οὖν λαβὼν αὐτὸς μὲν ἀπῄει ὡς πρὸς τὴν Κωνσταντινούπολιν· τὰ δὲ κοκκοβαφῆ πέδιλα, ἃ ἐκεῖνος βασιλειῶν ἐπεδύετο, μαργάροις ὄντα καὶ λίθοις κατάστικτα πρὸς τὸν κρατοῦντα ἐξέπεμπε, μηνύων αὐτῷ τὴν ἐκείνου κατάσχεσιν. Ὁ δ' ἡσθεὶς τῷ ἀκούσματι ὃν εἶχε πιστότατον καὶ οἰκειότατον ἄνδρα, εἴτε Σκύθην, εἴτε Μυσόν Βορίλας ἦν τούτῳ τὸ ὄνομα, ὃν πρωτοπρόεδρον τιμήσας ἐθνάρχην ἐκπέμπει παραληψόμενον τὸν Βρυέννιον, τῷ τῶν Σχολῶν δομεστίκῳ τῷ Κομνηνῷ κελεύων μὴ εἰσιέναι πρὸς τὴν Κωνσταντινούπολιν, ἀλλ' ἀπελθόντα καὶ τὰ κατὰ τὴν Ἀδριανούπολιν καταστήσαντα κατὰ τοῦ Βασιλάκη στρατεύειν. Ἔφθη γὰρ κἀκεῖνος δυνατὸς γενέσθαι, τοῦ ἐν τῷ Ἰλλυρικῷ παντὸς στρατεύματος καὶ τῇ Βουλγαρίᾳ αὐτῷ προσχωρήσαντος· οὐ μὴ δέ, ἀλλὰ καὶ Βαράγγους εἶχε μεθ' ἑαυτοῦ, ὅσοι πρὸς τοῦ βασιλέως Μιχαὴλ ξὺν τῷ Βασιλάκῃ πρὸς τὸ ∆υρράχιον κατεπέμφθησαν· κατέσχε δὲ καὶ τὴν ἐν Θεσσαλίᾳ μητρόπολιν, ἣν Θεσσαλονίκην ὀνομάζουσιν. Ὁ μὲν οὖν Κομνηνὸς βαρέως τὸ κελευσθὲν ἔφερεν· ᾤετο γὰρ τιμὰς ἐκ βασιλέως καὶ γέρα αὐτῷ γενέσθαι τοῦ κατορθώματος ἄξια, ὡς οὐ τυραννίδα, μᾶλλον δὲ βασιλείαν μεγίστην καὶ στρατεύματι τοσούτῳ καὶ τηλικούτῳ κρατυνομένην καὶ στρατηγῷ τοιούτῳ περιωνύμῳ καὶ χώρας τοσαύτης δασμοφορίᾳ καὶ πόλεων καταλύσαντι καὶ ὑποτάξαντι, πλὴν ἀλλὰ καὶ βαρέως φέρων ἐποίει τὸ κελευσθέν. 4.17 Τὸν δὲ Βρυέννιον ὁ Βορίλας παραλαβὼν καὶ πρὸς τὸ Φιλοπάτιον λεγόμενον ἀπαγαγὼν ἐκτυφλοῖ, ἄνδρα στερήσας τῇ Ῥωμαίων ἀρχῇ καὶ πολιτείᾳ οἷον οὔτινα ἄλλον ἐκέκτητο ἄνευ τοῦ τούτῳ ὑπερισχύσαντος. Ὁ Κομνηνὸς δ' ἐπὶ τρισὶν ἡμέραις μείνας ἔξω τῆς πόλεως καὶ τοὺς ἰδίους πρὸς αὐτὸν ἐξελθόντας ἰδών τε καὶ συνταξάμενος ἐχώρει πρὸς τὴν Ἀδριανούπολιν, λαβὼν ἐκ βασιλέως καὶ συγχωρήσεις ἐγγράφους βασιλικοῖς γράμμασιν ἐρυθρὰς καὶ σφραγῖσι χρυσαῖς βεβαιουμένας, ὥσθ' ἕκαστον τῶν ἀρχόντων ἔχειν καὶ τὴν τιμὴν ἣν εἶχε καὶ τὰς κτήσεις ἁπάσας ὁπόσων δεσπότης ἐφαίνετο πρότερον. 4.18 Ὁ δὲ βασιλεὺς μεθ' ἡμέρας τινὰς μεταστειλάμενος τὸν Βρυέννιον ὤκτειρέ τε τῆς συμφορᾶς καὶ τῶν ἰδίων ἁπάντων κατέστησε κύριον, τιμαῖς τε αὐτὸν καὶ δωρεαῖς ἑτέρων κτήσεων ἀνεκτήσατο. Οἱ δὲ θαμινὰ πρὸς αὐτὸν μετεπέμποντό τε ἄρχοντες καὶ πάντες εἰσῄεσαν εἰς τὴν βασιλίδα τῶν πόλεων καὶ ὁ βασιλεὺς ἀσμένως ἅπαντας ὑπεδέχετο, φθάσαντος ἤδη καὶ τοῦ Κομνηνοῦ Ἀλεξίου καὶ τὰς χρυσοσημάντους γραφὰς αὐτοῖς ἐγχειρίσαντος. Τοὺς μὲν ἄλλους ἅπαντας παραλαβὼν κατὰ τοῦ Βασιλάκη χωρεῖ τὰ πρὸς βασιλέως κελευσθέντα ποιεῖν· κἀκεῖνοι μὲν ξὺν γυναιξὶ καὶ τέκνοις ἀφίκοντο πρὸς τὴν μεγαλόπολιν, καθάπερ ἄνωθεν λέλεκται· ὁ Κομνηνὸς δὲ διὰ Μακεδονίας καὶ Βολεροῦ διελθὼν τὸν Στρύμονα καταλαμβάνει καὶ τοῦτον διαπεράσας καὶ τὰ μεταξὺ Στρουμπίτζης καὶ τοῦ λεγομένου Μαύρου ὄρους στενὰ διελθὼν εἰς χωρίον πρός τινα ποταμὸν κείμενον γέγονεν, ὃν ἐγχωρίως καλοῦσι Βαρδάριον. Ὁ δὲ Βαρδάριος καταρρεῖ μὲν ἐκ τῶν τῆς νέας Μυσίας ὀρῶν καὶ διιὼν διὰ Σκούπων κάτεισι μεταξὺ Στρουμπίτζης καὶ Στυπίου, δίχα τέμνων τὰ ὄρη· βραχὺ δὲ ἐκεῖθεν προϊὼν διίστησιν ἀλλήλων τά τε Βερροίας καὶ Θεσσαλονίκης χωρία δι' αὐτῶν ῥέων καὶ πρὸς τὴν θάλασσαν δίεισι· χρόνοις δὲ πρότερον βραχύ τι τῆς ἰδίας ἀπονεύσας πορείας ἑτέρωσε ἐτράπετο οὐ πάνυ τι δυοῖν ἢ τριῶν σταδίων τῆς προτέρας διόδου ἀπέχουσαν, ὥστε ξυμ βῆναι τὴν πρώην ἐκείνου πάροδον διώρυχα εἶναι αὐτοφυῆ. Μεταξὺ οὖν ἀμφοῖν ὁ Κομνηνὸς Ἀλέξιος κατεστρατοπέδευσε, παραγγείλας πάντας ἀριστήσαντας τὸ λοιπὸν τῆς ἡμέρας ἀναπαύεσθαι ὡς τὴν νύκτα μέλλοντας ἀγρυπνεῖν ἢ καθεύδειν ἐν ὅπλοις. 4.19 Καὶ γὰρ ἀγχίνους ὢν καὶ πεῖραν λαβὼν ἱκανὴν ἐξ ὧν ἔδρασε πρότερον, ἐθήρασε τὸν τοῦ πολεμίου σκοπόν, οἰόμενος ἐπιθέσθαι τούτῳ ἐκεῖνον νυκτός, ὃ δὴ καὶ γέγονε. Ταύτῃ τοι καὶ προπαρεσκευάσατο καὶ σκοποὺς πανταχόθεν ἐξέπεμπεν· ἀλλ' οὗτος μὲν οὕτως· ὁ δὲ Βασιλάκης, τῶν ξυνόντων τῷ Κομνηνῷ αὐτομολήσαντός τινος πρὸς αὐτὸν καὶ φράσαντος ὡς, εἰ βούλοιτο ἐπιθέσθαι τούτῳ, παραδώσει τοῦτον αὐτὸς