οὕτως, διαβεβαιούμεθα. Καὶ οὐχ ἡμεῖς ἀγνοοῦμεν μόνον τὴν ἐκ Πατρὸς τοῦ Υἱοῦ γέννησιν, ἀλλὰ καὶ πᾶσα γεννητὴ φύσις. Ἐκδιήγησαι γῇ, ἐάν σοι φράσῃ· καὶ ἐὰν ἐξετάσῃς πάντα τὰ ὄντα ἐπὶ τῆς γῆς, οὐ δυνήσεται εἰπεῖν. Ἡ γὰρ γῆ τοῦ οἰκείου κεραμέως καὶ πλάστου τὴν ὑπόστασιν λέγειν οὐ δύναται. Οὐ μόνον δὲ γῆ οὐκ οἶδεν, ἀλλ' οὐδὲ ἥλιος. Τετάρτῃ γὰρ ἡμέρᾳ ὁ ἥλιος ἐκτίσθη, τὰ ἐν ταῖς πρὸ αὐτοῦ τρισὶ μὴ γινώσκων. Ὁ δὲ τὰ ἐν τρισὶν ἡμέραις, ταῖς πρὸ αὐτοῦ, μὴ εἰδὼς, αὐτὸν τὸν ποιητὴν ἐξειπεῖν οὐ δυνήσεται. Οὐρανὸς τοῦτο οὐ διηγήσεται· νεύματι γὰρ Πατρὸς ὑπὸ τοῦ Χριστοῦ καὶ ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη. Οὐδὲ οἱ οὐρανοὶ τῶν οὐρανῶν διηγήσονται, οὐδὲ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν τοῦτο διηγήσεται. Τί τοίνυν ἀθυμεῖς ἀγνοῶν ἄνθρωπε, ὅπερ ἀγνοοῦσι καὶ οἱ οὐρανοί; Οὐ μόνον δὲ οἱ οὐρανοὶ τὴν γέννησιν ἀγνοοῦσιν, ἀλλὰ καὶ πᾶσα ἀγγελικὴ φύσις. Εἰ γάρ τις (εἴγε ἦν δυνατὸν) ἀναβὰς εἰς πρῶτον οὐρανὸν, καὶ τῶν ἐκεῖ ἀγγέλων κατανοήσας τὴν κατάστασιν, προσελθὼν ἐρωτήσειε, πῶς ὁ Θεὸς ἐγέννησε τὸν ἑαυτοῦ Υἱὸν, ἐροῦσιν ἴσως ἔχομεν ὑπὲρ ἡμᾶς μείζονας ἀνωτέρους, ἐκείνους ἐρώτησον. Ἀνάβηθι πρὸς δεύτερον οὐρανὸν καὶ τρίτον· φθάσον, εἰ δύνῃ, πρὸς θρόνους καὶ κυριότητας, ἀρχάς τε καὶ ἐξουσίας· κἂν πρὸς ἐκείνους δέ τις φθάσειεν, ὅπερ ἀδύνατον, κἀκεῖνοι παραιτήσονται τὴν διήγησιν, οὐδὲ γὰρ οἴδασι. 11.12 Καὶ ἐγὼ τεθαύμακα ἀεὶ τῶν τολμηρῶν τὴν φιλοπραγμοσύνην, τῶν διὰ τῆς νομιζομένης εὐλαβείας εἰς ἀσέβειαν ἐκπιπτόντων. Θρόνους γὰρ καὶ κυριότητας, τὰ Χριστοῦ ποιήματα, καὶ ἀρχὰς καὶ ἐξουσίας ἀγνοοῦντες, αὐτὸν τὸν ποιητὴν φιλοπραγμονεῖν ἐπιχειροῦσιν. Εἰπέ μοι πρῶτον, ὦ τολμηρότατε, τί διαφέρει θρόνος κυριότητος, καὶ τότε πολυπραγμόνει τὰ κατὰ Χριστόν. Εἰπέ μοι, τί μέν ἐστιν ἀρχὴ, τί δὲ ἐξουσία, τί δὲ δύναμις, τί δὲ ἄγγελος· καὶ τότε τὸν ποιητὴν πολυπραγμόνει· πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. Ἀλλ' οὐ θέλεις ἐρωτῆσαι θρόνους ἢ κυριότητας, ἢ οὐ δύνασαι. Τί ἐστιν ἕτερον γινῶσκον τὰ βάθη τοῦ Θεοῦ, εἰ μὴ μόνον τὸ Πνεῦμα τὸ ἅγιον, τὸ λαλῆσαν τὰς θείας γραφάς; Ἀλλ' οὐδ' αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, περὶ τῆς ἐκ Πατρὸς τοῦ Υἱοῦ γεννήσεως ἐν ταῖς γραφαῖς ἐλάλησεν. Τί τοίνυν πολυπραγμονεῖς, ἃ μηδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἔγραψεν ἐν ταῖς γραφαῖς; Ὁ τὰ γεγραμμένα μὴ γινώσκων, τὰ μὴ γεγραμμένα πολυπραγμονεῖς; Πολλὰ ζητήματά ἐστιν ἐν ταῖς θείαις γραφαῖς· τὸ γεγραμμένον οὐ καταλαμβάνομεν, τί τὸ μὴ γεγραμμένον πολυπραγμονοῦμεν; Αὔταρκες ἡμῖν εἰδέναι, ὅτι Θεὸς ἐγέννησεν Υἱὸν ἕνα μόνον. 11.13 Μὴ ἐπαισχυνθῇς ὁμολογῆσαι τὴν ἄγνοιαν, ἐπειδὴ μετ' ἀγγέλων ἀγνοεῖς. Ὁ γεννήσας οἶδε μόνος τὸν γεννηθέντα, καὶ ὁ ἐξ αὐτοῦ γεγεννημένος οἶδε τὸν γεννήσαντα. Ὁ γεννήσας οἶδε, τί ἐγέννησε· καὶ αἱ γραφαὶ δὲ μαρτυροῦσιν, ὅτι Θεὸς ὁ γεννηθείς· [ἄναρχος. Τίς γὰρ ἔγνω ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω δὲ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα τοῦ Θεοῦ.] Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ. Καὶ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Καὶ, ὥσπερ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει, ζωοποιεῖ. Οὔτε ὁ γεννήσας ἐζημιώθη τι, οὔτε λείπει τι τῷ γεννηθέντι· (οἶδα πολλάκις ταῦτα εἰρηκὼς, ἀλλὰ πολλάκις ταῦτα εἴρηται ὑπὲρ τῆς ὑμῶν ἀσφαλείας·) οὔτε ὁ γεννήσας ἔχει πατέρα, οὔτε ὁ γεννηθεὶς ἀδελφὸν ἔχει. Οὔτε ὁ γεννήσας εἰς υἱὸν μετεβλήθη, οὔτε ὁ γεννηθεὶς πατὴρ ἐγένετο. Ἐξ ἑνὸς μόνου Πατρὸς, εἷς μονογενὴς Υἱός. Οὔτε δύο ἀγέννητοι, οὔτε δύο μονογενεῖς· ἀλλ' εἷς ἐστι Πατὴρ ἀγέννητος, (ἀγέννητος γάρ ἐστιν ὁ πατέρα μὴ ἔχων)· καὶ εἷς ἐστιν Υἱὸς, ἀϊδίως ἐκ Πατρὸς γεγεννημένος· οὐ χρόνοις γεγεννημένος, ἀλλὰ πρὸ αἰώνων γεννηθείς· οὐκ ἐκ προκοπῆς αὐξηθεὶς, ἀλλὰ τοῦτο γεννηθεὶς ὅπερ ἐστὶ νῦν. 11.14 Πιστεύομεν τοίνυν ΕΙΣ ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ 11.14 ΜΟΝΟΓΕΝΗ, ΤΟΝ ΕΚ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΑ ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ. Ὁ γὰρ ἀληθὴς Θεὸς οὐ γεννᾷ ψευδῆ, καθὼς εἴρηται, οὐδὲ σκεψάμενος ὕστερον ἐγέννησεν· ἀλλ' ἀϊδίως ἐγέννησε, καὶ πολὺ