δύο; {Ο ΕΠΙΣΚ.} Μάλιστα μὲν καὶ εἰ ἀνωφελὴς καὶ ἀγύρτης ὄχλος ἐστίν· οἷος ἦν ὁ εἰπὼν τῷ Ἰησοῦ· "∆ιδάσκαλε, ἀκολουθήσω σοι, ὅπου ἐὰν ἀπέρχῃ." οὐ φυγὼν τὸν ὄχλον ὁ Σωτὴρ εἶπεν τό, 121 "Αἱ ἀλώπεκες," καὶ τὰ ἑξῆς; οὐκ ἔχεις δέ με πεῖσαι, ὅτι ποτὲ Ἰωάννης ἀφ' οὗ ἐβαπτίσθη, ἢ ὤμοσεν ἢ ὥρκισεν ἢ κατελάλησεν ἢ ἐψεύσατο ἢ κατηράσατο ἢ εὐτραπέλων ἠνέσχετο. {Ο ∆ΙΑΚ.} Οὔτε γὰρ ἐγὼ λέγω τούτων τι, ἀλλ' ὅτι ὕβριζεν. {Ο ΕΠΙΣΚ.} Ὦ βέλτιστε, καὶ ὁ τούτων μηδὲν ποιήσας, πῶς ὕβριζεν, ἀφειδῶν τῆς γλώσσης τῆς ἑαυτοῦ; ἐν μικρῷ γὰρ καὶ μεγάλῳ ὁ μολυσμὸς ἴσος ἐστιν. {Ο ∆ΙΑΚ.} Τί οὖν ἐστιν, παρακαλῶ, ἃ λαλοῦσιν οἱ ἄνθρωποι· καὶ πότε παύσονται τοῦ λαλεῖν; {Ο ΕΠΙΣΚ.} Ἄκουσον τοίνυν περὶ πάντων, καὶ μηκέτι ἕπου ταῖς φλυαρίαις· οὐ γὰρ ἕξεις ἀπολογίαν οὐδέποτε. οἱ ἄνθρωποι ὀρθῶς μὴ βιοῦντες, ὀρθὰς οὐκ ἔχουσι τὰς ὑπολήψεις, ἀεὶ εἰκο τολογοῦντες καὶ εἰς τοῦτο σχολάζοντες, μάλιστα νῦν οὐδενὸς τολμῶντος ἄλλο τι λέγειν. καὶ ἐπὶ τοῦ Σωτῆρος γὰρ Θεοῦ, καὶ ὑπὲρ ἄνθρωπον καὶ ὑπὲρ προφήτην αὐτοῦ καὶ βιοῦντος καὶ λαλοῦντος καὶ δρῶντος, ἀλλόκοτα ἐλάλουν, χοίρων δίκην ἢ μυιῶν τὰ περὶ αὐτοῦ συναθροίζοντες (τοῦτο γὰρ ἤθελον οἱ τότε καιροί). οἱ μὲν γὰρ ἔλεγον· "Πλανᾷ τὸν κόσμον"· οἱ δέ, "Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια"· ἕτεροι, "Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης"· ἄλλοι, "Σαμαρείτης ἐστι, καὶ δαιμόνιον ἔχει." καὶ τί με δεῖ λέγειν συναγαγόντα τοὺς ὕθλους; - ὡς καὶ αὐτὸν τὸν Σωτῆρα εἰδότα τοῦτο λέγειν τοῖς ἀποστόλοις· "Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;" ᾧ προσαποκρίνονται οἱ μαθηταὶ τὰς εὐφημοτέρας περὶ αὐτοῦ ὑπο λήψεις διηγούμενοι· "Οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἰερεμίαν, ἄλλοι δὲ Ἰωάννην τὸν βαπτιστὴν φήσαντες"· ἡσυχάσαντες τῶν ἐπὶ πλεῖστον φαύλων τοὺς λόγους. οἷς ἀντεπερωτᾷ διαχωρίζων αὐτοὺς "τῶν ἀνθρώπων" (οὐκέτι γὰρ ἦσαν τὴν γνώμην "ἄν θρωποι," ἀλλ' υἱοὶ Θεοῦ, "ἔδωκεν" γὰρ ἡμῖν ὁ λόγος "ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι")· "Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;" ἀπο κρίνονται οὐ πάντες, ἀλλὰ μόνος ὁ Πέτρος, ἑρμηνεύων τὴν πάν των γνώμην· "Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος." ἧς 122 ἀποκρίσεως ἀποδεχόμενος τὸ ὀρθὸν ὁ Σωτὴρ ἀπεφήνατο, εἰπών· "Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ" (τοῦτ' ἔστι, τῇ ὁμολογίᾳ) "οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι Ἅδου οὐ κατ ισχύσουσιν αὐτῆς." τούτῳ τοίνυν τῷ χαρακτῆρι εὑρήσεις καὶ νῦν, οὐ μόνον ἐπὶ Ἰωάννου, ἀλλὰ καὶ ἐπὶ πάντων τοὺς ψόγους καὶ τοὺς ἐπαίνους. καὶ ὥσπερ κατ' ἐκεῖνο καιροῦ κακῶς ἐλαλεῖτο τὰ περὶ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων, βοώντων Ἐφεσίων· "Οὗτοί εἰσιν οἱ ἀναστατώσαντες τὴν οἰκουμένην," πέπαυται δὲ νῦν, δοξαζομένων αὐτῶν· οὕτως εὑρήσεις μετὰ τὴν γενεὰν ταύ την ὡς μάρτυρα τιμώμενον τὸν Ἰωάννην, καταλυθέντων τῶν ἀντικειμένων ταῖς περὶ αὐτοῦ εὐφημίαις· καὶ ὅσοι μὲν χοιρώ δεις ἢ κυνώδεις φήσουσι τό, "Πλανᾷ τὸν κόσμον," καὶ τὰ ἑξῆς, ὅσοι δὲ μαθηταί, γνησίως καὶ ἐπιστημόνως αὐτὸν ἐκζητοῦντες, τό, "Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος." εἰ δὲ ἐπὶ τοῦ Σωτῆρος Χριστοῦ ἐν τοσαύταις μυριάσιν ἀνδρῶν δώδεκα εὕρηνται ἐν ἀρχῇ οἱ τὸν Ἰησοῦν ἐπιστημόνως γνωρίσαντες, τῶν πολλῶν εἰσέτι καὶ νῦν φλυαρούντων, τί ἀκριβολογούμεθα περὶ Ἰωάννου, ἀνθρώπου πρὸς τὸν σίελον τοῦ Χριστοῦ μὴ ὄντος; τί δὲ λέγω, πρὸς τὸν σίελον; -πρὸς τὸ κράσπεδον· "πάντα" γὰρ "τὰ ἔθνη," κατὰ τὸν Ἠσαίαν, "ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς σίελος λογισθήσονται." ὃν δὲ τρόπον εἶπας αὐτὸν ὑβρίζειν, τοιοῦτός ἐστιν. πρῶτον μὲν γὰρ ἀμήχανον ἦν πρᾶγμα πρὸς τὸν τυχόντα χαριεντίζεσθαι αὐτόν, μήτι γε δὴ καὶ ὑβρίσαι· εἰ δέ πού τινας τῶν γνησίων αὐτοῦ μαθητῶν ἢ κληρικῶν ἢ ἐπισκό πων εἶδεν ἐπὶ ἀποχῇ τινος ἢ κατορθώματι σωματικῆς ἀρετῆς μεγαλοφρονοῦντας, τὸ ἐναντίον πρὸς αὐτοὺς ἐπισκώπτων ἀπε κάλει, ὡς τὸν ὑδροπότην μέθυσον, καὶ τὸν ἀκτήμονα πλεονέκτην, καὶ τὸν ἐλεήμονα κλέπτην λέγων (εἶδος γὰρ χαρίεν καὶ τοῦτο διδασκαλίας πρὸς τοὺς γνησίους, διὰ τῶν μὴ προσόντων κυ ροῦντος τὸ προσόν). τὸ δὲ ἀληθές, ἐτίμα σώφρονα νέον ὑπὲρ