καθεύδοντα ἐπὶ τὴν σκηνήν, μηδὲν μελλήσας ἐκέλευε πάντας ὁπλίζεσθαι καὶ εὐθὺς ἅπαντες ἦσαν ἐν ὅπλοις. Ἐπεὶ δὲ πρὸς τὸν δυτικὸν ὁρίζοντα ὁ ἥλιος ἦν, ἤδη ταῖς σάλπιγξι σημάνας τὸν ἐξιτήριον ἐξῄει τῆς πόλεως. Καταλιπὼν δὲ τὴν εὐθεῖαν ὁδόν, ἵν' οὕτως λάθῃ τὸν μικροῦ δεῖν ἀλάθητον, διὰ τῆς λεγομένης Λιτῆς διελθών, ἐπεὶ πρὸς τὸν ποταμὸν γέγονεν ὃν Γαλικὸν καλοῦσιν ἐγχώριοι, διαπεράσας τοῦτον ἐγγύς που τοῦ φρουρίου τοῦ Ἀετοῦ καλουμένου καὶ τὸν ἐκεῖσε ὑπερβὰς αὔλακα ἐχώρει διὰ τῆς πεδιάδος. 4.20 Ἀλλ' οὐκ ἔλαθε τοὺς σκοπούς, ἀλλ' ἅμα τε ἐκεῖνος ἐξῆλθε τῆς πόλεως κἀκ τοῦ πλήθους τῆς κόνεως οἱ σκοποὶ τὴν ἔξοδον τεκμηράμενοι τῷ τῶν Σχολῶν δομεστίκῳ ταῦτα ἐμήνυον. Ὁ δ' ἐκέλευε πάντας ὁπλοφορήσαντας καὶ τοὺς ἵππους εὐτρεπίσαντας περιμένειν τὸ σύνθημα καὶ ἄλλον ἐπ' ἄλλῳ ἐξέπεμπεν ὥστε μανθάνειν τὰ κατὰ τὸν πολέμιον. Ἐπεὶ δ' ἀφίκετό τις τῶν ἐκείνου οἰκογενῶν, ὃς πιστὸς ἦν αὐτῷ καὶ συνηλικιώτης καὶ σύντροφος, Τατίκιος ἦν ὄνομα τῷ ἀνδρί, φράζων ὡς οὐ πόρρω εἰσὶν οἱ πολέμιοι, ἐπυνθάνετο τούτου εἰ αὐτὸν ἐκεῖνον ἐγνώρισεν εἶναι τὸν Βασιλάκην. Ὁ δ' ἐβεβαίου καὶ φωνῆς ἐκείνου ἀκοῦσαι καθιστώσης τὴν φάλαγγα καὶ ἕπεσθαί οἱ κελευούσης καὶ βέλος ἀφεῖναι κατ' ἐκείνου διὰ τοῦ τόξου. Εὐθὺς οὖν ἐκελεύετο ἐξόδιον σημῆναι τὰς σάλπιγγας καὶ τοῖς περὶ τὴν ἰδίαν παρεμβολὴν εὐθὺς λύχνους καὶ κηροὺς ἐξάπτειν ἐπέταττεν. 4.21 Ἐντὸς δὲ τῆς ἰδίας σκηνῆς τὸν συνόντα αὐτῷ μοναχόν, ἄνδρα ἐκτομίαν, ᾧ τὴν αὐτοῦ πρόνοιαν ἡ μήτηρ ἐπίστευσεν ὡς ἐντρεχεῖ τε καὶ περιδεξίῳ, καταλιπὼν παρεκελεύσατο μὴ σβεσθῆναι τὴν λαμπάδα δι' ὅλης νυκτός. Τὸ αὐτὸ δὴ τοῦτο καὶ τοῖς ἄλλοις ἅπασιν ἐκέλευσεν ἐν ταῖς ἰδίαις ποιεῖν σκηναῖς καὶ λύχνους καὶ δᾷδας ἀνάπτειν μέχρι τοῦ περιόρθρου. Ἐκεῖνος δὲ μετὰ τοῦ ὁπλιτικοῦ παντὸς τῆς παρεμβολῆς ἐξελθὼν εἴς τινα συνηρεφῆ τόπον εἰστήκει. 4.22 Ὁ δὲ Βασιλάκης ἐγγὺς τῆς παρεμβολῆς γενόμενος, ἐπεὶ ταύτην παρὰ τῶν ἰδίων σκυλευομένην ἑώρα, αὐτὸς τὴν τοῦ δομεστίκου σκηνὴν καταλαβὼν ἐδόκει τὸ πᾶν ἠνυκέναι καὶ αὐτοῦ που τοῦτον καταλαβεῖν καὶ ζωγρίαν ποιῆσαι καὶ ἀγαγέσθαι· ὡς δὲ τὴν ὅλην περιαθρήσας οὐδένα εἰ μὴ τὸν μοναχὸν ἑώρα καὶ τὴν ἀνάπτουσαν λαμπάδα, ὑπ' ἀλαζονείας ἐπαρθείς φησι· "Ποῦ ὁ τραυλός;" καὶ γὰρ οὐκ ἀκριβῶς κατώρθου τὸ ῥῶ, "ἐξαγάγετέ μοι τοῦτον ὧδε". Τοῦ δὲ ῥηθέντος μοναχοῦ ἐνωμότως ἀπαρνουμένου μὴ εἰδέναι τί γέγονεν, ἀπατᾶσθαι νομίζων ὑπό τε θυμοῦ ὑπό τε χαρᾶς ἁλοὺς γέλωτα Σαρδόνιον, κατὰ τὴν παροιμίαν, ἐγέλα καὶ τοῖς ὑπ' αὐτὸν τὴν σκηνὴν κατατμηθῆναι ἐκέλευε. Τούτου γεγονότος, ἐπέταττεν ὑπὸ τὴν κλίσιν τοῦ δομεστίκου κατακύψαντας ἀναζητεῖν εἰ αὐτοῦ που κέκρυπται· ὡς δὲ οὐδαμοῦ παρῆν, τὰ ἐκεῖσε ἱστάμενα κιβώτια περιτραπῆναι ἐκέλευε· τοιοῦτον ὑπερηφανεία τὸ φρονοῦν τῆς ψυχῆς παντάπασι διαφθείρουσα. Ἀπελπίσας οὖν καὶ εἰς τοὐναντίον τραπείς μετεβέβλητο γὰρ αὐτῷ τηνικαῦτα εἰς λύπην ἡ χαρά, συχνάκις παίων τὸν μηρόν φησιν· "Οὐαί μοι, ἠπάτημαι παρὰ τοῦ τραυλοῦ". Μὴ ἔχων γὰρ ἕτερόν τι καταμωκήσασθαι τοῦ τοιούτου ἀνδρός, τὸ σμικρότατον ἐκεῖνο τοῦ ῥῶ καὶ ἀπροαίρετον αἰτίαμα ἄνω καὶ κάτω προσφέρων ἦν. 4.23 Εὐθὺς οὖν μέγα βοήσας φησίν· "Ἄρχοντες, ἐξέλθατε τῆς παρεμβολῆς· ὁ πόλεμος ἔξωθεν"· φωνὴ γὰρ αὐτοῦ εὑρεῖα ὡς καὶ φάλαγγας ὅλας συνταράττειν ἐκ μόνου ἐκβοήματος. Ἐξιόντι γοῦν ἐκείνῳ τοῦ στρατοπέδου, τῶν στρατιωτῶν περὶ λαφυραγωγίαν ἀσχολουμένων, ὑπαντιάζει ὁ γενναῖος Ἀλέξιος πρὸ τῆς φάλαγγος ὢν ξὺν ὀλίγοις καὶ τὸν προοδεύοντα ταύτης κατιδὼν εἰς τάξιν συνιστῶντα τὴν φάλαγγα καὶ νομίσας εἶναι τὸν Βασιλάκην, εὐθὺς ἐξήλασε κατ' αὐτοῦ καὶ τὸ ξίφος σπασάμενος παίει τοῦτον κατὰ τῆς δεξιᾶς χειρός, ἔτι τὸ δόρυ κατέχοντα, καὶ τοὺς τρεῖς τῶν δακτύλων τεμὼν τὸ δόρυ πεσεῖν σὺν αὐτοῖς παρεσκεύασε. Τοῦτο μεγάλως τὴν φάλαγγα συνετάραξε καὶ ἄλλος ἄλλον πρὸς τὸ φεύγειν προλαμβάνειν ἠπείγετο· κύκλῳ δὲ περιιόντες ὑπ' ἀλλήλων συνεποδίζοντο. 4.24 Εἷς δὲ τῶν ὑπὸ χεῖρα τοῦ Ἀλεξίου, ἀνὴρ Καππαδόκης Γουλῆς τὸ ἐπώνυμον,