τοῦ βασιλέως Ῥωμανοῦ υἱός, ὃν ἔμελλον πατριάρχην χειροτονεῖν Κωνσταντινουπόλεως. 38. Εἰκάδι δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς χειμὼν ἀφόρητος γέγονεν, ὥστε κρυσταλλωθῆναι τὴν γῆν ἐπὶ ἡμέρας ρκʹ. ὅθεν καὶ γέγονε μέγας λιμὸς τοὺς πώποτε γενομένους ὑπερβαλλόμενος, 909 καὶ θάνατος ἐκ τοῦδε πολύς, ὡς μὴ δύνασθαι τοὺς ζῶντας ἐκκο μίζειν τοὺς τεθνεῶτας. ὁ δὲ βασιλεὺς Ῥωμανὸς τὴν ἀπόρρητον ἐκείνην βίαν κατανοήσας, ἀξίαν τῆς αὐτοῦ συμπαθοῦς καὶ ἐλεή μονος φύσεως πρόνοιαν ἐποιήσατο, πολλαῖς ἐλεημοσύναις τὴν ἐκ τοῦ λιμοῦ παραμυθησάμενος ἔνδειαν· ἀνέφραξέ τε θυρίσι καὶ σανιδώμασι τὰς τῶν ἐμβόλων στοάς, ὡς μὴ τὴν χιόνα καὶ τὸ ψῦχος ἐκεῖθεν ἐπεισιέναι τοῖς πένησι. τότε καὶ τὰς λεγομένας ἄρκλας ἐν πᾶσι κατεσκεύασε τοῖς ἐμβόλοις, ἄργυρόν τε κατὰ μῆνα τοῖς ἐν ταύταις κατακειμένοις πένησι δίδοσθαι διετάξατο, καὶ τὰ μηνιαῖα τριμίσια ἐν ταῖς ἐκκλησίαις, ἀργύρου ἐγκεχαραγμένου χιλιάδας ιβʹ. οὐ μόνα δὲ ταῦτα ἡ συμπαθὴς ἐκείνη ψυχὴ διετυ πώσατο τῶν πενήτων προνοουμένη, ἀλλὰ καὶ καθ' ἡμέραν τρεῖς αὐτῷ συνεσθίειν πένητας διετάξατο, οἳ καὶ ἀνὰ ἓν ἐλάμβανον νό μισμα. τετράδι δὲ καὶ παρασκευῇ τρεῖς πένητες μοναχοὶ συνή σθιον, τὸ τετυπωμένον λαμβάνοντες νόμισμα ἕκαστος. ὅπερ δὲ ἐν τοῖς μοναστηρίοις εἰώθει γίνεσθαι, ὥστε ἐν τῷ καιρῷ τῆς ἑστιά σεως ἀνάγνωσιν γίνεσθαι, τοῦτο καὶ αὐτὸς ἐποίει, διπλῆν ἑαυτῷ καὶ τοῖς δαιτυμόσι τὴν τράπεζαν παρατιθείς, ὥστε τὸ μὲν σῶμα τρέφεσθαι τῇ συνήθει τροφῇ, τὴν δὲ ψυχὴν τῇ καταλλήλῳ τῶν λόγων ἐπεντρυφᾶν ἡδονῇ, οἷς ἐκεῖνος ἐπιμελῶς προσέχων τὸν νοῦν κατενύσσετο τὴν ψυχὴν καὶ πολλὰς δακρύων ἠφίει πηγάς. 910 39. Τὴν δὲ πίστιν ἣν ἐκέκτητο πρὸς πάντας μὲν μονα χούς, μάλιστα δὲ τοὺς ἐπὶ ἁγιωσύνῃ διαβοήτους καὶ εὐλαβείᾳ, τίς ἂν διηγήσαιτο; οὐκ ἐθεάσατο γάρ ποτε μοναχὸν ἀρετῆς ἀντε χόμενον, ᾧ τινὶ τὰς ἑαυτοῦ πράξεις σὺν πολλοῖς οὐκ ἐξηγόρευσε δάκρυσιν. πιστότατος δὲ ὢν καὶ ὀρθοδοξότατος πάσας τὰς τῆς πόλεως ἐκκλησίας πέπλοις διαφανέσι καὶ φωταγωγίαις λαμπραῖς κατεκόσμει καὶ κατεφαίδρυνεν. ἀλλὰ καὶ τοῖς ἐν τοῖς ὄρεσι μο ναχοῖς, τῷ τε Ὀλύμπῳ καὶ τῷ Κυμηνᾷ καὶ τῇ Χρυσῇ κατονομα ζομένῃ πέτρᾳ καὶ τῷ τοῦ Βαραχέος ὄρει, οὐ διέλειπεν ἐτησίους ῥόγας ἐξαποστέλλειν, καὶ φροντίζων τούτων καὶ προνοούμενος, καὶ τοὺς ὀνομαστοὺς ἐπὶ πράξει καὶ θεωρίᾳ μετακαλούμενος ὡς αὐτόν, καὶ τῶν εὐχῶν αὐτῶν τὰς εὐλογίας τρυγῶν. οὐ μόνον δὲ ἀλλὰ καὶ τοῖς διὰ τὸν θεὸν ἐγκλείστοις καὶ ἑαυτοὺς ἐν στενωτάτοις οἴκοις καθείρξασι καὶ πᾶσι τοῖς μοναστηρίοις τὰς ἐτησίους ῥόγας, ἃς διετύπωσεν, οὐ διέλειπεν ἐπιχορηγῶν. ταῦτα ὡς ἐκ πολλῶν ὀλίγα τῶν ἀπείρων αὐτοῦ κατορθωμάτων καὶ ἐλεημοσυνῶν διεξήλ θομεν. 40. Πέτρῳ δὲ τῷ Βουλγάρῳ ἐπέθετο Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ μετὰ καὶ ἑτέρων μεγιστάνων τοῦ Συμεών· καὶ φωραθέντων αὐτῶν ὁ μὲν Ἰωάννης τύπτεται καὶ ἐγκλείεται φυλακῇ, οἱ δὲ λοιποὶ τιμωρίαις οὐ ταῖς τυχούσαις ὑποβάλλονται. ταῦτα δῆλα ποιή σαντος Πέτρου τῷ βασιλεῖ Ῥωμανῷ, ἀπέστειλεν ὁ βασιλεὺς τὸν 911 μοναχὸν Ἰωάννην, ὃς ἐγεγόνει ῥαίκτωρ, προφάσει μὲν ὡς ποιή σασθαι ἀλλάγιον τῶν κρατουμένων αἰχμαλώτων, τῇ δὲ ἀληθείᾳ κατασχεῖν Ἰωάννην καὶ ἐν Κωνσταντινουπόλει ἀγαγεῖν. εἰσελθὼν γὰρ ἅμα τῷ Ἰωάννῃ ἐν πλοίῳ ἀπὸ Μεσημβρίας ἦλθεν ἐν τῇ πόλει· καὶ μετ' οὐ πολὺ τούτου τὸ μοναχικὸν σχῆμα ἀπορρίψαν τος καὶ γυναῖκα ἐπιζητήσαντος, δέδωκεν αὐτῷ ὁ βασιλεὺς οἶκον καὶ κτήματα πάμπολλα καὶ γυναῖκα ἐκ τῆς αὐτοῦ πατρίδος τῆς τῶν Ἀρμενιακῶν ὁρμωμένην, γάμον τε λαμπρὸν ἐν τῇ τοῦ Καί σαρος οἰκίᾳ πεποίηκεν, Χριστοφόρου βασιλέως καὶ Ἰωάννου μο ναχοῦ, τοῦ γεγονότος ῥαίκτορος, παρανυμφευσάντων. 41. Μαρτίῳ δὲ μηνὶ ἡμέρᾳ βʹ κοσμήτης ἔπεσεν ἐν τῷ φόρῳ ἐκ τῶν στοιχηδὸν ἱσταμένων ἐκεῖσε κίοσιν ἐπικειμένων, καὶ ἀπέκτεινεν ἄνδρας ʹ. γέγονε δὲ καὶ ἐμπρησμὸς μέγας καὶ φοβε ρὸς εἰς τὸν τοῦ φόρου ἔμβολον, πλησίον τοῦ ναοῦ τῆς ὑπεραγίας θεοτόκου, ὥστε κατακαῆναι τά τε κηροπωλεῖα καὶ τὰ γουνάρια τοῦ φόρου μέχρι τῶν Ψιχῶν. 42. Ἐτελεύτησε δὲ Χριστοφόρος ὁ βασιλεὺς μηνὸς Αὐ γούστου, ἰνδικτιῶνος δʹ, πολλὰ κοψαμένου αὐτὸν τοῦ πατρός, ὡς