πολιορκουμένης στρα τεύματος καὶ εἰς ἀνάγκην μεγίστην περιισταμένης, ἀπέστειλαν οἱ ταύτης οἰκήτορες πρὸς τὸν βασιλέα Ῥωμανὸν διαπρεσβευόμενοι τὴν πολιορκίαν λυθῆναι, τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον παρέ χειν ἐπαγγειλάμενοι. ὑπὲρ τῆς τοιαύτης δὲ χάριτος δεσμίους ᾐτή σαντο τῶν ἐμφανῶν ἀπολαβεῖν, χρυσόβουλλά τε λαβεῖν ὥστε τὴν τούτων χώραν μηκέτι παρὰ τοῦ Ῥωμαίων στρατοῦ ληΐζεσθαι· ὃ δὴ καὶ γέγονεν. τοῦ δὲ ἁγίου ἐκμαγείου ἀποσταλέντος καὶ ἤδη τῇ Κωνσταντινουπόλει πλησιάσαντος, Θεοφάνης ὁ πατρίκιος καὶ πα ρακοιμώμενος ἐν τῷ ποταμῷ Σαγγάρῳ ἐξελθὼν ὑπήντησεν αὐτῷ μετὰ φωταγωγίας καὶ τῆς δεούσης τιμῆς καὶ ὑμνῳδίας. καὶ τῇ ιεʹ τοῦ Αὐγούστου μηνὸς σὺν αὐτῷ ἐν τῇ πόλει εἰσῆλθον, τοῦ βα σιλέως ἐν Βλαχέρναις ὄντος κἀκεῖ αὐτὸ προσκυνήσαντος. τῇ δὲ ἐπαύριον ἐξῆλθον ἐν τῇ Χρυσῇ πόρτῃ οἵ τε τοῦ βασιλέως δύο υἱοὶ Στέφανός τε καὶ Κωνσταντῖνος καὶ ὁ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος 919 σὺν τῷ πατριάρχῃ Θεοφυλάκτῳ· καὶ μετὰ τῆς δεούσης τοῦτο ἀνα λαβόντες τιμῆς, τῆς συγκλήτου πάσης προπορευομένης καὶ φωτα γωγίας μεγίστης προαγούσης, μέχρι τοῦ ἁγίου ναοῦ τῆς ἁγίας τοῦ θεοῦ σοφίας πεζῇ διεκόμισαν, καὶ προσκυνηθὲν ἐκεῖσε ἐν τῷ πα λατίῳ ἀνήγαγον. 57. Ἐν ταύταις δὴ ταῖς ἡμέραις Ἀρμένιόν τι τέρας τῇ πόλει ἐπεδήμησεν, παῖδες συμφυεῖς ἄρρενες ἐκ μιᾶς προελθόντες γαστρός, σῶοι μὲν καὶ ἄρτιοι πάντα τὰ μέλη τοῦ σώματος, ἀπὸ δὲ τοῦ στόματος τῆς γαστρὸς καὶ μέχρι τῶν ὑπογαστρίων συμπε φυκότες καὶ ἀλλήλοις ὑπάρχοντες ἀντιπρόσωποι. οἳ ἐπὶ πλεῖστον τῇ πόλει ἐνδιατρίψαντες, καὶ ὑπὸ πάντων ὡς ἐξαίσιόν τι τέρας ὁρώμενοι, τῆς πόλεως ὡς πονηρός τις οἰωνὸς ἐξηλάθησαν. ἐπὶ δὲ τῆς μονοκρατορίας Κωνσταντίνου πάλιν εἰσήλθοσαν· ἐπεὶ δὲ ὁ ἕτερος αὐτῶν ἐτεθνήκει, ἰατροί τινες ἔμπειροι τὸ συγκεκολλημένον μέρος διέτεμον εὐφυῶς, ἐλπίδι τοῦ τὸν ἕτερον ζήσεσθαι, ὃς τρεῖς ἡμέρας ἐπιβιοὺς ἐτελεύτησεν. 58. Ὁ δὲ Ῥωμανὸς ὁ βασιλεύς, ὡς ἀνωτέρω εἴρηται, ἐν πᾶσιν μοναχοῖς πίστιν ἐκέκτητο ἄμετρον, διαφερόντως δὲ ἐτίμα καὶ ὑπερεσέβετο Σέργιον τὸν ἐν μονασταῖς διαλάμποντα, ὃς ἀδελ φὸς μὲν τοῦ μαγίστρου ὑπῆρχε Κοσμᾶ, ἀνεψιὸς δὲ τοῦ πατριάρ 920 χου Φωτίου· ὃν πλέον τῆς σαρκικῆς εὐσυγγενείας ἡ κατὰ ψυχὴν ἐτίμα εὐγένεια. ἀρετῆς γὰρ εἰς ἄκρον καὶ γνώσεως ἤλασεν, ὡς δυσχερὲς εἶναι διακρίνειν ποτέρῳ μᾶλλον ἐπλεονέκτει· οὕτως εἰς ἄκρον ἑκατέραν ἐξήσκησεν. ἐπήνθει τε αὐτῷ πρὸς τοῖς ἄλλοις καὶ τὸ τῆς διακρίσεως χάρισμα καὶ τὸ χάριεν τοῦ ἤθους καὶ τὸ μέτριον τοῦ φρονήματος. οὐ γὰρ ἀνέσπα τὰς ὀφρῦς ὡς οἱ νῦν σοφοί, οὐδὲ ἀλαζών τις ἐδόκει καὶ ὑπερήφανος, ἀλλὰ τὸν λόγον μὲν εἶχε γλυκύτερον μέλιτος ἀποστάζοντα, τὸ ἦθος δὲ πάγιον καὶ σταθερόν, ταπεινὸν δὲ τὸ φρόνημα. τοῦτον δὴ τὸν ἀοίδιμον ἀδιαλείπτως μεθ' ἑαυτοῦ εἶχεν ὁ βασιλεύς, κανόνα ὄντως καὶ σταθμὴν τὸν αὐτοῦ βίον ἀεὶ ῥυθμίζοντα. ὃς πολλὰ παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους ἐᾶν εἰς πο νηρίαν ἐκκλίνοντας, μή ποτε αὐτὸς πάθοι τοῦ Ἠλί, τιμωρίαν ἐκ τῆς τῶν παίδων παρανομίας ἐκτίσας. 59 ἐπειδὴ δὲ τοῦ παλατίου τοῦτον οἱ παῖδες κατήγαγον καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξώ ρισαν, πάλιν τοῦτον εἶχε τῶν συμφορῶν παραμύθιον καὶ τῶν θλίψεων ἀκεσώδυνον φάρμακον. ᾧ συνῆν τότε καὶ Πολύευκτος μοναχὸς εὐλαβέστατος, καὶ αὐτὸς τὰ εἰκότα παραμυθούμενος· ὃς τοῦ πατριάρχου Θεοφυλάκτου τελευτήσαντος πατριάρχης ἐπὶ τοῦ βασιλέως Κωνσταντίνου προχειρίζεται Κωνσταντινου πόλεως. 921 60. Ἐπεὶ δὲ πολλοῖς τρόποις βούλεται ὁ θεὸς σώζειν τὸν ἄνθρωπον, συνεχώρησε καὶ τὸν βασιλέα Ῥωμανὸν ἀδοκήτῳ περι πεσεῖν συμφορᾷ, ἵνα δι' αὐτῆς σωφρονισθεὶς καὶ τῶν οἰκείων ἐν συναισθήσει παραπτωμάτων γενόμενος σωτηρίας ἀξιωθῇ. συνε χώρησε γὰρ ἐπαναστῆναι αὐτῷ τὸν υἱὸν αὐτοῦ Στέφανον, ὥσπερ ποτὲ Ἀβεσαλὼν ἐπανέστη τῷ οἰκείῳ πατρὶ τῷ ∆αβίδ. συμβού λοις οὖν οὗτος πρὸς τοῦτο χρησάμενος τῷ τε ἀπὸ μοναχῶν Μα ριανῷ καὶ Βασιλείῳ τῷ πρωτοσπαθαρίῳ τῷ Πετεινάκῃ καὶ Μα νουὴλ τῷ Κουρτίκῃ, συνειδότων αὐτῷ καὶ τῶν ἄλλων βασιλέων, τοῦτον τοῦ παλατίου κακῶς κατήγαγε καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξο ρίσας ἔκειρε