οὐκ ἐπίστευσεν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ. Περὶ οὗ μαρτυρῶν ὁ Ἰωάννης ἔλεγε· Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός· πλήρης χάριτος καὶ ἀληθείας. Ὃν τρέμοντες οἱ δαίμονες, ἔλεγον· Ἔα, τί ἡμῖν καί σοι, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, τοῦ ζῶντος. 11.7 Υἱὸς τοίνυν τοῦ Θεοῦ ἐστι φύσει καὶ οὐ θέσει, γεννηθεὶς ἐκ Πατρός. Καὶ ὁ μὲν ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ· ὁ δὲ ἀθετῶν τὸν γεγεννημένον, ἀναπέμπει τὴν ὕβριν εἰς τὸν γεγεννηκότα. Γεννῶντα δὲ Θεὸν ὅταν ἀκούσῃς, μὴ καταπέσῃς εἰς σώματα, μηδὲ φθαρτὴν γέννησιν ὑπολάβῃς, ἵνα μὴ ἀσεβήσῃς. Πνεῦμα ὁ Θεὸς, πνευματικὴ ἡ γέννησις· τὰ μὲν γὰρ σώματα γεννᾷ σώματα, καὶ χρεία τοῖς σώμασι γεννωμένοις χρόνον μεσιτεύειν. Μεσίτης δὲ τῆς ἐκ Πατρὸς Υἱοῦ γεννήσεως χρόνος οὐκ ἔστιν. Καὶ ὧδε μὲν γεννᾶται τὸ γεννώμενον ἀτελὲς, ὁ Υἱὸς δὲ τοῦ Θεοῦ τέλειος ἐγεννήθη. Ὅπερ γὰρ νῦν ἐστι, τοῦτο καὶ ἐξ ἀρχῆς ἐστι γεγεννημένος, [ἀνάρχως]. Ἡμεῖς γεννώμεθα, ἐξ ἀμαθείας νηπιώδους εἰς λογιότητα μεταβαίνοντες· ἀτελὴς, ἄνθρωπε, ἡ σὴ γέννησις, ἐκ προκοπῆς γὰρ ἡ πρόσληψις. Ἐκεῖ δὲ οὕτω μὴ νόμιζε, μηδὲ ἀσθένειαν κατηγόρει τοῦ γεγεννηκότος. Εἰ γὰρ ἀτελὲς μὲν ἐγέννησε, χρόνῳ δὲ τοῦτο προσέλαβε τὸ τέλειον, ἀσθένειαν κατηγορεῖς τοῦ γεγεννηκότος· εἴγε ὃ χρόνοις ὕστερον ἐχαρίσατο κατὰ σὲ, τοῦτο ἐξ ἀρχῆς ὁ γεννήτωρ οὐκ ἐχαρίσατο. 11.8 Μὴ τοίνυν ἀνθρωπίνην εἶναι νομίσῃς τὴν γέννησιν· μηδὲ ὥσπερ ἐγέννησεν Ἀβραὰμ τὸν Ἰσαάκ. Ἀβραὰμ γὰρ τὸν Ἰσαὰἐγέννησεν ἀλλ' οὐχ ὅπερ ἐβούλετο ἐγέννα, ἀλλ' ὅπερ ἄλλος ἐχαρίζετο. Τοῦ δὲ Θεοῦ καὶ Πατρὸς γεννῶντος, οὔτε ἄγνοιά ἐστιν οὔτε σκέψις ἐν μέσῳ. Τό τε γὰρ εἰπεῖν, ὅτι ἠγνόει τὸ γεννώμενον, ἀσέβεια μεγίστη. Καὶ τὸ εἰπεῖν, ὅτι χρόνοις σκεψάμενος, ὕστερον Πατὴρ ἐγένετο, τῆς αὐτῆς ἐστιν ἀσεβείας. Οὐ γὰρ πρότερον ὢν Θεὸς ἄπαις, ὕστερον ἐν χρόνοις ἐγένετο Πατήρ· ἀλλ' ἀεὶ ἔχει τὸν Υἱὸν, γεννήσας αὐτὸν οὐχ ὡς ἄνθρωποι ἀνθρώπους, ἀλλ' ὡς αὐτὸς οἶδεν μόνος, ὁ γεννήσας αὐτὸν πρὸ πάντων τῶν αἰώνων ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ. 11.9 Θεὸς γὰρ ἀληθινὸς ὢν ὁ Πατὴρ, ὅμοιον ἑαυτῷ ἐγέννα τὸν Υἱὸν, Θεὸν ἀληθινόν· οὐχ ὡς διδάσκαλοι γεννῶσι μαθητὰς, οὐχ ὡς Παῦλος φησί τισιν· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ὧδε μὲν γὰρ ὁ μὴ κατὰ φύσιν υἱὸς ὢν, διὰ τῆς μαθητείας υἱὸς ἐγένετο· ἐκεῖ δὲ φυσικὸς υἱὸς, ἀληθὴς υἱός. Οὐχ ὡς ὑμεῖς, οἱ Φωτιζόμενοι, νῦν γίνεσθε υἱοὶ τοῦ Θεοῦ. Γίνεσθε γὰρ καὶ ὑμεῖς υἱοὶ, ἀλλὰ θέσει κατὰ χάριν, ὡς γέγραπται· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ἡμεῖς μὲν γεννώμεθα ἐξ ὕδατος καὶ πνεύματος· οὐχ οὕτω δὲ ἐγεννήθη Χριστὸς ἐκ Πατρός. Κατὰ τὸν καιρὸν γὰρ τοῦ βαπτίσματος προσφωνῶν καὶ λέγων, Οὗτός ἐστιν ὁ Υἱός μου· οὐκ εἶπεν, οὗτος νῦν γέγονεν Υἱός μου· ἀλλ', οὗτός ΕΣΤΙΝ ὁ Υἱός μου· ἵνα δηλώσῃ, ὅτι καὶ πρὸ τῆς τοῦ βαπτίσματος ἐνεργείας Υἱὸς ἦν. 11.10 Ἐγέννησεν ὁ Πατὴρ τὸν Υἱὸν, οὐχ ὡς ἐν ἀνθρώποις γεννᾷ νοῦς λόγον. Ὁ μὲν γὰρ νοῦς ἐν ἡμῖν ἐνυπόστατός ἐστιν ὁ δὲ λόγος, λαληθεὶς καὶ εἰς ἀέρα διαχυθεὶς ἀπόλλυται. Ἡμεῖς δὲ οἴδαμεν τὸν Χριστὸν γεννηθέντα λόγον οὐ προφορικὸν, ἀλλὰ Λόγον ἐνυπόστατον, ζῶντα, οὐ χείλεσι λαληθέντα καὶ διαχυθέντα, ἀλλ' ἐκ Πατρὸς ἀϊδίως καὶ ἀνεκφράστως, καὶ ἐν ὑποστάσει γεννηθέντα. Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, [καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος] ἐν δεξιᾷ καθεζόμενος, Λόγος νοῶν τοῦ Πατρὸς τὸ βούλημα καὶ δημιουργῶν τὰ πάντα τῷ ἐκείνου νεύματι. Λόγος ὁ καταβὰς καὶ ἀναβάς· ὁ γὰρ προφορικὸς, λαλούμενος οὐ καταβαίνει οὐδὲ ἀναβαίνει. Λόγος λαλῶν, καὶ λέγων· Ἁ ἑώρακα παρὰ τῷ Πατρί μου, ταῦτα λαλῶ. Λόγος ἐξουσιαστικὸς καὶ βασιλεύων τῶν πάντων· πάντα γὰρ τῷ Υἱῷ παραδέδωκεν ὁ Πατήρ. 11.11 Ἐγέννησε τοίνυν αὐτὸν, οὐχ οὕτως ὁ Πατὴρ ὡς ἄν τις νοήσειεν ἀνθρώπων, ἀλλ' ὡς οἶδεν αὐτὸς μόνος. Οὐ γὰρ τό, πῶς ἐγέννησεν, εἰπεῖν ἐπαγγελλόμεθα, ἀλλὰ τό, οὐχ