Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀλλ' ὑπὸ τῶν πολλῶν ἠγνοεῖτο. ∆ιδάξαι δὲ βουλόμενος τὸ ἀγνοούμενον, συναγαγὼν τοὺς μαθητὰς, ἠρώτα· Τίνα με λέγουσιν εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; οὐ κενοδοξῶν, ἀλλὰ τὴν ἀλήθειαν αὐτοῖς δεῖξαι βουλόμενος· ἵνα μὴ Θεῷ Θεοῦ μονογενεῖ συνοικοῦντες, ὡς ἀνθρώπου τινὸς ψιλοῦ καταφρονήσωσιν. Εἰπόντων δὲ ἐκείνων ὅτι οἱ μὲν Ἡλίαν, οἱ δὲ Ἱερεμίαν, ἔφη πρὸς αὐτούς· ἐκεῖνοι μὲν μὴ εἰδότες, συγγνωστοί· ὑμεῖς δὲ οἱ Ἀπόστολοι, οἱ ἐπὶ τῷ ὀνόματί μου λεπροὺς καθαρίζοντες καὶ δαιμόνια ἐκβάλλοντες καὶ νεκροὺς ἐγείροντες, οὐκ ὀφείλετε τοῦτον ἀγνοεῖν, δι' ὃν ποιεῖτε τὰ θαυμάσια. Πάντων δὲ ἀποσιωπησάντων, (ὑπὲρ ἄνθρωπον γὰρ ἦν τὸ μάθημα) Πέτρος ὁ πρωτοστάτης τῶν ἀποστόλων καὶ τῆς Ἐκκλησίας κορυφαῖος κήρυξ, οὐχ εὑρεσιλογίᾳ χρησάμενος, οὐδ' ἀνθρωπίνῳ λογισμῷ πεισθεὶς, ἀλλὰ πατρόθεν φωτισθεὶς τὴν διάνοιάν φησι πρὸς αὐτόν· Σὺ εἶ ὁ Χριστός· οὐχ ἀπλῶς, ἀλλ', ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ μακαρισμὸς ἐπακολουθεῖ τῷ ῥήματι· (ἦν γὰρ καὶ ἀληθῶς ὑπὲρ ἄνθρωπον,) καὶ σφραγὶς ἐπὶ τῷ ῥηθέντι, ὅτι Πατὴρ ἦν ὁ ἀποκαλύψας. Λέγει γὰρ ὁ Σωτήρ· Μακάριος εἶ Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Ὁ τοίνυν γνωρίζων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τῆς μακαριότητος μετέχει· ὁ δὲ ἀρνούμενος τὸν Υἱὸν τοῦ Θεοῦ, δείλαιός ἐστι καὶ ἄθλιος. 11.4 Υἱὸν δὲ πάλιν ἀκούων, μὴ καταχρηστικῶς ἄκουε μόνον· ἀλλὰ υἱὸν ἀληθῶς, υἱὸν φυσικὸν, ἄναρχον· οὐκ ἐκ δουλείας εἰς προκοπὴν υἱοθεσίας ἀνελθόντα, ἀλλὰ Υἱὸν ἀεὶ γεννηθέντα ἀπεριεργάστῳ καὶ ἀκαταλήπτῳ τῇ γεννήσει. Καὶ πρωτότοκον ὁμοίως ἀκούων, μὴ νομίσῃς εἶναι κατὰ τοὺς ἀνθρώπους. Οἱ μὲν γὰρ ἐν ἀνθρώποις πρωτότοκοι, καὶ ἄλλους ἔχουσιν ἀδελφούς· καί που γέγραπται· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Ἀλλ', ὡς ὁ Ῥουβὴν, πρωτότοκος ἦν ἐκπεπτωκὼς ὁ Ἰσραήλ. Ἐκεῖνος μὲν γὰρ ἀνέβη ἐπὶ τὴν κοίτην τοῦ πατρός· ὁ δὲ Ἰσραὴλ τὸν Υἱὸν τοῦ Πατρὸς ἐκβαλὼν ἐκ τοῦ ἀμπελῶνος, ἐσταύρωσεν. Καὶ πρὸς ἄλλους δέ φησιν ἡ γραφή· Υἱοί ἐστε Κυρίου τοῦ Θεοῦ ὑμῶν. Καὶ ἀλλαχοῦ· Ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. Εἶπα, οὐκ ἐγέννησα. Ἐκεῖνοι ἐν τῷ εἰπεῖν τὸν Θεὸν τὴν υἱοθεσίαν προσέλαβον, ἣν οὐκ εἶχον· οὗτος δὲ οὐκ ἄλλο τι ὢν, ἄλλο τι ἐγεννήθη· ἀλλὰ Υἱὸς [τοῦ Πατρὸς] ἐξ ἀρχῆς ἐγεννήθη, [ὑπεράνω πάσης ἀρχῆς καὶ αἰώνων τυγχάνων,] Υἱὸς τοῦ Πατρὸς ἐν πᾶσιν ὅμοιος τῷ γεγεννηκότι· [ἀΐδιος ἐξ ἀϊδίου Πατρὸς,] ζωὴ ἐκ ζωῆς γεγεννημένος, καὶ φῶς ἐκ φωτὸς, καὶ ἀλήθεια ἐξ ἀληθείας, καὶ σοφία ἐκ σοφοῦ καὶ βασιλεὺς ἐκ βασιλέως, καὶ Θεὸς ἐκ Θεοῦ, καὶ δύναμις ἐκ δυνάμεως. 11.5 Ἐὰν τοίνυν ἀκούσῃς τοῦ εὐαγγελίου λέγοντος· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αβὶδ, υἱοῦ Ἀβραάμ· τὸ κατὰ σάρκα νόησον. Υἱὸς μὲν γὰρ ∆αβὶδ ἐπὶ συντελείᾳ τῶν αἰώνων· Υἱὸς δὲ Θεοῦ πρὸ πάντων τῶν αἰώνων [ἀνάρχως]. Κἀκεῖνο μὲν προσέλαβεν, ὅπερ οὐκ εἶχε· τοῦτο δὲ ὃ ἔχει, ἀϊδίως ἔχει γεννηθεὶς ἐκ Πατρός. ∆ύο ἔχει πατέρας· ἕνα τὸν ∆αβὶδ κατὰ σάρκα, καὶ ἕνα τὸν Θεὸν Πατέρα θεϊκῶς. Ἀλλὰ τὸ μὲν κατὰ τὸν ∆αβὶδ, καὶ χρόνῳ ὑποβάλλεται καὶ ψηλαφᾶται καὶ γενεαλογεῖται· τὸ δὲ κατὰ τὴν θεότητα, οὔτε χρόνῳ ὑποβάλλεται οὔτε τόπῳ, οὔτε γενεαλογεῖται· τὴν γὰρ γενεὰν αὐτοῦ τίς διηγήσεται; Πνεῦμα ὁ Θεός. Ὁ Πνεῦμα ὢν, πνευματικῶς ἐγέννησεν ὡς ἀσώματος, ἀπεριέργαστον καὶ ἀκατάληπτον γέννησιν. Ὁ Υἱὸς αὐτὸς λέγει περὶ τοῦ Πατρός· Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Τὸ δὲ σήμερον, οὐ πρόσφατον, ἀλλ' ἀΐδιον· τὸ σήμερον ἄχρονον, πρὸ πάντων τῶν αἰώνων. Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. 11.6 Πίστευσον τοίνυν εἰς ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ ὙΙΟΝ ΘΕΟΥ ζῶντος· Υἱὸν δὲ ΜΟΝΟΓΕΝΗ, κατὰ τὸ εὐαγγέλιον τὸ λέγον· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Καὶ πάλιν· Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν· ὅτι