δεδικαιωμένους ὑπὸ σοῦ, ὧν βασιλεύεις, φησὶν, ἀπαλλάξας αὐτοὺς τοῦ τυράν νου. ∆είκνυσι νοερὰν οὖσαν τὴν νίκην· ὅπλων γὰρ μνημονεύσας, μέμνηται καὶ πραότητος. Πράου δέ ἐστι τὰ μὲν εἰς ἑαυτὸν ἀφεῖναι τοῖς ἀδικουμένοις. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ἐπειδὴ γὰρ ῥομφαίας ἐμνημόνευσεν, ἀκόλουθον καὶ δεξιᾶς ἐποιήσατο μνήμην. ∆εξιὰ δὲ αὐτοῦ τὰ δεξιὰ βουλεύ ματα, οἷς κεχρημένος τὴν τῆς ἁμαρτίας οὐκ ἐδέξατο προσβολήν. Τὰ βέλη σου ἠκονημένα, δυνατέ. Βέλη τοὺς ἁγίους ἀποστόλους φησὶν, οἳ καὶ ἐν καρδίᾳ καιρίας δεδώκασι πληγὰς τοῖς ἐχθροῖς τοῦ Βασιλέως τῶν βα σιλευόντων. Ταῦτα δὲ τὰ βέλη, πλήξαντα εἰς καρδίαν τοὺς νοητοὺς ἐχθροὺς, ἴσχυσε προσενέγκαι τὴν ὑπ' οὐρανὸν ὑπὸ πόδας Χριστοῦ, καὶ τῆς αὐτοῦ βα σιλείας ὑποθεῖναι τοῖς ζυγοῖς. Ἐν ὑπερβατῷ δὲ οἱ στίχοι, ἵνα ὦσιν οὕτως· Τὰ βέλη σου ἠκονημένα, δυ νατὲ, ἐν καρδίαις τῶν ἐχθρῶν τοῦ βασιλέως. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οἱ κεκλημένοι διὰ τῶν ἀποστόλων, ὁμολογοῦντες τοῦ Μονογενοῦς τὴν θεότητα, φασίν· Ὁ θρόνος σου, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἡ εὐθύτης παρὰ τῇ θείᾳ Γραφῇ δικαιοσύνην σημαίνει. Λέγει τοίνυν, ὡς οἱ βασιλευόμενοι παρὰ Χριστοῦ, τὴν τῆς δικαιοσύνης μάθοιεν βαδίζειν ὁδόν. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνο μίαν. Ἐπειδὴ, τὴν τροπὴν παθοῦσα, ἡ ἀνθρώπων φύσις καταλείψασα τὴν δικαιοσύνην ἠγάπησε τὴν ἀνομίαν, ταύτῃ τοι γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, κατορθῶν ἐν ἑαυτῷ τῇ ἀνθρώπων φύσει τὸ ἀγαπᾷν δικαιοσύνην καὶ μισεῖν ἀνομίαν· καὶ ἡ τῆς ἐνανθρω πήσεως αὕτη αἰτία. ∆ιό φησιν· ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεός. ∆ιὰ τοῦτο δὲ, ποῖον; ἢ ὥστε καὶ τοὺς ἐν μεθ έξει σου γενομένους ἀγαλλιᾶσθαι· ἅτε δὴ ὡς ἠλεη μένους διὰ τὸ κατωρθῶσθαι αὐτοῖς διὰ σοῦ τὸ ἀγα πᾷν δικαιοσύνην καὶ μισεῖν ἀνομίαν. ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Ἐπὶ τοῦτο ἤλειψέ σε ὁ Θεὸς, ὁ Θεός σου, φησί· τὸ γὰρ ἔχρισεν, ἤλει ψεν ἑρμηνεύεται. Συνῆπται δὲ ἡ τούτου ἑρμηνεία ἄνωθεν εἰς τὸ, Ἠγάπησας δικαιοσύνην. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱμα τίων σου. Ἱμάτια τοῦ Μονογενοῦς νοηθεῖεν ἂν δυ 27.212 νάμεις, μεγαλοπρέπεια, δόξα, κατὰ τό· Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Αὕτη δὴ οὖν ἡ δόξα αὐτοῦ καὶ ἡ μεγαλοπρέπεια εὐώδης γέγονεν ἡμῖν, καὶ ὡς ἐν τάξει θυμιάματος παντὸς κατὰ τὸ ἀλλαχοῦ εἰρημένον· Μύρον ἐκκενωθὲν ὄνομά σου· καὶ τὸ, Εἰς ὀσμὴν εὐωδίας σου δραμοῦμαι. Ἔστιν ἡ στακτὴ σμύρνης εἶδος λεπτότατον· ἐκθλιβέντος γὰρ τοῦ ἀρώματος, ὅσον μὲν γὰρ αὐτοῦ ῥυτὸν εἰς στακτὴν ἀπομερίζεται· τὸ δὲ παχύτερον ἀπομένον σμύρνα προσαγορεύεται. Ἡ δὲ κασία φλοιός τίς ἐστι λεπτό τατος καὶ εὐώδης, ξυλώδη κάρφη περιτεινόμενος. Ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὧν ηὔφρανάν σε. Βάρεις μὲν οἱ πολυτελεῖς καὶ ἐξαίρετοι οἶκοι, ἤτοι οἱ ναοί. Ἐλεφαντίνας δὲ τὰς ἀπεξεσμένας οἱονεὶ καὶ περικαλλεστάτας φησίν. Βασιλέας δὲ ὀνομάζει τοὺς ἁγίους ἀποστόλους, οἳ καὶ συμβασιλεύουσι τῷ Χρι στῷ. Θυγατέρας δὲ αὐτῶν τὰς δι' αὐτῶν εἰς θεο γνωσίαν ἀναγεγεννημένας ψυχὰς, αἳ καὶ ναοὺς τὰς ἑαυτῶν καρδίας ἀποτελοῦσι περικαλλεστάτους, εἰς τιμὴν τοῦ Θεοῦ εὐφραινούσας αὐτόν. Ὅμοιον οὖν ὡς εἰ λέγῃ· Εὐφρανθήσῃ, φησὶν, ὦ ∆έσποτα, ἀπὸ βά ρεων ἐλεφαντίνων ὧν κατεσκεύασαν εἰς σὴν τιμὴν αἱ τῶν βασιλέων θυγατέρες. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ. Βασίλισσα μὲν ἡ Ἐκκλησία, ὡς νύμφη γενομένη τοῦ μεγάλου βασιλέως· ἡ δὲ στάσις ἡ ἐκ δεξιῶν τὴν τιμὴν ση μαίνει ἧς ἀπολαύσει ἐν τῷ μέλλοντι αἰῶνι· ἱματι σμὸς δὲ αὐτῆς ποικίλος πίστις, ἐλπὶς, ἀγάπη· ἔχει δὲ καὶ ἕτερον ἱμάτιον λαμπρότερον, τὸν Χριστὸν αὐ τόν. Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἄκουσον, θύγατερ, καὶ ἴδε. Καὶ πάλιν ὡς πρὸς τὴν Ἐκκλησίαν ὁ λόγος οὗτος. Καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. Οὐκ ἂν γάρ τις καθαρὸς τῇ διὰ Χριστοῦ προσέρχεται πίστει, μὴ παντελῆ λήθην τῶν προτέρων
50