πρὸς βοῤῥᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ ἀνὴρ εἷς ἐν μέσῳ αὐτῶν, ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ· καὶ εἰσῆλθον καὶ ἔστησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλκοῦ. καὶ ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν χερουβίμ, ἡ οὖσα ἐπ' αὐτῶν, εἰς τὸ αἴθριον τοῦ οἴκου. 115 καὶ ἐκάλεσεν τὸν ἄνδρα τὸν ἐνδεδυμένον τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην, καὶ εἶπεν Κύριος πρὸς αὐτόν· "∆ίελθε μέσην τὴν πόλιν τὴν Ἰερουσαλήμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ κατω δυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν." καὶ αὐτοῖς εἶπεν" -δηλαδὴ τοῖς ἓξ τοῖς ἔχουσι τοὺς πέλυκας-"ἀκούοντός μου· "Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ"" -δηλαδὴ τοῦ τὰ σημεῖα τιθέντος ἐπὶ τῶν μετώπων- ""καὶ κόπτετε καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας, ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε· καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε." καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων οἳ ἦσαν ἐν τῷ οἴκῳ Κυρίου." εἰ δέ τις νομίζει περὶ τῶν κατὰ τὴν Ἰουδαίαν προφητεύεσθαι ταῦτα, οὗτος ἔοικε καὶ τὴν τοῦ Σωτῆρος ἐπι δημίαν ἠγνοηκέναι· οὐ γὰρ πρὸ τῆς αἰχμαλωσίας ἱεράτευσεν ὁ Ἰεζεκιήλ. παῖς γὰρ ἔτι νεαρὸς συναιχμαλωτισθεὶς κατὰ οἰκονομίαν Θεοῦ τῇ φυλῇ τοῦ Λευΐ, τῷ τριακοστῷ ἔτει τῆς ὁράσεως καταξιοῦται τῶν μελλόντων, ἱερατεύων ἐν τῇ αἰχμα λωσίᾳ, ὡς αὐτὸς ὑφηγεῖται· "Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνί, πέμπτῃ τοῦ μηνός· καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ"· καὶ πάλιν μετ' ὀλίγα· "Ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιήλ, υἱὸν Βουζί, τὸν ἱερέα ἐν γῇ Χαλδαίων ἐπὶ τοῦ ποταμοῦ Χοβάρ." εἰ δὲ ἐντεῦθεν στενούμενός τις ἐρεῖ ἡμῖν· "Προηγησαμένου τοῦ Σωτῆρος, ὃς καὶ τὸ σημεῖον δέδωκεν ἐπὶ τῶν μετώπων τοῦ σταυροῦ, ἐπηκολουθηκέναι ἀπιστηθέντος τοῦ Σωτῆρος, τὴν βασιλείαν Ῥωμαίων ἐπὶ Οὐεσπασιανοῦ συγκόψαντος τῷ τεσ σαρακοστῷ ἔτει τὴν τὰ παράνομα ἐργασαμένην συναγωγήν"· ἀποδεχόμεθα μὲν τὸν ταῦτα νοοῦντα, παρακαλοῦμεν δὲ αὐτόν, ὡς υἱὸν τῆς Καινῆς ∆ιαθήκης, πείθεσθαι τῷ τῶν τοιούτων μύστῃ Παύλῳ τῷ λέγοντι περὶ πάντων τῶν τοιούτων βιβλίων, τό· "Ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν." ταῦτα δὲ λέγω, οὐχὶ δι' εὐχῆς ἔχων σιδηρᾶν ῥομφαίαν ἐλθεῖν 116 ἐπὶ τοὺς ἐχθροὺς τοῦ Θεοῦ, -ἄπαγε. οὔτε γὰρ περὶ σιδηρᾶς ὁ προφήτης σημαίνει, ἀλλὰ περὶ ἑτέρας τινὸς κολαστικῆς δυνάμεως, περὶ ἧς ὁ αὐτὸς Ἰεζεκιὴλ λέγει· "Γῆ ἐφ' ἣν ῥομφαίαν ἐπάγω ἐπ' αὐτήν" (τὸ δέ, "ἐπάγω," ἀντὶ τοῦ, "συγχωρήσω"), "καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνδρα ἕνα, καὶ δῶσιν ἑαυτοῖς εἰς σκοπόν, καὶ ἴδῃ ὁ σκοπὸς τὴν ῥομφαίαν ἐρχομένην, καὶ σαλπίσῃ τῇ σάλπιγγι, καὶ σημάνῃ τῷ λαῷ, καὶ ἀκούσῃ ὁ ἀκούων καὶ μὴ φυλάξηται, ἐπελθοῦσα δὲ ἡ ῥομφαία καταλάβῃ τινά, τὸ αἷμα αὐτοῦ ἐξ αὐτοῦ ἐκζητήσω, ὅτι οὐκ ἤκουσεν τῆς φωνῆς τῆς σάλ πιγγος"· καὶ πάλιν· "Ἐὰν δὲ ὁ σκοπὸς ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σαλπίσῃ τῇ σάλπιγγι, καὶ τῷ λαῷ μὴ σημάνῃ, ἐπελθοῦσα δὲ ἡ ῥομφαία καταλάβῃ τινά, τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρὸς τοῦ σκοποῦ [τῆς σάλπιγγος] ἐκζητήσω, ὅτι ἰδὼν τὴν ῥομφαίαν οὐκ ἐσάλπισεν." τοῦτον τὸν κίνδυνον οὐχ ὑπνῶν τὸν τῆς ἀπιστίας ὕπνον, οὐδὲ ὀκνῶν τὸν τῆς φιλη δονίας ὄκνον ὁ μακάριος Ἰωάννης πρὸ ὀφθαλμῶν ἔχων, ὑψη λότερον σάλπιγγος ἐβόα, οὐκ ἄδηλον φθόγγον σημαίνων, ἀλλ' εὔδηλον γνῶσιν παρέχων τῆς διαβολικῆς ῥομφαίας, παρεκάλει φεύγειν τοὺς πάντας. καὶ ὅσοι μὲν τὸ συνειδὸς καθαρὸν καθάπερ σημεῖον ἐπὶ τοῦ τῆς ψυχῆς μετώπου ἔσχον, χάριτι Θεοῦ σὺν ὑμῖν τοῖς πιστοῖς Ῥωμαίοις διεσώθησαν· ὅσοι δ' αὖ πάλιν μεμολυμμένον, τοὺς λαοὺς καὶ τοὺς ἱερεῖς εἰς τὴν κατ' ἀλλήλων φιλονεικίαν ἐξέκαυσαν, ἵνα τοῖς κοινοῖς κακοῖς τὸ καθ' ἑαυτοὺς συσκιάσωσιν. {Ο ∆ΙΑΚ.} Θαυμασίως μὲν εἴρηκας· ὡμολόγηται δὲ ὅτι ἀμή χανόν ἐστι πρᾶγμα, ἄνθρωπον ἄμεμπτον ἐν τῷ περιγείῳ βίῳ τούτῳ εὑρεθῆναι τέλειον· τῆς Γραφῆς λεγούσης