1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

52

13.13 Τῶν εὐπατριδῶν τις γυνὴ καὶ λίαν εὐπορωτάτων- Ἄστριον δὲ αὐτὴν προσηγόρευον-ἔξω μὲν τῶν φρενῶν ἐγεγόνει· ἐπεγίνωσκε δὲ τῶν οἰκείων οὐδένα, σιτίων δὲ ἢ ποτῶν μεταλαβεῖν οὐκ ἠνείχετο. Παραπαίουσα δὲ ἐπὶ πλεῖστον διετέλεσε χρόνον· καὶ τοῦτο οἱ μὲν ἄλλοι δαίμονος ἐκάλουν ἐνέργειαν, οἱ δὲ ἰατροὶ τοῦ ἐγκεφάλου προσηγόρευον νόσημα. Πάσης τοίνυν δαπανηθείσης τῆς τέχνης καὶ μηδε μιᾶς ἐκεῖθεν ἐπικουρίας προσγενομένης, ὁ ταύτης ἀνὴρ -̓Οβοδιανὸς δὲ οὗτος ἦν, ἀνὴρ τῶν ἐν τέλει καὶ ἀξιωτάτων -παρὰ τὴν θείαν ἐκείνην δραμὼν κεφαλὴν καὶ τῆς ὁμοζύγου διηγεῖτο τὸ πάθος καὶ τυχεῖν τῆς θεραπείας ἱκέτευεν. Εἶξε δὲ ὁ θεσπέσιος ἄνθρωπος καὶ τὴν οἰκίαν κατέλαβε καὶ σπουδαίαν τῷ θεῷ τὴν ἱκετείαν προσήνεγκε· τὴν δὲ προσευχὴν συμπεράνας καὶ ὕδωρ κομισθῆναι κελεύσας καὶ τὴν σωτήριον ἐντυπώσας σφραγῖδα πιεῖν αὐτῇ παρηγγύησε· τῶν δὲ ἰατρῶν ἀπαγορευόντων ὡς τῇ ψυχροποσίᾳ αὔξησιν δεχομένου τοῦ πάθους, πᾶσαν ἐκείνων τὴν συμμορίαν ὁ ἀνὴρ ἀπωσάμενος τῇ γυναικὶ τὸ πόμα προσέφερεν· ἡ δὲ ἔπινέ τε ἅμα καὶ εἰς ἑαυτὴν ἐπανῄει καὶ φρενήρης ἐγίνετο· καὶ πάμπαν ἀπαλλαττομένη τοῦ πάθους τὸν θεῖον ἐπεγίνωσκεν ἄνδρα καὶ τὴν δεξιὰν λαβεῖν ἱκέτευε καὶ τοῖς ὀφθαλμοῖς ἐπετίθει καὶ τῷ στόματι προσέφερε· καὶ εἰς τὸν ἔπειτα διέμεινε χρόνον φρεσὶν ἐρρωμέναις χρωμένη. 13.14 Καὶ ἡνίκα δὲ τὴν ὄρειον πολιτείαν ἠσπάζετο, ποιμήν τις μαστεύων ἁλώμενα πρόβατα εἰς ἐκεῖνο τὸ χωρίον ἀφίκετο ἔνθα ὁ τοῦ θεοῦ ἄνθρωπος ἦν. Νὺξ δὲ ἦν βαθεῖα καὶ νιφετὸς κατῄει πολὺς καὶ εἶδεν, ὡς ἔφησε, πυρὰν περὶ αὐτὸν ἁπτομένην καὶ δύο τινὰς λευχειμονοῦντας ὕλην τῷ πυρὶ χορηγοῦντας. Τὴν γὰρ προθυμίαν εἰσφέρων τῆς θείας ἐπικουρίας ἀπέλαυεν. 13.15 Καὶ προφητικοῦ δὲ μετειλήφει χαρίσματος. Καί ποτε πρὸς αὐτὸν ἀφικόμενος στρατηγὸς εὐσεβείᾳ λαμπρυνόμενος -τίς δὲ ἀγνοεῖ Λουπικίνου τὴν ἀρετήν; -φροντίζειν ἔλεγε περί τινων ἀπὸ τῆς βασιλευούσης πόλεως διὰ τῆς θαλάττης αὐτῷ τὰ ἐπιτήδεια κομιζόντων. Πεντήκοντα γὰρ ἔφασκε διεληλυθέναι ἡμέρας ἐξ οὗ τοῦ λιμένος ἀνήχθησαν, οὐδεμίαν δὲ περὶ αὐτῶν ὑποδέξασθαι φήμην. Ὁ δὲ μηδὲν μελλήσας· "Τὸ ἕν, ἔφη, σκάφος, ὦ φίλος, ἀπόλωλε· τὸ ἕτερον δὲ τῇ ὑστεραίᾳ τὸν Σελευκείας καταλήψεται λιμένα." Καὶ τοῦτο ἤκουσε μὲν τῆς θείας ἐπιφθεγξαμένης γλώττης, ἔμαθε δὲ τῇ πείρᾳ τὴν τῶν λόγων ἀλήθειαν. 13.16 Ἵνα δὲ τὰ ἄλλα καταλίπω, τὸ καθ' ἡμᾶς αὐτοὺς διηγήσομαι. Τρία καὶ δέκα ἔτη συνοικήσασα τῷ ἐμῷ πατρὶ ἡ μήτηρ παιδῶν οὐκ ἐγένετο μήτηρ· στεριφὴ γὰρ ἦν, φέρειν καρπὸν ὑπὸ τῆς φύσεως εἰργομένη· καὶ τοῦτο τὴν μὲν οὐ λίαν ἠνία-τὰ γὰρ θεῖα πεπαιδευμένη τοῦτο συμφέρειν ἐπίστευεν-, ἐλύπει δὲ τὸν πατέρα λίαν ἡ ἀπαιδία καὶ πάντοσε περινοστῶν ἱκέτευε τοὺς θείους θεράποντας αἰτῆσαί οἱ παρὰ τοῦ θεοῦ παῖδας. Οἱ μὲν οὖν ἄλλοι καὶ προσεύχεσθαι ὑπισχνοῦντο καὶ στέργειν αὐτῷ τὸ θεῖον βούλημα παρηγγύων· ὁ δὲ θεῖος οὗτος ἄνθρωπος διαρρήδην αἰτήσειν ἐπηγγείλετο υἱὸν ἕνα παρὰ τοῦ τῶν ὅλων δημιουργοῦ καὶ λήψεσθαι τὴν αἴτησιν ὑπισχνεῖτο. Τριῶν τοίνυν διελ θόντων ἐνιαυτῶν καὶ τῆς ἐπαγγελίας τὸ τέλος οὐ δεξαμένης, πάλιν ἔτρεχεν ὁ πατὴρ τὴν ὑπόσχεσιν ἀπαιτῶν· ὁ δὲ πεμφθῆναι αὐτῷ προσέταττε τὴν ὁμόζυγα· ἀφικομένης δὲ τῆς μητρός, ἔλεγεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ ὡς καὶ αἰτήσει καὶ λήψεται τὸ παιδίον καὶ ὡς προσήκει τοῦτο τῷ δεδωκότι ἀντιδοθῆναι. Τῆς δὲ μητρὸς σωτηρίαν ψυχῆς μόνην ἀντι βολούσης λαβεῖν καὶ τὴν τῆς γεέννης ἀπαλλαγήν· "Πρὸς τούτῳ, ἔφη, καὶ τὸν υἱὸν ὁ μεγαλόδωρος δώσει· τοῖς γὰρ εἰλικρινῶς αἰτοῦσι διπλᾶς τὰς αἰτήσεις χαρίζεται". Ἐπα νῆκεν ἐκεῖθεν ἡ μήτηρ τὴν τῆς ἐπαγγελίας εὐλογίαν κομίζουσα· καὶ τῷ τετάρτῳ τῆς ὑποσχέσεως ἐνιαυτῷ κύει καὶ τὴν γαστέρα φορτίζεται· καὶ πρὸς τὸν θεῖον ἄνθρωπον