διὰ τούτων τοῦ Κυρίου σημαίνεται. Κύριος ἐν φωνῇ σάλπιγγος. Τὰς αἰνέσεις τῶν συναναβαινόν των αὐτῷ σάλπιγγος ὠνόμασε φωνήν. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ Βασιλεῖ ἡμῶν, ψάλατε. Ἐπειδὴ οἱ ἄγγελοι, φησὶ, τὸν ἀναβαίνοντα ὑμνοῦσι, καὶ ὑμεῖς, ὦ ἔθνη, τὴν αὐτὴν ἀποσώζοντες λειτουργίαν, ψάλατε τῷ βασιλεύσαντι Θεῷ τῆς γῆς· τῶν γὰρ κατὰ Θεὸν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν. Εὐθυμεῖ, φησὶν, ἐν ὑμῖν τις; ψαλλέτω. [Ψάλλετε συνετῶς. Μὴ διὰ κιθαρῶν, ὡς οἱ πρώην· τοῦτο γὰρ τὸ, συνετῶς.] Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. Παρεδέξαντο γὰρ τὴν εἰς αὐτὸν πίστιν. Ὁ Θεὸς κάθηται ἐπὶ θρό νου ἁγίου αὐτοῦ. Τὴν μέλλουσαν αὐτοῦ ἄφιξιν ση μαίνει, δι' ἧς καθίσει κρῖναι τὴν οἰκουμένην. Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ. Ὅμοιον τὸ, Καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρ θησαν. Ἐν τῇ γῇ, φησὶ, τῶν πραέων τῇ ἀποδοθησο μένῃ τοῖς ἁγίοις οἱ κραταιοὶ τοῦ Θεοῦ ὑπερυψώθη σαν, καὶ ὑπερεδοξάσθησαν, ὡς ἐδιδάχθημεν, ἐκ τοῦ φήσαντος λόγου· Καθήσεσθε ἐπὶ θρόνων δώδεκα. 27.220 ΨΑΛΜΟΣ ᾠδῆς τοῖς υἱοῖς Κορὲ δευτέρα Σαββάτου. ΜΖʹ. Ὑπόθεσις. Καὶ οὗτος ᾄδεται ὁ ψαλμὸς ἀπὸ προσώπου τῶν ἁγίων ἀποστόλων, διηγουμένων τοὺς διὰ τὸ κήρυγμα διωγμοὺς, καὶ τὰς νίκας τὰς ἐπὶ τούτων γινομένας. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. Οὐκ ἔτι, φησὶν, ἐπὶ τὴν Ἰουδαίαν μόνην, ἀλλὰ καὶ ἐπὶ τὸ ὄρος τὸ ἡγιασμένον. Ὄρος δὲ ἐνταῦθα τὴν Ἐκκλησίαν φησὶ, διὰ τὸ ὑψηλὸν τῶν περὶ Θεοῦ δογμάτων. Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς. Ἐξέτεινε, φησὶ, τὸ ἀγαλλίαμα ἐπὶ πάσης τῆς γῆς· εἰς πᾶσαν γὰρ τὴν γῆν τὸ ἀγαλλίαμα τῆς αὐτοῦ θεοφανείας καὶ τὴν χάριν ἐπλάτυνεν. Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. Ἡ μὲν Ἱερουσαλὴμ ἐν τῷ νότῳ κεῖται, τὰ δὲ ἔθνη ἐν τῷ βοῤῥᾷ. Ἐπειδὴ δὲ μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ὡς μόνοι τὴν Σιὼν οἰκοῦντες, δείκνυσιν ὁ λόγος, ὅτι Σιών ἐστι τὰ ἔθνη τὰ παραδεξάμενα τὸν εὐαγγελικὸν λόγον. Τὸ γὰρ ἑδραίωμα τῆς Σιὼν τὸ κλίμα ἐστὶ τοῦ βοῤῥᾶ, ὅπερ κλίμα τοῦ διὰ τῶν πλευ ρῶν δηλοῦται βοῤῥᾶ· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὸ κλίμα τοῦ βοῤῥᾶ, τὰ πλευρὰ εἴρηκεν. Πρότερον μὲν ἦν ὁ Παῦ λος πλευρὰ τοῦ βοῤῥᾶ, ἐφ' οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς· νῦν δὲ γέγονεν ὄρη Σιὼν, ἔχων ἐν ἑαυτῷ τὸν λαλοῦντα Χριστὸν, τὸν ἐλθόντα ἐκ Σιὼν καὶ ἀποστρέψαντα ἀσέβειαν ἀπὸ Ἰακώβ. Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ταῦτα, φησὶ, τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἤτοι τὰ ἔθνη, ἡ πόλις κληθεῖεν ἂν, ἐν οἷς γινώσκεται ὁ Θεὸς ἀντιλαμβανόμενος καὶ σώζων αὐ τοὺς ἐκ τῶν πειρασμῶν. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Αἱ βάρεις οἱ μεγάλοι καὶ ἐξαίρετοι τῆς τοῦ Θεοῦ πόλεως οἱ ἐν αὐτῇ ὑπερέχον τες εἶεν ἄν. Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν. Ὁ πόλεμος ὁ κατὰ τῶν ἀποστόλων διὰ τὸ κήρυγμα γε νόμενος ὑπὸ τῶν αἰσθητῶν βασιλέων τῶν ἐθνῶν, καὶ μὴν καὶ τῶν ἀοράτων δαιμόνων τῶν πάλαι βασιλευόντων, διελύθη καὶ ἠφανίσθη. Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν. Κατεπλάγησαν, φησὶ, καὶ ἐξέστησαν τὴν γενομένην βοήθειαν παρὰ τοῦ Θεοῦ τοῖς ἁγίοις θεωροῦντες. Ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὐτούς. Ἡ γὰρ ὑπερβολὴ τῆς ἰσχύος τοῦ σώζοντος, τὸ θαῦμα αὐτοῖς καὶ τὴν κατάπληξιν εἴργασται. Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς. Πλοίοις Θαρσεῖς, οἱονεὶ πολυτίμοις καὶ πολυφόρτοις, τοὺς βασιλεῖς παρεικάζει. Πνεῦμα δὲ βίαιον, δι' οὗ αὐτοὺς συνέτριψε, νοήσεις τινὰς δυνάμεις δι' ὧν τοὺς ἐχθροὺς τῶν ἀποστόλων κατεπολέμησεν Καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν. Ἣν ἐπηγ γείλω, φησὶν, ὦ ∆έσποτα, σωτηρίαν ἡμῖν, ταύτην δι' ἔργων τεθεάμεθα. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Ὅπου τὴν ἐπαγγελίαν εἶδον πληρωθεῖσαν σημαίνει. Ποῦ δὲ ἢ ἐν τῇ Ἐκκλη 27.221 σίᾳ, ἥτις ἐστὶ πόλις τοῦ Θεοῦ; Ὁ Θεὸς
53