ἀνωνύμως καὶ ἐπωφελῶς ἡμῖν γινο μένους; σιτεύοντες τὰς αἰτίας οὐ πειθόμενοι τῷ εἰρηκότι· "Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες." εἰ δὲ μὴ τοῦτο ἔσται, ἔσονται πάλιν οἱ ἅγιοι σκανδαλίσαντες μέν τινας πόλεις ἢ χώρας ἐπὶ τοῖς ἐλέγχοις, ἐκτραχηλίσαντες δὲ τοῖς ἐπαίνοις ἄλλας. πρῶτος ὁ ἅγιος Ἰώβ, Φοινίκην τινὰ διαβάλλων χώραν, ὡς ἐπισπωμένην τὸν αὐτῷ προσπολεμοῦντα 119 Σατανᾶν, καθὼς λέγει· "Μεριτεύονται δὲ αὐτὸν γένη Φοινίκων;" ἔπειτα Μωϋσῆς καὶ οἱ προφῆται τὴν Αἴγυπτον διαβάλλοντες, καὶ "κάμινον σιδηρᾶν" προσαγορεύοντες καὶ "σκότος," καὶ τὴν Παλαιστίνην ἐγκωμιάζοντες καὶ "γῆν ἐπαγγελίας" ἀποκα λοῦντες, εὑρισκομένην τὴν μὲν Αἴγυπτον τῷ σπουδαίῳ "γῆν ἐπαγγελίας," τῷ δὲ ῥᾳθύμῳ τὴν Παλαιστίνην οὐ μόνον "κάμινον σιδηρᾶν," ἀλλὰ καὶ "σκότος ἐξώτερον" τῇ ἀπιστίᾳ· ὁπότε οὐ τὰ χωρία ψεκτὰ ἢ ἐπαινετά, ἀλλὰ τὰ ἐπιτηδεύματα. τί δέ μοι καὶ εἰς μῆκος ἐκτείνειν τὸν λόγον, καὶ μὴ ἀπὸ τῶν συντόμων ἄρχεσθαι; ἆρά γε ὁ Παῦλος "ψεύστας" Κρῆτας ἀποκαλῶν καὶ Γαλάτας "ἀνοήτους" καὶ Κορινθίους "πεφυσιωμένους" καὶ ἄλλους ἄλλα, τούτοις μόνοις συνέγνω τὰ πάθη, ὡς μόνοις τὸν ἔλεγχον ἐπαγαγών, ἢ καὶ τοῖς πᾶσιν; ἢ ἀνάπαλιν "πιστοὺς" Ῥωμαίους ἀποκαλῶν καὶ "μύστας" Ἐφεσίους, οἷς καὶ ὑψηλότερον ἐπιστέλλει, καὶ "φιλαδέλφους" Θεσσαλονικεῖς, μόνοις περιέγραψεν τοὺς ἐπαίνους; οὐ πάντως· ἀλλ' ὡς πνευματο φόρος τέθεικεν καὶ τοὺς ψόγους καὶ τοὺς ἐπαίνους, ἵνα ὁ μὲν ἄξιος τῶν ἐπαίνων ἐπιγνούς, τονωθῇ τῇ προθυμίᾳ, ὁ δὲ ἕτερος ἐντυχών, ὀδυνήθῃ τῇ ὑπομνήσει, ἀποτριψάμενος τοῦ ψόγου τὸ αἴτιον. οὔτε οὖν μόνοι Γαλάται ἀνόητοι οὔτε Κρῆτες ψεῦσται οὔτε Κορίνθιοι ὑπερήφανοι· πανταχοῦ γὰρ τὰ πάντα ὑπάρχει, τοῦ μίαν εἶναι καὶ τὴν ἁμαρτάνουσαν καὶ τὴν κατορθοῦσαν φύσιν, καὶ ἐκεῖνο καὶ τοῦτο ἐν τῷ αὐτῷ γιγνομένην οἰκείᾳ προαιρέσει. τούτῳ τοίνυν τῷ τρόπῳ ἐν τῇ ἐκκλησίᾳ ἐπαῤῥησιά ζετο ὁ Ἰωάννης· μᾶλλον δὲ ἐκρεοκόπει τὴν ἀρετὴν τοῖς πεινῶσιν, ἐξοστεΐζων τὴν ἁμαρτίαν τοῖς φανεροῖς ἐλέγχοις, πειθόμενος τῷ εἰρηκότι· "Τὸν ἁμαρτάνοντα ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι." εἰ δέ τινες ἐπὶ πλεῖστον ὑπερηφανίαν ἢ ἀφροσύνην νοσοῦντες βούλονται αὐτῶν καὶ τὰς ἡδονὰς ἐγκω μιάζεσθαι, "ταύτην τὴν συνήθειαν οἱ τοῦ Θεοῦ δοῦλοι οὐκ ἔχουσιν." οἱ γὰρ ἀγανακτοῦντες ἐπὶ τῷ ψόγῳ τῆς πλεονεξίας καὶ τῆς πορνείας καὶ ἄλλης τινὸς μυσαρᾶς ἡδονῆς, οὐδὲν ἄλλο 120 λέγουσι δυνάμει ἢ τὸ δεῖν ἀποδέχεσθαι ταῦτα δηλητήρια ὄντα. <ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ> {Ο ∆ΙΑΚ.} Χάρις πλείστη, πάτερ, τῇ ἐνδημίᾳ τῆς σῆς φιλα δελφίας· γεγένηται γὰρ ἡμῖν ὀνησιφόρος καὶ μνημόσυνον τῆς ζωῆς. Ἡσυχάσαντος δὲ μετὰ τοὺς πολλοὺς ἐπαίνους τοῦ Θεοδώρου, τῶν παρόντων τις ἔῤῥηξεν ῥῆμα, λέγων· Πῶς οὖν τοσούτοις προτερήμασι κεκοσμημένος, ὑπερήφανος ἦν; {Ο ΕΠΙΣΚ.} Αὐτὸς παρὼν ἔγνως αὐτὸν ὑπερήφανον, ἢ ἄλλος σοι ἀφηγήσατο; Ὁ δὲ ἀπεκρίθη· Οὐκ οἶδα τὸν ἄνδρα (φησίν), ἀλλ' ἤκουσα παρά τινος βυρσο δέψου διηγουμένου, ὅτι σπανίως ἦν αὐτῷ συναγελάσαι δίχα τῆς ἐκκλησίας, στενοχωρουμένῳ τὸ συνδιάγειν ἐπὶ πολὺ τοῖς βου λομένοις. τοῦτο δὲ δεῖγμα ὑπεροψίας καὶ τύφου, τὸ φεύγειν τὰς τῶν βουλομένων συνουσίας. {Ο ΕΠΙΣΚ.} Καὶ τίνος ἦν ἄλλου ψέξαι τὴν Ἰωάννου φιλοσο φίαν ἢ βυρσοδέψου, τοῦ καὶ τὴν δυσωδίαν τοῦ ἰδίου ἐργαστηρίου σύντροφον οὖσαν ἀποδεχομένου; εἰ δὲ δεῖγμα ὑπεροψίας τὸ φεύ γειν τοὺς ὄχλους, ἔσται καὶ ὁ βαπτιστὴς Ἰωάννης ὑπερόπτης κατὰ τὸν λόγον τὸν σόν, ὑποχωρῶν εἰς τὰς ἐρήμους. ἔπειτα δὲ καὶ ὁ Σωτήρ· ἀναγέγραπται γάρ, ὅτι "Ἰδὼν τοὺς ὄχλους ὁ Ἰησοῦς ἀνέβη εἰς τὸ ὄρος· καθίσαντος δὲ αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ," καὶ οὐχ οἱ ὄχλοι· -καὶ πάλιν· "Ἰδὼν τοὺς ὄχλους ἀνεχώρησεν κατ' ἰδίαν." ὃν μιμούμενος κατὰ δύναμιν ὁ καλὸς Ἰωάννης, καὶ αὐτὸς ὑπεχώρει τοὺς ὄχλους, συνηδόμενος τοῖς κατὰ ἀλήθειαν μαθεῖν τι βουλομένοις. {Ο ∆ΙΑΚ.} Καλῶς μὲν γὰρ ἀπὸ γραφικῶν παραδειγμάτων πείθεις· τί δὲ ἔχεις εἰπεῖν, ὅτι ὑβριστὴς ἦν, καὶ οὐ μόνον τοὺς πολλοὺς ὑπεχώρει, ἀλλὰ καὶ ἕνα καὶ