τῆς ὁδοῦ τῆς πύλης τῆς ὑψηλῆς τῆς βλεπούσης