ἕνεκα τοῦ μεγαλῦναί σε, κύριέ μου κύριε.» 33.4 τῶν δὲ ἐξομολογήσεων παράδειγμα· «ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με,» καὶ ἐν ἄλλοις· «προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.» 33.5 τῶν δὲ αἰτήσεων ἐν εἰκοστῷ ἑβδόμῳ ψαλμῷ· «μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν, καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με,» καὶ εἴ τι τούτοις ὅμοιον. 33.6 εὔλογον δὲ ἀρξάμενον ἀπὸ δοξολογίας εἰς δοξολογίαν καταλήγοντα καταπαύειν τὴν εὐχὴν, ὑμνοῦντα καὶ δοξάζοντα τὸν τῶν ὅλων πατέρα «διὰ Ἰησοῦ Χριστοῦ» ἐν ἁγίῳ πνεύματι, «ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.» 34.1 Ταῦτα κατὰ δύναμιν ἐμὴν εἰς τὸ τῆς εὐχῆς πρόβλημα καὶ εἰς τὴν ἐν τοῖς εὐαγγελίοις εὐχὴν τά τε πρὸ αὐτῆς παρὰ τῷ Ματθαίῳ εἰρημένα ἡμῖν διήθληται, φιλομαθέστατοι καὶ γνησιώτατοι ἐν θεοσεβείᾳ ἀδελφοὶ, Ἀμβρόσιε καὶ Τατιανή. οὐκ ἀπογινώσκω δὲ, «τοῖς ἔμπροσθεν» ὑμῶν ἐπεκτεινομένων καὶ τῶν ὄπισθεν ἐπιλανθανομένων εὐχομένων τε ἐν τούτοις ὄντων περὶ ἡμῶν, πλείονα καὶ θειότερα εἰς πάντα ταῦτα δυνηθῆναι χωρῆσαι ἀπὸ τοῦ διδόντος θεοῦ καὶ λαβὼν πάλιν περὶ τῶν αὐτῶν διαλαβεῖν μεγαλοφυέστερον καὶ ὑψηλότερον καὶ τρανότερον· πλὴν ἐπὶ τοῦ παρόντος μετὰ συγγνώμης τούτοις ἐντεύξεσθε.