ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ ΤΟΥ ΛΟΓΟΥ ΚΑΙ ΤΗΣ ∆ΙΑ ΣΩΜΑΤΟΣ ΠΡΟΣ ΗΜΑΣ ΕΠΙΦΑΝΕΙΑΣ ΑΥΤΟΥ

 Αὐτάρκως ἐν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες, περὶ τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης καὶ τῆς τούτων δεισιδαιμονίας, πῶς ἐξ ἀρχῆς τούτων.

 Τὴν δημιουργίαν τοῦ κόσμου καὶ τὴν τῶν πάντων κτίσιν πολλοὶ διαφόρως ἐξειλήφασι, καὶ ὡς ἕκαστος ἠθέλησεν, οὕτως καὶ ὡρίσατο. Οἱ μὲν γὰρ αὐτομάτως, καὶ

 Ταῦτα μὲν οὗτοι μυθολογοῦσιν. Ἡ δὲ ἔνθεος διδασκαλία καὶ ἡ κατὰ Χριστὸν πίστις τὴν μὲν τούτων ματαιολογίαν ὡς ἀθεότητα διαβάλλει. Οὔτε γὰρ αὐτομάτως,

 Ἴσως θαυμάζεις τί δήποτε περὶ τῆς ἐναν θρωπήσεως τοῦ Λόγου προθέμενοι λέγειν, νῦν περὶ τῆς ἀρχῆς τῶν ἀνθρώπων διηγούμεθα. Ἀλλὰ καὶ τοῦτο οὐκ ἀλλότριόν

 Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἐξ οὐκ ὄντων ἡμᾶς πεποίηκεν, ἀλλὰ καὶ τὸ κατὰ Θεὸν ζῆν ἡμῖν ἐχαρίσατο τῇ τοῦ Λόγου χάριτι. Οἱ δὲ ἄνθρωποι, ἀποστραφέντες τὰ αἰ

 ∆ιὰ δὴ ταῦτα πλεῖον τοῦ θανάτου κρατήσαντος, καὶ τῆς φθορᾶς παραμενούσης κατὰ τῶν ἀνθρώπων, τὸ μὲν τῶν ἀνθρώπων γένος ἐφθείρετο, ὁ δὲ λογικὸς καὶ κατ'

 Ἀλλ' ὥσπερ ἔδει τοῦτο γενέσθαι, οὕτως καὶ ἐκ τῶν ἐναντίων πάλιν ἀντίκειται τὸ πρὸς τὸν Θεὸν εὔλογον, ὥστε ἀληθῆ φανῆναι τὸν Θεὸν ἐν τῇ περὶ τοῦ θανάτο

 Τούτου δὴ ἕνεκεν ὁ ἀσώματος καὶ ἄφθαρτος καὶ ἄϋλος τοῦ Θεοῦ Λόγος παραγίνεται εἰς τὴν ἡμετέραν χώραν, οὔτι γε μακρὰν ὢν πρότερον. Οὐδὲν γὰρ αὐτοῦ κενὸ

 Συνιδὼν γὰρ ὁ Λόγος ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἡ φθορὰ εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν, οὐχ οἷόν τε δὲ ἦν τὸν Λόγον ἀποθανεῖν ἀθάνατον ὄντα κ

 Πρέπον δὲ καὶ μάλιστα τῇ ἀγαθότητι τοῦ Θεοῦ ἀληθῶς τὸ μέγα τοῦτο ἔργον. Εἰ γὰρ βασιλεὺς κατασκευάσας οἰκίαν ἢ πόλιν, καὶ ταύτην ἐξ ἀμελείας τῶν ἐνοικο

 Ὁ Θεός, ὁ πάντων ἔχων τὸ κράτος, ὅτε τὸ τῶν ἀνθρώπων γένος διὰ τοῦ ἰδίου Λόγου ἐποίει, κατιδὼν πάλιν τὴν ἀσθένειαν τῆς φύσεως αὐτῶν, ὡς οὐχ ἱκανὴ εἴη

 Αὐτάρκης μὲν γὰρ ἦν ἡ κατ' εἰκόνα χάρις γνωρίζειν τὸν Θεὸν Λόγον, καὶ δι' αὐτοῦ τὸν Πατέρα· εἰδὼς δὲ ὁ Θεὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων, προενοήσατο κα

 Οὕτω τοίνυν ἀλογωθέντων τῶν ἀνθρώπων, καὶ οὕτως τῆς δαιμονικῆς πλάνης ἐπισκιαζούσης τὰ πανταχοῦ καὶ κρυπτούσης τὴν περὶ τοῦ ἀληθινοῦ Θεοῦ γνῶσιν, τί τ

 Ὡς γὰρ τῆς γραφείσης ἐν ξύλῳ μορφῆς παρα φανισθείσης ἐκ τῶν ἔξωθεν ῥύπων, πάλιν χρεία τοῦτον παραγενέσθαι, οὗ καὶ ἔστιν ἡ μορφή, ἵνα ἀνακαινισθῆναι ἡ

 Ὡς γὰρ ἀγαθὸς διδάσκαλος κηδόμενος τῶν ἑαυτοῦ μαθητῶν, τοὺς μὴ δυναμένους ἐκ τῶν μειζόνων ὠφεληθῆναι, πάντως διὰ τῶν εὐτελεστέρων συγκαταβαίνων αὐτοὺς

 Ἅπαξ γὰρ εἰς αἰσθητὰ πεσούσης τῆς διανοίας τῶν ἀνθρώπων, ὑπέβαλεν ἑαυτὸν διὰ σώματος φανῆναι ὁ Λόγος, ἵνα μετενέγκῃ εἰς ἑαυτὸν ὡς ἄνθρωπον τοὺς ἀνθρώπ

 Οὐ γὰρ δὴ περικεκλεισμένος ἦν ἐν τῷ σώματι· οὐδὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν. Οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, τὰ ὅλα δὲ τῆς τούτου ἐνεργείας καὶ προν

 Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκε ὅτι τὸ μὲν σῶμα, ὡς σῶμα, ἐτίκτετο καὶ καταλλήλοις ἐτρέ

 Ταῦτα δὲ πάντα ποιεῖν τῷ Σωτῆρι καλῶς ἔχειν ἐδόκει, ἵν' ἐπειδὴ τὴν ἐν τοῖς πᾶσιν αὐτοῦ πρόνοιαν ἠγνόησαν οἱ ἄνθρωποι καὶ οὐ κατενόησαν τὴν διὰ τῆς κτί

 Τὴν μὲν οὖν αἰτίαν τῆς σωματικῆς ἐπιφανείας αὐτοῦ, ὡς οἷόν τε ἦν, ἐκ μέρους, καὶ ὡς ἡμεῖς ἠδυνήθημεν νοῆσαι, προείπομεν, ὅτι οὐκ ἄλλου ἦν τὸ φθαρτὸν ε

 Ἀμέλει, τοῦ κοινοῦ πάντων Σωτῆρος ἀποθανόντος ὑπὲρ ἡμῶν, οὐκέτι νῦν ὥσπερ πάλαι κατὰ τὴν τοῦ νόμου ἀπειλὴν θανάτῳ ἀποθνῄσκομεν οἱ ἐν Χριστῷ πιστοί· πέ

 Ἀλλ' ἔδει, φήσειεν ἄν τις, κρυβῆναι τὴν ἐπιβουλὴν τῶν Ἰουδαίων, ἵνα καθόλου τὸ ἑαυτοῦ σῶμα ἀθάνατον φυλάξῃ. Ἀκουέτω δὴ ὁ τοιοῦτος, ὅτι καὶ τοῦτο ἀπρεπ

 Εἰ δὲ καὶ χωρίς τινος νόσου καὶ χωρίς τινος ἀλγηδόνος, ἰδίᾳ που καὶ καθ' ἑαυτὸν ἐν γωνίᾳ, ἢ ἐν ἐρήμῳ τόπῳ, ἢ κατ' οἰκίαν, ἢ ὅπου δήποτε τὸ σῶμα κρύψας

 Τὰ δὲ καὶ παρ' ἑτέρων ἂν λεχθέντα, ταῦτα προβαλεῖν ἡμᾶς ἀναγκαῖον ταῖς ἀπολογίαις. Τάχα γὰρ ἄν τις εἴποι καὶ τοῦτο· Εἰ ἐπ' ὄψει πάντων καὶ ἐμμάρτυρον

 Καὶ ταῦτα μὲν πρὸς τοὺς ἔξωθεν ἑαυτοῖς λογισμοὺς ἐπισωρεύοντας· ἂν δὲ καὶ τῶν ἐξ ἡμῶν τις μὴ ὡς φιλόνεικος, ἀλλ' ὡς φιλομαθής, ζητῇ διὰ τί μὴ ἑτέρως ἀ

 Πρέπων οὖν ἄρα καὶ ἁρμόζων ὁ ἐν τῷ σταυρῷ γέγονε θάνατος ὑπὲρ ἡμῶν· καὶ ἡ αἰτία τούτου εὔλογος ἐφάνη κατὰ πάντα, καὶ δικαίους ἔχει τοὺς λογισμούς, ὅτι

 Τοῦ μὲν γὰρ καταλελύσθαι τὸν θάνατον, καὶ νίκην κατ' αὐτοῦ γεγενῆσθαι τὸν σταυρόν, καὶ μηκέτι λοιπὸν ἰσχύειν, ἀλλ' εἶναι νεκρὸν αὐτὸν ἀληθῶς, γνώρισμα

 Ἆρ' οὖν τοῦτο μικρὸς ἔλεγχός ἐστι τῆς τοῦ θανάτου ἀσθενείας; ἢ μικρά ἐστιν ἀπόδειξις τῆς κατ' αὐτοῦ γενο μένης νίκης παρὰ τοῦ Σωτῆρος, ὅταν οἱ ἐν Χρισ

 Εἰ δὲ τῷ σημείῳ τοῦ σταυροῦ καὶ τῇ πίστει τῇ εἰς Χριστὸν καταπατεῖται ὁ θάνατος, δῆλον ἂν εἴη παρὰ ἀληθείᾳ δικαζούσῃ, μὴ ἄλλον εἶναι ἀλλ' ἢ αὐτὸν τὸν

 Τοῦ μὲν οὖν κατηργῆσθαι τὸν θάνατον, καὶ τρόπαιον εἶναι κατ' αὐτοῦ τὸν Κυριακὸν σταυρόν, οὐ μικρὸς ἔλεγχος τὰ προειρημένα. Τῆς δὲ γενομένης λοιπὸν ἀθα

 Μέγαν δὲ καὶ καθ' ἑαυτῶν τὸν ἔλεγχον οἱ ἀπιστοῦντες τῇ ἀναστάσει προβάλλονται, εἰ τὸν Χριστὸν τὸν λεγόμενον παρ' αὐτῶν νεκρὸν οἱ πάντες δαίμονες καὶ ο

 Εἰ δ' ὅτι μὴ ὁρᾶται, ἀπιστεῖται καὶ ἐγηγέρθαι, ὥρα καὶ τὸ κατὰ φύσιν ἀρνεῖσθαι τοὺς ἀπιστοῦντας. Θεοῦ γὰρ ἴδιον μὴ ὁρᾶσθαι μέν, ἐκ δὲ τῶν ἔργων γινώσκ

 Τούτων δὲ οὕτως ἐχόντων καὶ φανερᾶς οὔσης τῆς ἀποδείξεως περὶ τῆς ἀναστάσεως τοῦ σώματος καὶ τῆς κατὰ τοῦ θανάτου γενομένης ὑπὸ τοῦ Σωτῆρος νίκης, φέρ

 Οὐ σεσιώπηται δὲ οὐδὲ ὁ τούτου θάνατος· ἀλλὰ καὶ λίαν τηλαυγῶς ἐν ταῖς θείαις σημαίνεται γραφαῖς. Καὶ γὰρ καὶ τὴν αἰτίαν τοῦ θανάτου, ὅτι μὴ δι' ἑαυτό

 Ἀλλ' ἴσως περὶ μὲν τῆς τοῦ θανάτου προφητείας ἀκούσας, ζητεῖς καὶ τὰ περὶ τοῦ σταυροῦ σημαινόμενα μαθεῖν. Οὐδὲ γὰρ οὐδὲ τοῦτο σεσιώπηται· δεδήλωται δὲ

 Τίς δὲ πώποτε τῶν γενομένων βασιλέων “πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ μητέρα” ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφεν; οὐ ∆αβὶδ τριακονταετὴς ἐβασ

 Τίς δὲ τῶν ἐν τῇ γραφῇ μαρτυρουμένων διωρύχθη τὰς χεῖρας καὶ τοὺς πόδας, ἢ ὅλως ἐπὶ ξύλου κεκρέμασται, καὶ σταυρῷ τετελείωται ὑπὲρ τῆς πάντων σωτηρίας

 Εἰ γὰρ μὴ αὐτάρκη νομίζουσι ταῦτα, κἂν ἐξ ἑτέρων πειθέσθωσαν ἀφ' ὧν αὐτοὶ πάλιν ἔχουσι λογίων. Περὶ τίνος γὰρ λέγουσιν οἱ προφῆται· “Ἐμφανὴς ἐγενόμην

 Ἀλλ' ἴσως καὶ αὐτοὶ μὴ δυνάμενοι πρὸς τὰ φανερὰ διαμάχεσθαι, οὐκ ἀρνήσονται μὲν τὰ γεγραμμένα, προσδοκᾶν δὲ ταῦτα καὶ μηδέπω παραγεγενῆσθαι τὸν Θεὸν Λ

 Οὐκοῦν μυθολογοῦσιν Ἰουδαῖοι, καὶ παρόντα τὸν νῦν καιρὸν ὑπερτίθενται. Πότε γὰρ ἐπαύσατο προφήτης ἢ ὅρασις ἀπὸ τοῦ Ἰσραήλ, εἰ μὴ νῦν ὅτε ὁ Ἅγιος τῶν ἁ

 Ἕλληνας δὲ καὶ πάνυ τις θαυμάσειε γελῶντας μὲν τὰ ἀχλεύαστα, πεπηρωμένους δὲ ἐπὶ τῇ ἑαυτῶν αἰσχύνῃ, ἣν ἐν λίθοις καὶ ξύλοις ἀναθέντες οὐχ ὁρῶσι. Πλὴν

 Ὥσπερ γὰρ ὅλου τοῦ σώματος ὑπὸ τοῦ ἀνθρώπου ἐνεργουμένου καὶ φωτιζομένου, εἴ τις λέγοι ἄτοπον εἶναι καὶ ἐν τῷ δακτύλῳ τοῦ ποδὸς τὴν δύναμιν εἶναι τοῦ

 ∆ιατί οὖν, ἐὰν λέγωσιν, οὐχὶ δι' ἄλλων μερῶν καλλιόνων τῆς κτίσεως ἐφάνη, καὶ καλλίονι ὀργάνῳ οἷον ἡλίῳ ἢ σελήνῃ ἢ ἄστροις ἢ πυρὶ ἢ αἰθέρι οὐ κέχρηται

 Ἀλλ' ἴσως συγκαταθήσονται μὲν τούτοις αἰσχυνόμενοι, θελήσουσι δὲ λέγειν, ὅτι ἔδει τὸν Θεόν, παιδεῦσαι καὶ σῶσαι θέλοντα τοὺς ἀνθρώπους, νεύματι μόνον

 Οὐκοῦν ἀκολούθως ὁ τοῦ Θεοῦ Λόγος σῶμα ἀνέλαβε, καὶ ἀνθρωπίνῳ ὀργάνῳ κέχρηται, ἵνα καὶ ζωοποιήσῃ τὸ σῶμα, καὶ ἵν', ὥσπερ ἐν τῇ κτίσει διὰ τῶν ἔργων γν

 Πότε τὴν τῶν εἰδώλων θρησκείαν ἤρξαντο καταλιμπάνειν οἱ ἄνθρωποι, εἰ μὴ ἀφ' οὗ γέγονεν ὁ ἀληθινὸς τοῦ Θεοῦ Θεὸς Λόγος ἐν ἀνθρώποις; πότε δὲ τὰ παρ' Ἕλ

 Καὶ πάλαι μὲν τὰ πανταχοῦ τῆς ἀπάτης τῶν μαντείων ἐπεπλήρωτο, καὶ τὰ ἐν ∆ελφοῖς καὶ ∆ωδώνῃ καὶ Βοιωτίᾳ καὶ Λυκίᾳ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ Καβίροις μα

 Ταῦτα δὲ τὰ λεγόμενα παρ' ἡμῶν οὐκ ἄχρι λόγων ἐστίν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πείρας ἔχει τὴν τῆς ἀληθείας μαρτυρίαν. Παρίτω γὰρ ὁ βουλόμενος καὶ θεωρείτ

 Τίς γὰρ τῶν πώποτε γενομένων ἀνθρώπων ἐκ παρθένου μόνης ἑαυτῷ συνεστήσατο σῶμα; ἢ τίς πώποτε ἀνθρώπων τοιαύτας νόσους ἐθεράπευσεν, οἵας ὁ κοινὸς πάντω

 Πολλοὶ πρὸ τούτου γεγόνασι βασιλεῖς καὶ τύραννοι γῆς, πολλοὶ παρὰ Χαλδαίοις ἱστοροῦνται καὶ παρ' Αἰγυπτίοις καὶ Ἰνδοῖς γενόμενοι σοφοὶ καὶ μάγοι· τίς

 Τίς οὖν ἀνθρώπων μετὰ θάνατον ἢ ὅλως ζῶν περὶ παρθενίας ἐδίδαξε, καὶ οὐκ ἐνόμισεν ἀδύνατον εἶναι τὴν ἀρετὴν ταύτην ἐν ἀνθρώποις; Ἀλλ' ὁ ἡμέτερος Σωτὴρ

 Τίς οὖν ὁ ταῦτα ποιήσας, ἢ τίς ὁ τοὺς μισοῦντας ἀλλήλους εἰς εἰρήνην συνάψας, εἰ μὴ ὁ ἀγαπητὸς τοῦ Πατρὸς Υἱός, ὁ κοινὸς πάντων Σωτὴρ Ἰησοῦς Χριστός,

 Καὶ ἵνα ἓν ὃ καὶ πάνυ θαυμαστόν ἐστι γνώρισμα τῆς θειότητος τοῦ Σωτῆρος εἴπω· τίς πώποτε ἄνθρωπος ἁπλῶς ἢ μάγος, ἢ τύραννος, ἢ βασιλεύς, ἐφ' ἑαυτοῦ το

 Ὥσπερ οὖν εἴ τις ἀόρατον ὄντα τῇ φύσει τὸν Θεὸν καὶ μηδόλως ὁρώμενον εἰ θέλοι ὁρᾶν, ἐκ τῶν ἔργων αὐτὸν καταλαμβάνει καὶ γινώσκει, οὕτως ὁ μὴ ὁρῶν τῇ δ

 Τοῦτο οὖν μετὰ τὰ προειρημένα καταμαθεῖν σε ἄξιόν ἐστιν καὶ ὡς ἀρχὴν τῶν μὴ λεχθέντων θέσθαι, καὶ θαυμάσαι λίαν ὅτι τοῦ Σωτῆρος ἐπιδημήσαντος οὐκ ἔτι

 Ταῦτα μέν σοι παρ' ἡμῶν δι' ὀλίγων, ὅσον πρὸς στοιχείωσιν καὶ χαρακτῆρα τῆς κατὰ Χριστὸν πίστεως καὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας, ἀνατεθείσθω

 Ἀλλὰ πρὸς τὴν ἐκ τῶν γραφῶν ἔρευναν καὶ γνῶσιν ἀληθῆ, χρεία βίου καλοῦ καὶ ψυχῆς καθαρᾶς καὶ τῆς κατὰ Χριστὸν ἀρετῆς, ἵνα δι' αὐτῆς ὁδεύσας ὁ νοῦς τυχ

§51. The new virtue of continence. Revolution of Society, purified and pacified by Christianity.

Which of mankind, again, after his death, or else while living, taught concerning virginity, and that this virtue was not impossible among men? But Christ, our Saviour and King of all, had such power in His teaching concerning it, that even children not yet arrived at the lawful age vow that virginity which lies beyond the law. 2. What man has ever yet been able to pass so far as to come among Scythians and Ethiopians, or Persians or Armenians or Goths, or those we hear of beyond the ocean or those beyond Hyrcania, or even the Egyptians and Chaldees, men that mind magic and are superstitious beyond nature and savage in their ways, and to preach at all about virtue and self-control, and against the worshipping of idols, as has the Lord of all, the Power of God, our Lord Jesus Christ? 3. Who not only preached by means of His own disciples, but also carried persuasion to men’s mind, to lay aside the fierceness of their manners, and no longer to serve their ancestral gods, but to learn to know Him, and through Him to worship the Father. 4. For formerly, while in idolatry, Greeks and Barbarians used to war against each other, and were actually cruel to their own kin. For it was impossible for any one to cross sea or land at all, without arming the hand with swords152    Cf. Thucy. i. 5 6: ‘πᾶσα γὰρ ἡ ῞Ελλας ἐσιδηροφόρει,’ &c., because of their implacable fighting among themselves. 5. For the whole course of their life was carried on by arms, and the sword with them took the place of a staff, and was their support in every emergency; and still, as I said before, they were serving idols, and offering sacrifices to demons, while for all their idolatrous superstition they could not be reclaimed from this spirit. 6. But when they have come over to the school of Christ, then, strangely enough, as men truly pricked in conscience, they have laid aside the savagery of their murders and no longer mind the things of war: but all is at peace with them, and from henceforth what makes for friendship is to their liking.

Τίς οὖν ἀνθρώπων μετὰ θάνατον ἢ ὅλως ζῶν περὶ παρθενίας ἐδίδαξε, καὶ οὐκ ἐνόμισεν ἀδύνατον εἶναι τὴν ἀρετὴν ταύτην ἐν ἀνθρώποις; Ἀλλ' ὁ ἡμέτερος Σωτὴρ καὶ τῶν πάντων Βασιλεὺς Χριστὸς τοσοῦτον ἴσχυσεν ἐν τῇ περὶ ταύτης διδασκαλίᾳ, ὡς καὶ παιδία μήπω τῆς νομίμης ἡλικίας ἐπιβάντα τὴν ὑπὲρ τὸν νόμον ἐπαγγέλλεσθαι παρθενίαν. Τίς πώποτε ἀνθρώπων ἠδυνήθη διαβῆναι τοσοῦτον, καὶ εἰς Σκύθας καὶ Αἰθίοπας, ἢ Πέρσας, ἢ Ἀρμενίους, ἢ Γότθους, ἢ τοὺς ἐπέκεινα τοῦ Ὠκεανοῦ λεγομένους, ἢ τοὺς ὑπὲρ τὴν Ὑρκανίαν ὄντας, ἢ ὅλως τοὺς Αἰγυπτίους καὶ Χαλδαίους παρελθεῖν, τοὺς φρονοῦντας μὲν μαγικά, δεισιδαίμονας δὲ ὑπὲρ τὴν φύσιν καὶ ἀγρίους τοῖς τρόποις, καὶ ὅλως κηρύξαι περὶ ἀρετῆς καὶ σωφροσύνης καὶ τῆς κατὰ εἰδώλων θρησκείας, ὡς ὁ πάντων Κύριος, ἡ τοῦ Θεοῦ ∆ύναμις, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; Ὃς οὐ μόνον ἐκήρυξε διὰ τῶν ἑαυτοῦ μαθητῶν, ἀλλὰ γὰρ καὶ ἔπεισεν αὐτοὺς κατὰ διάνοιαν, τὴν μὲν τῶν τρόπων ἀγριότητα μεταθέσθαι, μηκέτι δὲ τοὺς πατρίους σέβειν θεούς, ἀλλ' αὐτὸν ἐπιγινώσκειν, καὶ δι' αὐτοῦ τὸν Πατέρα θρησκεύειν. Πάλαι μὲν γὰρ εἰδωλο λατροῦντες, Ἕλληνες καὶ βάρβαροι κατ' ἀλλήλων ἐπολέ μουν, καὶ ὠμοὶ πρὸς τοὺς συγγενεῖς ἐτύγχανον. Οὐκ ἦν γάρ τινα τὸ σύνολον οὔτε τὴν γῆν οὔτε τὴν θάλασσαν διαβῆναι χωρὶς τοῦ τὴν χεῖρα ξίφεσιν ὁπλίσαι, ἕνεκα τῆς πρὸς ἀλλήλους ἀκαταλλάκτου μάχης. Καὶ γὰρ καὶ ἡ πᾶσα τοῦ ζῆν αὐτοῖς διαγωγὴ δι' ὅπλων ἐγίνετο, καὶ ξίφος ἦν αὐτοῖς ἀντὶ βακτηρίας, καὶ παντὸς βοηθήματος ἔρεισμα· καίτοι, ὡς προεῖπον, εἰδώλοις ἐλάτρευον, καὶ δαίμοσιν ἔσπενδον θυσίας, καὶ ὅμως οὐδὲν ἐκ τῆς εἰδώλων δεισιδαιμονίας ἠδυνήθησαν οἱ τοιαῦτα φρονοῦντες μεταπαιδευθῆναι. Ὅτε δὲ εἰς τὴν Χριστοῦ διδασκαλίαν μεταβεβήκασι, τότε δὴ παραδόξως ὡς τῷ ὄντι κατὰ διάνοιαν κατανυγέντες, τὴν μὲν ὠμότητα τῶν φόνων ἀπέθεντο, καὶ οὐκ ἔτι πολέμια φρονοῦσι, πάντα δὲ αὐτοῖς εἰρηναῖα, καὶ τὰ πρὸς φιλίαν καταθύμια λοιπόν ἐστι.