ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ ΤΟΥ ΛΟΓΟΥ ΚΑΙ ΤΗΣ ∆ΙΑ ΣΩΜΑΤΟΣ ΠΡΟΣ ΗΜΑΣ ΕΠΙΦΑΝΕΙΑΣ ΑΥΤΟΥ

 Αὐτάρκως ἐν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες, περὶ τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης καὶ τῆς τούτων δεισιδαιμονίας, πῶς ἐξ ἀρχῆς τούτων.

 Τὴν δημιουργίαν τοῦ κόσμου καὶ τὴν τῶν πάντων κτίσιν πολλοὶ διαφόρως ἐξειλήφασι, καὶ ὡς ἕκαστος ἠθέλησεν, οὕτως καὶ ὡρίσατο. Οἱ μὲν γὰρ αὐτομάτως, καὶ

 Ταῦτα μὲν οὗτοι μυθολογοῦσιν. Ἡ δὲ ἔνθεος διδασκαλία καὶ ἡ κατὰ Χριστὸν πίστις τὴν μὲν τούτων ματαιολογίαν ὡς ἀθεότητα διαβάλλει. Οὔτε γὰρ αὐτομάτως,

 Ἴσως θαυμάζεις τί δήποτε περὶ τῆς ἐναν θρωπήσεως τοῦ Λόγου προθέμενοι λέγειν, νῦν περὶ τῆς ἀρχῆς τῶν ἀνθρώπων διηγούμεθα. Ἀλλὰ καὶ τοῦτο οὐκ ἀλλότριόν

 Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἐξ οὐκ ὄντων ἡμᾶς πεποίηκεν, ἀλλὰ καὶ τὸ κατὰ Θεὸν ζῆν ἡμῖν ἐχαρίσατο τῇ τοῦ Λόγου χάριτι. Οἱ δὲ ἄνθρωποι, ἀποστραφέντες τὰ αἰ

 ∆ιὰ δὴ ταῦτα πλεῖον τοῦ θανάτου κρατήσαντος, καὶ τῆς φθορᾶς παραμενούσης κατὰ τῶν ἀνθρώπων, τὸ μὲν τῶν ἀνθρώπων γένος ἐφθείρετο, ὁ δὲ λογικὸς καὶ κατ'

 Ἀλλ' ὥσπερ ἔδει τοῦτο γενέσθαι, οὕτως καὶ ἐκ τῶν ἐναντίων πάλιν ἀντίκειται τὸ πρὸς τὸν Θεὸν εὔλογον, ὥστε ἀληθῆ φανῆναι τὸν Θεὸν ἐν τῇ περὶ τοῦ θανάτο

 Τούτου δὴ ἕνεκεν ὁ ἀσώματος καὶ ἄφθαρτος καὶ ἄϋλος τοῦ Θεοῦ Λόγος παραγίνεται εἰς τὴν ἡμετέραν χώραν, οὔτι γε μακρὰν ὢν πρότερον. Οὐδὲν γὰρ αὐτοῦ κενὸ

 Συνιδὼν γὰρ ὁ Λόγος ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἡ φθορὰ εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν, οὐχ οἷόν τε δὲ ἦν τὸν Λόγον ἀποθανεῖν ἀθάνατον ὄντα κ

 Πρέπον δὲ καὶ μάλιστα τῇ ἀγαθότητι τοῦ Θεοῦ ἀληθῶς τὸ μέγα τοῦτο ἔργον. Εἰ γὰρ βασιλεὺς κατασκευάσας οἰκίαν ἢ πόλιν, καὶ ταύτην ἐξ ἀμελείας τῶν ἐνοικο

 Ὁ Θεός, ὁ πάντων ἔχων τὸ κράτος, ὅτε τὸ τῶν ἀνθρώπων γένος διὰ τοῦ ἰδίου Λόγου ἐποίει, κατιδὼν πάλιν τὴν ἀσθένειαν τῆς φύσεως αὐτῶν, ὡς οὐχ ἱκανὴ εἴη

 Αὐτάρκης μὲν γὰρ ἦν ἡ κατ' εἰκόνα χάρις γνωρίζειν τὸν Θεὸν Λόγον, καὶ δι' αὐτοῦ τὸν Πατέρα· εἰδὼς δὲ ὁ Θεὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων, προενοήσατο κα

 Οὕτω τοίνυν ἀλογωθέντων τῶν ἀνθρώπων, καὶ οὕτως τῆς δαιμονικῆς πλάνης ἐπισκιαζούσης τὰ πανταχοῦ καὶ κρυπτούσης τὴν περὶ τοῦ ἀληθινοῦ Θεοῦ γνῶσιν, τί τ

 Ὡς γὰρ τῆς γραφείσης ἐν ξύλῳ μορφῆς παρα φανισθείσης ἐκ τῶν ἔξωθεν ῥύπων, πάλιν χρεία τοῦτον παραγενέσθαι, οὗ καὶ ἔστιν ἡ μορφή, ἵνα ἀνακαινισθῆναι ἡ

 Ὡς γὰρ ἀγαθὸς διδάσκαλος κηδόμενος τῶν ἑαυτοῦ μαθητῶν, τοὺς μὴ δυναμένους ἐκ τῶν μειζόνων ὠφεληθῆναι, πάντως διὰ τῶν εὐτελεστέρων συγκαταβαίνων αὐτοὺς

 Ἅπαξ γὰρ εἰς αἰσθητὰ πεσούσης τῆς διανοίας τῶν ἀνθρώπων, ὑπέβαλεν ἑαυτὸν διὰ σώματος φανῆναι ὁ Λόγος, ἵνα μετενέγκῃ εἰς ἑαυτὸν ὡς ἄνθρωπον τοὺς ἀνθρώπ

 Οὐ γὰρ δὴ περικεκλεισμένος ἦν ἐν τῷ σώματι· οὐδὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν. Οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, τὰ ὅλα δὲ τῆς τούτου ἐνεργείας καὶ προν

 Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκε ὅτι τὸ μὲν σῶμα, ὡς σῶμα, ἐτίκτετο καὶ καταλλήλοις ἐτρέ

 Ταῦτα δὲ πάντα ποιεῖν τῷ Σωτῆρι καλῶς ἔχειν ἐδόκει, ἵν' ἐπειδὴ τὴν ἐν τοῖς πᾶσιν αὐτοῦ πρόνοιαν ἠγνόησαν οἱ ἄνθρωποι καὶ οὐ κατενόησαν τὴν διὰ τῆς κτί

 Τὴν μὲν οὖν αἰτίαν τῆς σωματικῆς ἐπιφανείας αὐτοῦ, ὡς οἷόν τε ἦν, ἐκ μέρους, καὶ ὡς ἡμεῖς ἠδυνήθημεν νοῆσαι, προείπομεν, ὅτι οὐκ ἄλλου ἦν τὸ φθαρτὸν ε

 Ἀμέλει, τοῦ κοινοῦ πάντων Σωτῆρος ἀποθανόντος ὑπὲρ ἡμῶν, οὐκέτι νῦν ὥσπερ πάλαι κατὰ τὴν τοῦ νόμου ἀπειλὴν θανάτῳ ἀποθνῄσκομεν οἱ ἐν Χριστῷ πιστοί· πέ

 Ἀλλ' ἔδει, φήσειεν ἄν τις, κρυβῆναι τὴν ἐπιβουλὴν τῶν Ἰουδαίων, ἵνα καθόλου τὸ ἑαυτοῦ σῶμα ἀθάνατον φυλάξῃ. Ἀκουέτω δὴ ὁ τοιοῦτος, ὅτι καὶ τοῦτο ἀπρεπ

 Εἰ δὲ καὶ χωρίς τινος νόσου καὶ χωρίς τινος ἀλγηδόνος, ἰδίᾳ που καὶ καθ' ἑαυτὸν ἐν γωνίᾳ, ἢ ἐν ἐρήμῳ τόπῳ, ἢ κατ' οἰκίαν, ἢ ὅπου δήποτε τὸ σῶμα κρύψας

 Τὰ δὲ καὶ παρ' ἑτέρων ἂν λεχθέντα, ταῦτα προβαλεῖν ἡμᾶς ἀναγκαῖον ταῖς ἀπολογίαις. Τάχα γὰρ ἄν τις εἴποι καὶ τοῦτο· Εἰ ἐπ' ὄψει πάντων καὶ ἐμμάρτυρον

 Καὶ ταῦτα μὲν πρὸς τοὺς ἔξωθεν ἑαυτοῖς λογισμοὺς ἐπισωρεύοντας· ἂν δὲ καὶ τῶν ἐξ ἡμῶν τις μὴ ὡς φιλόνεικος, ἀλλ' ὡς φιλομαθής, ζητῇ διὰ τί μὴ ἑτέρως ἀ

 Πρέπων οὖν ἄρα καὶ ἁρμόζων ὁ ἐν τῷ σταυρῷ γέγονε θάνατος ὑπὲρ ἡμῶν· καὶ ἡ αἰτία τούτου εὔλογος ἐφάνη κατὰ πάντα, καὶ δικαίους ἔχει τοὺς λογισμούς, ὅτι

 Τοῦ μὲν γὰρ καταλελύσθαι τὸν θάνατον, καὶ νίκην κατ' αὐτοῦ γεγενῆσθαι τὸν σταυρόν, καὶ μηκέτι λοιπὸν ἰσχύειν, ἀλλ' εἶναι νεκρὸν αὐτὸν ἀληθῶς, γνώρισμα

 Ἆρ' οὖν τοῦτο μικρὸς ἔλεγχός ἐστι τῆς τοῦ θανάτου ἀσθενείας; ἢ μικρά ἐστιν ἀπόδειξις τῆς κατ' αὐτοῦ γενο μένης νίκης παρὰ τοῦ Σωτῆρος, ὅταν οἱ ἐν Χρισ

 Εἰ δὲ τῷ σημείῳ τοῦ σταυροῦ καὶ τῇ πίστει τῇ εἰς Χριστὸν καταπατεῖται ὁ θάνατος, δῆλον ἂν εἴη παρὰ ἀληθείᾳ δικαζούσῃ, μὴ ἄλλον εἶναι ἀλλ' ἢ αὐτὸν τὸν

 Τοῦ μὲν οὖν κατηργῆσθαι τὸν θάνατον, καὶ τρόπαιον εἶναι κατ' αὐτοῦ τὸν Κυριακὸν σταυρόν, οὐ μικρὸς ἔλεγχος τὰ προειρημένα. Τῆς δὲ γενομένης λοιπὸν ἀθα

 Μέγαν δὲ καὶ καθ' ἑαυτῶν τὸν ἔλεγχον οἱ ἀπιστοῦντες τῇ ἀναστάσει προβάλλονται, εἰ τὸν Χριστὸν τὸν λεγόμενον παρ' αὐτῶν νεκρὸν οἱ πάντες δαίμονες καὶ ο

 Εἰ δ' ὅτι μὴ ὁρᾶται, ἀπιστεῖται καὶ ἐγηγέρθαι, ὥρα καὶ τὸ κατὰ φύσιν ἀρνεῖσθαι τοὺς ἀπιστοῦντας. Θεοῦ γὰρ ἴδιον μὴ ὁρᾶσθαι μέν, ἐκ δὲ τῶν ἔργων γινώσκ

 Τούτων δὲ οὕτως ἐχόντων καὶ φανερᾶς οὔσης τῆς ἀποδείξεως περὶ τῆς ἀναστάσεως τοῦ σώματος καὶ τῆς κατὰ τοῦ θανάτου γενομένης ὑπὸ τοῦ Σωτῆρος νίκης, φέρ

 Οὐ σεσιώπηται δὲ οὐδὲ ὁ τούτου θάνατος· ἀλλὰ καὶ λίαν τηλαυγῶς ἐν ταῖς θείαις σημαίνεται γραφαῖς. Καὶ γὰρ καὶ τὴν αἰτίαν τοῦ θανάτου, ὅτι μὴ δι' ἑαυτό

 Ἀλλ' ἴσως περὶ μὲν τῆς τοῦ θανάτου προφητείας ἀκούσας, ζητεῖς καὶ τὰ περὶ τοῦ σταυροῦ σημαινόμενα μαθεῖν. Οὐδὲ γὰρ οὐδὲ τοῦτο σεσιώπηται· δεδήλωται δὲ

 Τίς δὲ πώποτε τῶν γενομένων βασιλέων “πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ μητέρα” ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφεν; οὐ ∆αβὶδ τριακονταετὴς ἐβασ

 Τίς δὲ τῶν ἐν τῇ γραφῇ μαρτυρουμένων διωρύχθη τὰς χεῖρας καὶ τοὺς πόδας, ἢ ὅλως ἐπὶ ξύλου κεκρέμασται, καὶ σταυρῷ τετελείωται ὑπὲρ τῆς πάντων σωτηρίας

 Εἰ γὰρ μὴ αὐτάρκη νομίζουσι ταῦτα, κἂν ἐξ ἑτέρων πειθέσθωσαν ἀφ' ὧν αὐτοὶ πάλιν ἔχουσι λογίων. Περὶ τίνος γὰρ λέγουσιν οἱ προφῆται· “Ἐμφανὴς ἐγενόμην

 Ἀλλ' ἴσως καὶ αὐτοὶ μὴ δυνάμενοι πρὸς τὰ φανερὰ διαμάχεσθαι, οὐκ ἀρνήσονται μὲν τὰ γεγραμμένα, προσδοκᾶν δὲ ταῦτα καὶ μηδέπω παραγεγενῆσθαι τὸν Θεὸν Λ

 Οὐκοῦν μυθολογοῦσιν Ἰουδαῖοι, καὶ παρόντα τὸν νῦν καιρὸν ὑπερτίθενται. Πότε γὰρ ἐπαύσατο προφήτης ἢ ὅρασις ἀπὸ τοῦ Ἰσραήλ, εἰ μὴ νῦν ὅτε ὁ Ἅγιος τῶν ἁ

 Ἕλληνας δὲ καὶ πάνυ τις θαυμάσειε γελῶντας μὲν τὰ ἀχλεύαστα, πεπηρωμένους δὲ ἐπὶ τῇ ἑαυτῶν αἰσχύνῃ, ἣν ἐν λίθοις καὶ ξύλοις ἀναθέντες οὐχ ὁρῶσι. Πλὴν

 Ὥσπερ γὰρ ὅλου τοῦ σώματος ὑπὸ τοῦ ἀνθρώπου ἐνεργουμένου καὶ φωτιζομένου, εἴ τις λέγοι ἄτοπον εἶναι καὶ ἐν τῷ δακτύλῳ τοῦ ποδὸς τὴν δύναμιν εἶναι τοῦ

 ∆ιατί οὖν, ἐὰν λέγωσιν, οὐχὶ δι' ἄλλων μερῶν καλλιόνων τῆς κτίσεως ἐφάνη, καὶ καλλίονι ὀργάνῳ οἷον ἡλίῳ ἢ σελήνῃ ἢ ἄστροις ἢ πυρὶ ἢ αἰθέρι οὐ κέχρηται

 Ἀλλ' ἴσως συγκαταθήσονται μὲν τούτοις αἰσχυνόμενοι, θελήσουσι δὲ λέγειν, ὅτι ἔδει τὸν Θεόν, παιδεῦσαι καὶ σῶσαι θέλοντα τοὺς ἀνθρώπους, νεύματι μόνον

 Οὐκοῦν ἀκολούθως ὁ τοῦ Θεοῦ Λόγος σῶμα ἀνέλαβε, καὶ ἀνθρωπίνῳ ὀργάνῳ κέχρηται, ἵνα καὶ ζωοποιήσῃ τὸ σῶμα, καὶ ἵν', ὥσπερ ἐν τῇ κτίσει διὰ τῶν ἔργων γν

 Πότε τὴν τῶν εἰδώλων θρησκείαν ἤρξαντο καταλιμπάνειν οἱ ἄνθρωποι, εἰ μὴ ἀφ' οὗ γέγονεν ὁ ἀληθινὸς τοῦ Θεοῦ Θεὸς Λόγος ἐν ἀνθρώποις; πότε δὲ τὰ παρ' Ἕλ

 Καὶ πάλαι μὲν τὰ πανταχοῦ τῆς ἀπάτης τῶν μαντείων ἐπεπλήρωτο, καὶ τὰ ἐν ∆ελφοῖς καὶ ∆ωδώνῃ καὶ Βοιωτίᾳ καὶ Λυκίᾳ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ Καβίροις μα

 Ταῦτα δὲ τὰ λεγόμενα παρ' ἡμῶν οὐκ ἄχρι λόγων ἐστίν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πείρας ἔχει τὴν τῆς ἀληθείας μαρτυρίαν. Παρίτω γὰρ ὁ βουλόμενος καὶ θεωρείτ

 Τίς γὰρ τῶν πώποτε γενομένων ἀνθρώπων ἐκ παρθένου μόνης ἑαυτῷ συνεστήσατο σῶμα; ἢ τίς πώποτε ἀνθρώπων τοιαύτας νόσους ἐθεράπευσεν, οἵας ὁ κοινὸς πάντω

 Πολλοὶ πρὸ τούτου γεγόνασι βασιλεῖς καὶ τύραννοι γῆς, πολλοὶ παρὰ Χαλδαίοις ἱστοροῦνται καὶ παρ' Αἰγυπτίοις καὶ Ἰνδοῖς γενόμενοι σοφοὶ καὶ μάγοι· τίς

 Τίς οὖν ἀνθρώπων μετὰ θάνατον ἢ ὅλως ζῶν περὶ παρθενίας ἐδίδαξε, καὶ οὐκ ἐνόμισεν ἀδύνατον εἶναι τὴν ἀρετὴν ταύτην ἐν ἀνθρώποις; Ἀλλ' ὁ ἡμέτερος Σωτὴρ

 Τίς οὖν ὁ ταῦτα ποιήσας, ἢ τίς ὁ τοὺς μισοῦντας ἀλλήλους εἰς εἰρήνην συνάψας, εἰ μὴ ὁ ἀγαπητὸς τοῦ Πατρὸς Υἱός, ὁ κοινὸς πάντων Σωτὴρ Ἰησοῦς Χριστός,

 Καὶ ἵνα ἓν ὃ καὶ πάνυ θαυμαστόν ἐστι γνώρισμα τῆς θειότητος τοῦ Σωτῆρος εἴπω· τίς πώποτε ἄνθρωπος ἁπλῶς ἢ μάγος, ἢ τύραννος, ἢ βασιλεύς, ἐφ' ἑαυτοῦ το

 Ὥσπερ οὖν εἴ τις ἀόρατον ὄντα τῇ φύσει τὸν Θεὸν καὶ μηδόλως ὁρώμενον εἰ θέλοι ὁρᾶν, ἐκ τῶν ἔργων αὐτὸν καταλαμβάνει καὶ γινώσκει, οὕτως ὁ μὴ ὁρῶν τῇ δ

 Τοῦτο οὖν μετὰ τὰ προειρημένα καταμαθεῖν σε ἄξιόν ἐστιν καὶ ὡς ἀρχὴν τῶν μὴ λεχθέντων θέσθαι, καὶ θαυμάσαι λίαν ὅτι τοῦ Σωτῆρος ἐπιδημήσαντος οὐκ ἔτι

 Ταῦτα μέν σοι παρ' ἡμῶν δι' ὀλίγων, ὅσον πρὸς στοιχείωσιν καὶ χαρακτῆρα τῆς κατὰ Χριστὸν πίστεως καὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας, ἀνατεθείσθω

 Ἀλλὰ πρὸς τὴν ἐκ τῶν γραφῶν ἔρευναν καὶ γνῶσιν ἀληθῆ, χρεία βίου καλοῦ καὶ ψυχῆς καθαρᾶς καὶ τῆς κατὰ Χριστὸν ἀρετῆς, ἵνα δι' αὐτῆς ὁδεύσας ὁ νοῦς τυχ

§50. Impotence and rivalries of the Sophists put to shame by the Death of Christ. His Resurrection unparalleled even in Greek legend.

Many before this Man have been kings and tyrants of the world, many are on record who have been wise men and magicians, among the Chaldæans and Egyptians and Indians; which of these, I say, not after death, but while still alive, was ever able so far to prevail as to fill the whole earth with his teaching and reform so great a multitude from the superstition of idols, as our Saviour has brought over from idols to Himself? 2. The philosophers of the Greeks have composed many works with plausibility and verbal skill; what result, then, have they exhibited so great as has the Cross of Christ? For the refinements they taught were plausible enough till they died; but even the influence they seemed to have while alive was subject to their mutual rivalries; and they were emulous, and declaimed against one another. 3. But the Word of God, most strange fact, teaching in meaner language, has cast into the shade the choice sophists; and while He has, by drawing all to Himself, brought their schools to nought, He has filled His own churches; and the marvellous thing is, that by going down as man to death, He has brought to nought the sounding utterances of the wise151    e.g. Iamblichus, &c., cf. Introd. to c. Gent. concerning idols. 4. For whose death ever drove out demons? or whose death did demons ever fear, as they did that of Christ? For where the Saviour’s name is named, there every demon is driven out. Or who has so rid men of the passions of the natural man, that whoremongers are chaste, and murderers no longer hold the sword, and those who were formerly mastered by cowardice play the man? 5. And, in short, who persuaded men of barbarous countries and heathen men in divers places to lay aside their madness, and to mind peace, if it be not the Faith of Christ and the Sign of the Cross? Or who else has given men such assurance of immortality, as has the Cross of Christ, and the Resurrection of His Body? 6. For although the Greeks have told all manner of false tales, yet they were not able to feign a Resurrection of their idols,—for it never crossed their mind, whether it be at all possible for the body again to exist after death. And here one would most especially accept their testimony, inasmuch as by this opinion they have exposed the weakness of their own idolatry, while leaving the possibility open to Christ, so that hence also He might be made known among all as Son of God.

Πολλοὶ πρὸ τούτου γεγόνασι βασιλεῖς καὶ τύραννοι γῆς, πολλοὶ παρὰ Χαλδαίοις ἱστοροῦνται καὶ παρ' Αἰγυπτίοις καὶ Ἰνδοῖς γενόμενοι σοφοὶ καὶ μάγοι· τίς τούτων ποτέ, οὐ λέγω μετὰ θάνατον, ἀλλὰ καὶ ἔτι ζῶν ἠδυνήθη τοσοῦτον ἰσχῦσαι, ὥστε τὴν σύμπασαν αὐτὸν γῆν πληρῶσαι τῆς αὐτοῦ διδασκαλίας, καὶ τοσοῦτον πλῆθος παιδεῦσαι ἀπὸ τῆς τῶν εἰδώλων δεισιδαιμονίας, ὅσους ὁ ἡμέτερος Σωτὴρ εἰς ἑαυτὸν ἀπὸ τῶν εἰδώλων μετή νεγκεν; Ἑλλήνων οἱ φιλόσοφοι μετὰ πιθανότητος καὶ τέχνης λόγων πολλὰ συνέγραψαν· τί οὖν τοσοῦτον ὅσον ὁ τοῦ Χριστοῦ σταυρὸς ἐπεδείξαντο; Ἄχρι γὰρ τελευτῆς αὐτῶν τὰ παρ' αὐτῶν σοφίσματα τὸ πιθανὸν ἔσχεν· ἀλλὰ καὶ ὃ ἔδοξαν ζῶντες ἰσχύειν ἐν ἀλλήλοις ἔσχον τὴν ἅμιλλαν, καὶ κατ' ἀλλήλων μελετῶντες ἐφιλονείκουν. Ὁ δὲ τοῦ Θεοῦ Λόγος, τὸ παραδοξότατον, πτωχοτέραις ταῖς λέξεσι διδάξας, τοὺς πάνυ σοφιστὰς ἐπεσκίασε, καὶ τὰς μὲν ἐκείνων διδασκαλίας κατήργησε, πάντας ἕλκων πρὸς ἑαυτόν, τὰς δὲ ἑαυτοῦ ἐκκλησίας πεπλήρωκε· καὶ τό γε θαυμαστόν, ὅτι ὡς ἄνθρωπος εἰς τὸν θάνατον καταβάς, τὴν τῶν σοφῶν μεγαλοφωνίαν περὶ εἰδώλων κατήργησε. Τίνος γάρ ποτε θάνατος ἀπήλασε δαίμονας; ἢ τίνος ποτὲ θάνατον ἐφοβήθησαν δαίμονες ὡς τὸν Χριστοῦ; Ἔνθα γὰρ ὀνομάζεται τὸ ὄνομα τοῦ Σωτῆρος, ἐκεῖθεν πᾶς δαίμων ἀπελαύνεται. Τίς δὲ οὕτως τὰ ψυχικὰ πάθη περιεῖλε τῶν ἀνθρώπων, ὥστε τοὺς μὲν πόρνους σωφρονεῖν, τοὺς δὲ ἀνδροφόνους μηκέτι ξίφος κρατεῖν, τοὺς δὲ δειλίᾳ προκατεχομένους ἀνδρίζεσθαι; Καὶ ὅλως, τίς τοὺς παρὰ βαρβάροις καὶ τοὺς κατὰ τόπον τῶν ἐθνῶν ἀνθρώπους ἔπεισεν ἀποθέσθαι μὲν τὴν μανίαν, εἰρηναῖα δὲ φρονεῖν, εἰ μὴ ἡ τοῦ Χριστοῦ πίστις, καὶ τὸ τοῦ σταυροῦ σημεῖον; Τίς δὲ ἄλλος περὶ ἀθανασίας οὕτως ἐπιστώσατο τοὺς ἀνθρώπους, ὡς ὁ τοῦ Χριστοῦ σταυρός, καὶ ἡ τοῦ σώματος ἀνάστασις αὐτοῦ; Καίπερ γὰρ πάντα ψευσάμενοι Ἕλληνες, ὅμως οὐκ ἠδυνήθησαν ἀνάστασιν τῶν ἑαυτῶν εἰδώλων πλάσασθαι, οὐκ ἐνθυμούμενοι τὸ σύνολον, εἰ ὅλως δυνατὸν μετὰ θάνατον εἶναι πάλιν τὸ σῶμα· ἐφ' ᾧ καὶ μάλιστα ἄν τις αὐτοὺς ἀποδέξηται, ὅτι τοιαῦτα λογισάμενοι τὴν μὲν ἀσθένειαν τῆς ἑαυτῶν εἰδωλολατρίας ἤλεγξαν, τὸ δὲ δυνατὸν τῷ Χριστῷ παρεχώρησαν, ἵνα καὶ ἐκ τούτου γνωσθῇ παρὰ πᾶσι τοῦ Θεοῦ Υἱός.