μᾶλλον τάχειον τῶν ἡμετέρων ῥημάτων ἢ νοημά των, ἐγέννησεν. Ἡμεῖς μὲν γὰρ, ἐν χρόνοις λαλοῦντες χρόνους ἀναλίσκομεν· ἐπὶ δὲ τῆς θείας δυνάμεως, ἄχρονος ἡ γέννησις. Καὶ καθὼς εἴρηται πολλάκις, οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸν Υἱὸν παρήγαγεν, οὐδὲ τὸν, μὴ ὄντα εἰς υἱοθεσίαν ἤγαγεν· ἀλλ' ἀΐδιος ὢν ὁ Πατὴρ, ἀϊδίως ἐγέννησε καὶ ἀνεκφράστως Υἱὸν, ἕνα μόνον, ἀδελφὸν οὐκ ἔχοντα. Οὔτε δύο εἰσὶν ἀρχαί· ἀλλὰ κεφαλὴ τοῦ Υἱοῦ ὁ Πατὴρ, μία ἡ ἀρχή. Πατὴρ γὰρ Υἱὸν ἐγέννησε ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ, Ἐμμανουὴλ προσαγορευόμενον· ὁ δὲ Ἐμμανουὴλ μεθ' ἡμῶν ὁ Θεὸς ἑρμηνεύεται. 11.15 Καὶ θέλεις γνῶναι ὅτι Θεός ἐστιν, ὁ ἐκ Πατρὸς γεννηθεὶς καὶ ὕστερον ἐνανθρωπήσας; Ἄκουε τοῦ προφήτου λέγοντος· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Βλέπεις Θεὸν μετὰ τὴν Μωσέως νομοθεσίαν ἐνανθρωπήσαντα; ∆έξαι καὶ δευτέραν μαρτυρίαν τῆς Χριστοῦ θεότητος, τὴν ἀρτίως ἀνεγνωσμένην. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἵνα γὰρ μὴ, διὰ τὴν ἔνσαρκον τὴν ἐνταῦθα γενομένην παρουσίαν, νομισθῇ μετὰ ταῦτα εἰς προκοπὴν ἐλθεῖν θεότητος, λέγει σαφῶς· ∆ιὰ τοῦτο ἔχρισέ σε, ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Βλέπεις Χριστὸν Θεὸν ὑπὸ Πατρὸς Θεοῦ χριόμενον; 11.16 Θέλεις δέξασθαι καὶ τρίτην μαρτυρίαν τῆς Χριστοῦ θεότητος; Ἄκουε Ἡσαΐου λέγοντος· Ἐκοπίασεν Αἴγυπτος καὶἐμπορία Αἰθιόπων. Καὶ μετ' ὀλίγα· Καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι θεὸς πλήν σου. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Βλέπεις Θεὸν τὸν Υἱὸν, ἔχοντα ἐν ἑαυτῷ Θεὸν τὸν Πατέρα· μο νονουχὶ τὸ αὐτὸ λέγοντα, ὅπερ ἐν εὐαγγελίοις εἴρηκεν· Ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ Πατρί. Οὐκ εἴρηκεν, ὁ Πατήρ εἰμι ἐγώ· ἀλλ', ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ Πατρί. Καὶ πάλιν οὐκ εἶπεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν εἰμι· ἀλλ', Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ἵνα μήτε ἀπαλλοτριώσωμεν, μήτε συναλοιφὴν υἱοπατορίας ἐργασώμεθα. Ἕν, διὰ τὸ κατὰ τὴν θεότητα ἀξίωμα· ἐπειδὴ Θεὸς Θεὸν ἐγέννησεν. Ἕν, διὰ τὸ κατὰ τὴν βασιλείαν· οὐ γὰρ ἄλλων βασιλεύει Πατὴρ, ἄλλων δὲ Υἱὸς, κατὰ τὸν Ἀβεσαλὼν ἀνταίρων τῷ Πατρί· ἀλλ' ὧν βασιλεύει ὁ Πατὴρ, τούτων βασιλεύει καὶ ὁ Υἱός. Ἕν, διὰ τὸ μηδεμίαν εἶναι διαφωνίαν ἢ διάστασιν· οὐ γὰρ ἄλλα βουλήματα Πατρὸς, ἄλλα δὲ Υἱοῦ. Ἕν, διὰ τὸ μὴ εἶναι ἄλλα Χριστοῦ δημιουργήματα, καὶ ἄλλα Πατρός· μία γὰρ ἡ πάντων δημιουργία, τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ πεποιηκότος· ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησάν, φησιν ὁ ψαλμῳδός. Ὁ γὰρ λέγων, λέγει τῷ ἀκούοντι· καὶ ὁ ἐντελλόμενος, ἐντέλλεται τῷ συμπαρόντι. 11.17 Θεὸς τοίνυν ἀληθινὸς ὁ Υἱὸς, ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, οὐκ εἰς Πατέρα μεταβληθείς· οὐ γὰρ Πατὴρ ἐνηνθρώπησεν, ἀλλὰ Υἱός· λεγέσθω γὰρ ἐλευθερίως ἡ ἀλήθεια. Οὐ Πατὴρ ἔπαθεν ὑπὲρ ἡμῶν, ἀλλὰ Πατὴρ ἀπέστειλε τὸν ὑπὲρ ἡμῶν παθόντα. Μήτε λέγωμεν τό, Ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός· μήτε υἱοπατορίαν καταδεξώμεθα· ἀλλ' ὁδῷ βασιλικῇ πορευθῶμεν, μὴ ἐκκλίνωμεν μήτε ἀριστερᾷ μήτε δεξιᾷ. Μήτε, διὰ τὸ νομίζειν τιμᾷν τὸν Υἱὸν, Πατέρα αὐτὸν ἀναγορεύσωμεν· μήτε, διὰ τὸ τιμᾷν τὸν Πατέρα νομίζειν, ἕν τι τῶν δημιουργημάτων τὸν Υἱὸν ὑποπτεύσωμεν. Ἀλλ' εἷς Πατὴρ, δι' ἑνὸς Υἱοῦ προσκυνείσθω, καὶ μὴ μεριζέσθω ἡ προσκύνησις. Εἷς Υἱὸς καταγγελλέσθω, πρὸ τῶν αἰώνων ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενος· τὸ συγκαθέζεσθαι οὐ χρόνοις μετὰ τὸ πάθος λαβὼν ἐκ προκοπῆς, ἀλλ' ἀϊδίως κεκτημένος. 11.18 Ὁ ἑωρακὼς τὸν Υἱὸν, ἑώρακε τὸν Πατέρα. Ὅμοιος γὰρ ἐν πᾶσιν ὁ Υἱὸς τῷ γεγεννηκότι. Ζωὴ ἐκ ζωῆς γεννηθεὶς, καὶ φῶς ἐκ φωτὸς, δύναμις ἐκ δυνάμεως, Θεὸς ἐκ Θεοῦ, καὶ ἀπαράλλακτοι τῆς θεότητος οἱ χαρακτῆρές εἰσιν ἐν τῷ Υἱῷ· καὶ ὁ καταξιωθεὶς ἰδεῖν Υἱοῦ θεότητα, ἔρχεται εἰς ἀπόλαυσιν τοῦ γεγεννηκότος. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ μονογενοῦς [Υἱοῦ]. Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καὶ ἵνα εἴπω