πολλαχῶς· "Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιά σεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας;" πλὴν ὅμως οὐκ ἔγνω χρήσασθαι τῷ καιρῷ ὁ μακάριος Ἰωάννης· τοῖς γὰρ κεκρατη μένοις οὐ δεῖ παρεγχειρεῖν. {Ο ΕΠΙΣΚ.} Ἔοικάς μοι, καλὲ Θεόδωρε, πανοῦργος ὑπάρχειν. συμπάθειαν γάρ, ὡς ἔπρεπέν σοι, ἀπ' ἀρχῆς ἡμῖν προβαλλό μενος μετά τινος κατανύξεως, ἐκ τοῦ κατὰ μικρὸν εὑρίσκῃ 117 φιλοσκώπτης ὑπάρχων. οὔτε γὰρ οἱ νομιζόμενοι ἐχθροὶ οὕτω δεινῶς τὰ κατ' αὐτὸν διεμέμψαντο. {Ο ∆ΙΑΚ.} Πρὸς τί ἠχθέσθης, φιλαλήθως ἀκούσας, πάτερ, ὅτι εἶπον "Οὐ προσέσχε τῷ καιρῷ ὁ μακάριος Ἰωάννης"; - τῆς Γραφῆς λεγούσης· "Ἐν τόποις δυναστῶν μὴ ὑφίστασο"· καὶ πάλιν· "Τὸν καιρὸν ἐξαγοραζόμενοι," μάλιστα ἐπὶ τῶν παραίνεσιν ἢ ὠφέλειαν μὴ δεχομένων. {Ο ΕΠΙΣΚ.} Μακάριοί ἐστε, οὕτω τὰς Γραφὰς ἑρμηνεύοντες. τὸ γάρ, "Ἐν τόποις δυναστῶν μὴ ὑφίστασο," παρὰ τῷ ἐκκλη σιαστῇ, πρὸς τοὺς ἀναξίους καὶ ἀδυνάτους ἱερωσύνης εἴρηται, ἵνα μὴ ταύτην ἁρπάζωσι. "δυνάστας" γὰρ τοὺς κατ' ἀρετὴν διδασκάλους λέγει· πρῶτον τοὺς ἀποστόλους, οἵτινες ἦσαν "δυνάσται," τὸ τῆς "δυνάμεως" ἠμφιεσμένοι "πνεῦμα," ἔπειτα τοὺς μιμητὰς τούτων. καὶ τό, "ἐξαγοράζειν δὲ τὸ καιρόν," τοιοῦτόν ἐστιν, οὐχ ἵνα ὑποκριθῶμεν, κλέπταις συντρέχοντες, καὶ μετὰ μοιχῶν τὴν μερίδα τιθέντες, ἀλλ' ἵνα κατὰ τὸν καιρὸν τῆς ἁμαρτίας διὰ τῆς ἀρετῆς "ἀγοράσωμεν τὸν καιρόν," μὴ πωλήσαντες αὐτὸν τῇ ἁμαρτίᾳ. ὁ δὲ κατὰ μικρὸν τούτῳ τῷ τρόπῳ "τὸν καιρὸν ἐξαγοράζων," ὅλον ἑαυτοῦ τὸ ζῆν ἐξηγόρασεν, παραχωρήσας τὰ τοῦ βίου ἡδέα, ἵνα τὰ ὑπὲρ βίον εὑρήσῃ. ὥσπερ καὶ οἱ μάρτυρες πεποιήκασι, δόντες τὸ ζῆν τὸ αἱμάτινον, τὴν ἀφθαρσίαν ἐκληρονόμησαν, κυρίως αὐτοὶ "τὸν καιρὸν ἐξα γοράσαντες." εἰ δὲ μὴ οὕτως ταῦτα νοεῖται, ἔσονται καὶ οἱ περὶ Μωϋσέα καὶ Ἠλίαν καὶ Μιχαίαν καὶ ∆ανιὴλ καὶ Ἰωάννην τὸν βαπτιστὴν καὶ Ἠσαίαν καὶ Πέτρον καὶ Παῦλον-ἵνα μὴ πλείονας εἴπω-τὸν ἑαυτῶν καιρὸν ἀγνοήσαντες· ἐπειδὴ ὁ μὲν φυγῇ τὴν σωτηρίαν ἑαυτῷ πορίζεται, διὰ τὸν ἔλεγχον τὸν πρός τινα, ἐν ὄρεσιν ἐθνικοῦ πρόβατα νέμων· ὁ δὲ ὑπὸ κάρου τῇ λύπῃ πιεσθεὶς εἰς ὕπνον κατέπεσεν, οὔτε τοίχου ἢ πέτρας σκιὰν εὑρίσκων, ἀλλ' ὑπὸ φυτὸν ἀρκεύθινον, ὃ καὶ αὐτὸ ἀμυδρῶς κατα σκεπάζει· ὁ δὲ ἐπρίζετο· ὁ δὲ εἰς λάκκον λεόντων ἐχαλᾶτο ὑπὲρ εὐσεβείας· ὁ δὲ ἐν φυλακῇ (ἤγουν μυχῷ τινι) δέσμιος ἐφυλάσσετο, "ἄρτον θλίψεως" καὶ ὕδωρ στενὸν καταδικασθεὶς 118 λαμβάνειν, ἵν' ἐπὶ μακρὸν κατατηκόμενος χρόνον, βίᾳ τὸ ζῆν ἀποῤῥήξῃ διὰ τὴν πρὸς βασιλέα τινὰ παῤῥησίαν. τί δέ μοι λέξεις περὶ τοῦ ἀζύγου "ἐν γεννητοῖς γυναικῶν" Ἰωάννου; ἆρα οὐκ ἔγνω τῷ καιρῷ χρήσασθαι, ἐπειδὴ διὰ τὸν ἀνεπισκίαστον ἔλεγχον τῆς Ἡρῴδου μοιχείας τὴν κεφαλὴν ἀπετμήθη, κηδό μενος τοῦ Ἡρῴδου ὡς ἰατρὸς νοσοῦντος τὸ ἀνίατον πάθος ἢ καίων ἢ τέμνων; ᾧ λόγῳ καὶ Ἰωάννης ἐλεῶν ἢ φιλῶν, ἤλεγχε τοὺς νοσοῦντας. εἰ δὲ ὁ βαπτιστὴς τὸν καιρὸν οὐκ ἔγνω, πῶς τὸν τεχνίτην τῶν αἰώνων καὶ ποιητὴν ἐπέγνω, φήσας· "Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ κόσμου"; πῶς δὲ οὐκ ἔγνω Παῦλος καὶ Πέτρος τὸν καιρόν, οἱ στῦλοι τῆς ἐκκλησίας, οἱ καὶ μετὰ θάνατον κλείοντες καὶ ἀνοίγοντες τοὺς τῆς μετανοίας καιροὺς τοῖς βουλομένοις καὶ κρούουσιν; -ἐπειδὴ μάλιστα ὁ μὲν ἐπὶ πόδας σταυροῦται, εἰς οὐρανὸν τὴν πορείαν σημαίνων, ὁ δὲ καρατομεῖται διὰ τὴν ἐν Χριστῷ παῤῥησίαν, ἵνα τῆς ὄντως κεφαλῆς μὴ ἐκπέσῃ. μὴ τοίνυν ἀποδέχου τοὺς μετ' ἐπισκήψεως τὴν τῶν ἁγίων διαβάλλοντας παῤῥησίαν. ἐθνικῶν γὰρ καὶ οἰησισόφων ἡ συνήθεια αὕτη, φιλοζωούντων καὶ φιλοσκωπτούντων τὴν τῶν μαρτύρων ἀδειλίαν. οὔτε γὰρ μάχαιραν ἀμβλεῖαν οὔτε παῤῥησίαν ἄπρακτον εἶναι δεῖ. καὶ ὥσπερ τοῦ μύρου ἀχώριστος ἡ εὐωδία, οὕτω τῆς παῤῥησίας ἡ εὔνοια. καὶ εἰ μὲν ἰδιωτικῶς ἐπὶ οἰκετῶν ἢ φίλων ἢ ἰδίων οἱ ἔλεγχοι ἐγίνοντο, ἐφ' ὧν καὶ τὸ ἐρυθριᾶσαι φορτικόν, ἔγκλητος ἴσως ὁ παῤῥησιαζόμενος, οὔτε καιρὸν οὔτε τόπον γνωρίσας· εἰ δὲ καθάπερ ἐν μακέλλῳ τῇ ἐκκλησίᾳ καὶ οἱ ἔπαινοι γίνονται τῶν κατορθούντων καὶ οἱ ψόγοι τῶν ἀμελούντων, τί τραχυνό μεθα πρὸς τοὺς ἐλέγχους