βούλευμα τὰς πολλὰς χέρας νικᾷ", ὃ τότε δι' αὐτῶν τῶν ἐκείνου ἔργων τὴν πίστιν εἴληφεν. Εἷς γὰρ ἄνθρωπος καὶ μία γνώμη τοὺς δεινοτάτους τῶν στρατηγῶν Ῥωμαίων εἰς μέγα κλέος ἀρθέντας καὶ τὰ μυριόλεκτα πλήθη τῶν στρατευμάτων ἐν βραχεῖ καθεῖλε καιρῷ, τὸ δὲ προφανῶς πεπτωκὸς πολίτευμα καὶ τὰς ἀπειρηκυίας ψυχὰς τῶν ὑπὸ τὸν βασιλέα δυνάμεων ἐπὶ τὸ κρεῖττον ἤγαγε καὶ ἀνύψωσε. Τὸν μὲν οὖν Βασιλάκην πεμφθέντες πρὸς βασιλέως τινὲς συναντῶσιν μεταξὺ Φιλίππων καὶ Ἀμφιπόλεως καὶ τὰ ἐκ βασιλέως τῷ Κομνηνῷ χειρίσαντες γράμματα, περί τι χωρίον ἀπαγαγόντεςΧλεμπίνα τούτῳ τὸ ὄνομα, ἐν ᾧπερ καὶ πηγὴ ἀναδίδοται διειδής, τοὺς ὀφθαλμοὺς αὐτοῦ διορύττουσι καὶ ἡ πηγὴ ἔκτοτε Βασιλακίου πηγάδιον ὀνομάζεται. Τὸν δὲ Κομνηνὸν περὶ τὴν Κωνσταντινούπολιν γενόμενον ὁ βασιλεὺς ἐντίμως δεξάμενος σεβαστὸν τετίμηκε καὶ πολλῶν κτήσεων δωρεαῖς ἐφιλοφρονήσατο. 4.29 Ἐν τούτῳ δ' ἐπανῆκεν ἐκ τῆς Ἀντιοχέων καὶ ὁ τούτου ὁμαίμων ὁ Κομνηνὸς Ἰσαάκιος, ὃς τὴν βασιλέως ἁπλότητα διαγνοὺς καὶ ὡς χάριν ἔχει τῶν ἐκ Συρίας ὑφασμάτων, συχνάκις τοιαῦτα διδοὺς τοσοῦτον τὴν βασιλέως ἐπεσπάσατο εὔνοιαν ὡς καὶ κτήσεων κατακυριεῦσαι πολλῶν καὶ σεβαστὸν ἀποδειχθῆναι διὰ χρόνου βραχέος καὶ οἰκίαν ἐν βασιλείοις λαβεῖν ἐπὶ τὸ προσμένειν· ἐχρῆτο δ' αὐτῷ κἀν ταῖς κρίσεσι κἀν ταῖς ἀποφάσεσι, καὶ γὰρ ἦν ὀξύς τε θηρᾶσαι ἀλήθειαν καὶ τὸ ῥηθὲν ἀπαγγεῖλαι τρανῶς ἐπιτήδειος· οὕτως τοῖς βασιλείοις προσμένων τὴν βασιλέως ἁπλότητα ἐθεράπευε καὶ ὅλως εἶχε τοῖς ἑαυτοῦ χείλεσιν ἐκκρεμάμενον. 4.30 Ὁ Κομνηνὸς δ' Ἀλέξιος ἐξῄει αὖθις ἐπὶ τὸ τὰ τῆς οἰκείας ἀρχῆς ἐπισκέψασθαι. Πρὸς τὴν Ἀδριανοῦ δὲ πόλιν γενόμενος καὶ ἡμέρας ἐκεῖσε ἐνδιατρίψας τινὰς καὶ μαθὼν ὅτι τὸ Σκυθικὸν γένος ἐξωπλίζετο ὥστε τὰ Βουλγάρων ληΐσασθαι ὅρια, τὸ στρατιωτικὸν ἅπαν συλλέξας καὶ ὅσον ἐν ἡγεμόσι καὶ ἄρχουσι πρὸς τὴν Φιλίππου παρεγένετο πόλιν, κἀκεῖθεν τὰ περὶ τοὺς Σκύθας πυθόμενος ὡς ἐκδραμόντες τὰ μεταξὺ Ναϊσοῦ καὶ Σκούπων πορθοῦσι χωρία, σπουδαίως κατ' ἐκείνων ἐχώρει. Παρελθόντος δ' ἐκείνου τὴν Σαρδικήν, οἱ Σκύθαι τὴν ἐκείνου κατ' αὐτῶν πυθόμενοι ἔλευσιν, τὴν λείαν καταλιπόντες, ἔφευγον καθάπερ εἶχον δυνάμεως· ἀπελάσας δὲ τούτους, ἐκεῖθεν πρὸς τὴν Φιλίππου αὖθις ἐπάνεισι καὶ τὰ κατὰ τὴν χώραν εὖ διαθέμενος καὶ τὰς πόλεις ἐν βραχεῖ καιρῷ τὴν ἁπάντων εὔνοιαν ἐπεσπάσατο, καὶ γὰρ ἦν πρὸς τῷ ἐλευθερίῳ καὶ ἐπαγωγὸν ἦθος ἔχων ὁμιλῆσαί τε πάντων ἀνθρώπων ἡδύτατος. Ταῦτα διαπραξάμενος ἐπανῆκε πρὸς τὸ Βυζάντιον καὶ ὁ βασιλεὺς χαριέντως αὐτὸν ὑπεδέχετο. 4.31 Ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ὁ Μελισσηνὸς Νικηφόρος, ἀνὴρ εὐγενής, ὡς ὁ λόγος ἐγνώρισεν ἄνωθεν, ἐκ κήδους ὢν ᾠκειωμένος τοῖς Κομνηνοῖς, καὶ γὰρ ἔφθη συναφθῆναι τὴν τούτων ἀδελφὴν Εὐδοκίαν, περὶ τὴν Κῶ διατρίβων, τὰς Τούρκων δυνάμεις καὶ τοὺς Τούρκων ἄρχοντας ἑλκύσας πρὸς ἑαυτόν, περιῄει τὰς τῆς Ἀσίας πόλεις, τὰ κοκκοβαφῆ ὑποδησάμενος πέδιλα. Οἱ γοῦν πολῖται ὡς βασιλεῖ Ῥωμαίων σφᾶς τε αὐτοὺς καὶ τὰς πόλεις αὐτῷ παρεδίδουν. Ὁ δὲ καὶ ἄκων τοῖς Τούρκοις ἐνεχείριζεν, ὡς συμβῆναι διὰ βραχέος καιροῦ κἀκ τούτου τοῦ τρόπου πασῶν τῶν περὶ τὴν Ἀσίαν τε καὶ Φρυγίαν καὶ τὴν Γαλατίαν πόλεων κατακυριεῦσαι τοὺς Τούρκους· ξὺν στρατεύματι γοῦν πλείστῳ τὴν ἐν Βιθυνίᾳ Νίκαιαν καταλαμβάνει κἀκεῖθεν τῆς βασιλείας ἀντεποιεῖτο Ῥωμαίων. Ὁ Βοτανειάτης δὲ ταῦτα πυθόμενος τὸν Κομνηνὸν μετεκαλεῖτο Ἀλέξιον καὶ ἐκέλευε τοῦτον σὺν ταῖς δυνάμεσι τὸν πορθμὸν διαπεραιωθέντα τὸν Χαλκηδόνιον κατ' ἐκείνου στρατεύειν. Ὁ δ' ἀπελέγετο τὴν κατ' ἐκείνου στρατείαν συνετῶς ἄγαν· ἐδεδίει γὰρ τὴν βασιλέως κουφότητα καὶ τὴν τῶν περὶ αὐτὸν πονηρίαν ὁμοῦ καὶ τὸν φθόνον, μή ποτε τοῦτον προσπταῖσαι ξυμβαίη κατὰ πολὺ τῆς τῶν Τούρκων δυνάμεως ἐλαττούμενον καὶ οἱ πονηροὶ λαβὴν εὑρόντες διαβάλωσι τοῦτον πρὸς βασιλέα ὡς διὰ τὸ κῆδος προδιδόντα τὴν μάχην. Ὁ βασιλεὺς τοίνυν, ἐπεὶ πολλὰ παρακαλέσας τοῦτον οὐκ ἔπειθεν, ἀγασθεὶς τὸ τούτου στερρὸν τοῦ φρονήματος τὰς δυνάμεις παραδιδόναι τῷ