Θεοῦ. Μαρτυροῦσιν ἄνεμοι προστασσόμενοι καὶ φιμούμενοι. Πέντε ἄρτοι μαρτυροῦσιν εἰς πεντακισχιλίους πληθυνθέντες. Τὸ ξύλον τὸ ἅγιον τοῦ σταυροῦ μαρτυρεῖ, μέχρι σήμερον παρ' ἡμῖν φαινόμενον, καὶ διὰ τῶν κατὰ πίστιν ἐξ αὐτοῦ λαμβανόντων, ἐντεῦθεν τὴν οἰκουμένην πᾶσαν σχεδὸν ἤδη πληρῶσαν. Ὁ φοῖνιξ ὁ ἐπὶ τῆς φάραγγος μαρτυρεῖ, τὰ βάϊα παρασχὼν παισὶ τοῖς τότε εὐφημοῦσι. Τὸ Γεθσημανῆ μαρτυρεῖ, τὸν Ἰούδαν μονονουχὶ δεικνύον ἔτι τοῖς νοοῦσιν. Ὁ Γολγοθᾶς ὁ ἅγιος οὗτος ὁ ὑπερανεστηκὼς, μαρτυρεῖ φαινόμενος. Τὸ μνῆμα τῆς ἁγιότητος μαρτυρεῖ, καὶ ὁ λίθος ὁ μέχρι σήμερον κείμενος. Ἥλιος νῦν λάμπων μαρτυρεῖ, ὁ τότε κατὰ τὸν καιρὸν τοῦ σωτηριώδους πάθους ἐκλιπών. Τὸ σκότος μαρτυρεῖ, τὸ τότε γενόμενον ἀπὸ ἕκτης μέχρις ἐννάτης ὥρας. Τὸ φῶς μαρτυρεῖ, τὸ ἀπὸ ἐννάτης ἕως ἑσπέρας ἐκλάμψαν. Τὸ ὄρος τῶν Ἐλαιῶν μαρτυρεῖ τὸ ἅγιον, ἀφ' οὗπερ ἀνῆλθε πρὸς τὸν Πατέρα· καὶ ὀμβροτόκοι νεφέλαι μαρτυροῦσι, δεξάμεναι τὸν δεσπότην. Καὶ οὐράνιοι δὲ πύλαι μαρτυροῦσι [δεξάμεναι τὸν δεσπότην], περὶ ὧν εἶπεν ὁ ψαλμῳδός· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Οἱ ποτὲ ἐχθροὶ μαρτυροῦσιν, ὧν εἷς ὁ μακάριος Παῦλός ἐστιν, πρὸς ὀλίγον μὲν ἐχθράνας, πολυχρονίως δὲ δουλεύσας. Ἀπόστολοι δώδεκα μαρτυροῦσιν οὐ λόγοις μόνον, ἀλλὰ καὶ βασάνοις καὶ θανάτοις ἰδίοις κηρύξαντες τὴν ἀλήθειαν. Ἡ σκιὰ Πέτρου μαρτυρεῖ, θεραπεύσασα ἐν ὀνόματι Χριστοῦ τοὺς ἀῤῥωστοῦντας. Τὰ σουδάρια καὶ τὰ σημικίνθια μαρτυρεῖ· θεραπεύοντα παραπλησίως τῇ δυνάμει τοῦ Χριστοῦ τότε διὰ Παύλου. Πέρσαι καὶ Γότθοι καὶ πάντες οἱ ἐξ ἐθνῶν μαρτυροῦσιν, ὑπεραποθνήσκοντες τούτου, ὃν σαρκὸς ὀφθαλμοῖς οὐκ ἐθεώρησαν. Οἱ διὰ τῶν πιστῶν μέχρι σήμερον ἀπελαυνόμενοι δαίμονες μαρτυροῦσι. 10.20 Τοσοῦτοι, καὶ διάφοροι, καὶ πλείους εἰσὶ μάρτυρες· ἆρα ἀπιστεῖται λοιπὸν Χριστὸς ὁ μαρτυρούμενος; Εἰ μὲν οὖν ἐστί τις πρότερον ἀπιστῶν, πιστευέτω νῦν· εἰ δὲ πρότερον ἦν πιστὸς, προσθήκην πίστεως λαμβανέτω μείζονα, πιστεύων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· καὶ γινωσκέτω τίνος ἔχει τὴν προσηγορίαν. Χριστιανὸς ἐκλήθης· φεῖσαι τοῦ ὀνόματος. Μὴ διὰ σὲ βλασφημείσθω ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ· Ἀλλὰ λαμψάτω τὰ καλὰ ἔργα σου μᾶλλον ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα οἱ βλέποντες ἄνθρωποι δοξάζωσιν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς· ᾧ ἡ δόξα καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 11.τ ΚΑΤΗΧΗΣΙΣ ΙΑʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τό· ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ, ΤΟΝ ΕΚ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΑ ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ ΠΡΟ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ, ∆Ι' ὉΥ ΤΑ ΠΑΝΤΑ ΕΓΕΝΕΤΟ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ἑβραίους· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, καὶ τὰ ἑξῆς. 11.1 Ὅτι μὲν εἰς Ἰησοῦν Χριστὸν ἐλπίζομεν, αὐτάρκως κατὰ δύναμιν ἡμῖν εἴρηται, διὰ τῶν χθὲς ὑμῖν παραδεδομένων. Οὐχ ἁπλῶς δὲ εἰς Χριστὸν Ἰησοῦν πιστευτέον, οὐδὲ ὡς ἕνα τῶν πολλῶν καταχρηστικῶς καλουμένων χριστῶν παραδεκτέον. Ἐκεῖνοι μὲν γὰρ ἦσαν χριστοὶ τυπικοί· οὗτος δὲ Χριστὸς ἀληθής· οὐκ ἐξ ἀνθρώπων ἐκ προκοπῆς εἰς ἱερωσύνην ἀνελθὼν, ἀλλ' ἀεὶ τὸ τῆς ἱερωσύνης πατρόθεν ἔχων ἀξίωμα. Καὶ διὰ τοῦτο προασφαλιζομένη ἡ Πίστις, ἵνα μὴ τῶν ψιλῶν χριστῶν ὑποπτεύσωμεν ἕνα, προστίθησι τῇ τῆς Πίστεως ἐπαγγελίᾳ, ὅτι πιστεύομεν ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ. 11.2 Υἱὸν δὲ πάλιν ἀκούων, μὴ νομίσῃς θετὸν, ἀλλὰ φυ σικὸν Υἱὸν, Υἱὸν μονογενῆ, ἀδελφὸν ἕτερον οὐκ ἔχοντα. ∆ιὰ τοῦτο γὰρ καλεῖται μονογενὴς, ὅτι εἰς τὸ τῆς θεότητος ἀξίωμα καὶ τὴν ἐκ Πατρὸς γέννησιν ἀδελφὸν οὐκ ἔχει. Υἱὸν δὲ τοῦ Θεοῦ καλοῦμεν αὐτὸν οὐκ ἀφ' ἑαυτῶν, ἀλλὰ γὰρ αὐτοῦ τοῦ Πατρὸς αὐτὸν Χριστὸν Υἱὸν ὀνομάσαντος. Ἀληθὴς δὲ προσηγορία, ἡ ἐκ πατέρων τοῖς τέκνοις ἐπιτιθεμένη. 11.3 Ἐνηνθρώπησε τότε ὁ