πρωτοβεστιαρίῳ ἐκέλευεν· ἦν δ' οὗτος ὁ ἐκτομίας Ἰωάννης, πάλαι τούτῳ πρὸ τῆς βασιλείας ὑπηρετῶν· φιλόδοξος δὲ ἦν, εἴπερ τις ἄλλος, καὶ τὸ ἦθος φέρων οὐ στάσιμον. 4.32 Ὁ Κομνηνὸς οὖν διαπεράσας ἐν Χρυσουπόλει πρὸς αὐτὸν πα ρεδίδου τὰ στρατεύματα καὶ τῶν ἀρχόντων τοὺς πλείστους· οἱ δὲ βαρέως τοῦτο φέροντες τὸν Κομνηνὸν αὖθις ἀνεκαλοῦντο, συνήθη τοῦτον ἐκ μακροῦ ἔχοντες· ὁ δὲ κατέστελλεν αὐτούς, μὴ βουλόμενος τὸ τοιοῦτον ἀναδύσασθαι ἔργον διὰ τὴν ῥηθεῖσαν αἰτίαν. Παραδοὺς τοίνυν τὰ στρατεύματα πρὸς τὸν ῥηθέντα ἐκτομίαν, εἴθ' οὕτως συνταξάμενος τούτῳ, ἐπειδὴ ὑποχωρεῖν ἔμελλεν, οἷα τὰ τῆς νεότητος, καὶ τοῖς στρατιώταις συντακτήριον ἱππασίαν ἱππάσασθαι ἤθελεν. Ἐνδοὺς οὖν ὅλους ῥητῆρας, ὁπόσον διάστημα ταῖς τοιαύταις ἱππηλασίαις προσήκει ἐξιππασάμενος ἔστη. Ὁ γοῦν ἐκτομίας Ἰωάννης ἐπιλαθόμενος οἷον ἑαυτοῦ καὶ τὸν χαλινὸν ἐνδοὺς ἁπάντων ἐνώπιον καὶ αὐτὸς ἤλαυνεν· εὐθὺς δὲ γέλως ὦρτο πολὺς παρὰ πάντων καὶ καταμωκησάμενοι τούτου τὸ συνήθως τοῖς ἐκτομίαις ἐπαγόμενον "κλοῦ κλοῦ" πρὸς τοῦτον ἔλεγον· οἱ δὲ περὶ τὸν Κομνηνὸν ἐπιμελῶς τούτους κατέστελλον. 4.33 Ὁ μὲν οὖν Ἀλέξιος πρὸς τὸν βασιλέα ἀπῄει ἐν τοῖς βασιλείοις διάγοντα· ὁ δὲ ἐκτομίας σὺν πάσαις δυνάμεσιν ὥρμησε κατὰ τοῦ Μελισσηνοῦ καὶ τὰ Βιθυνῶν διελθὼν ὅρια ἐστρατοπέδευσε περί τι καστέλλιον, ὃ καλοῦσι Βασιλεία, πλεῖον ἢ τεσσαράκοντα σταδίων Νικαίας ἀπέχον. Ἐκεῖσε δὲ γενομένῳ συνεβούλευον ὅ τε Παλαιολόγος καὶ ὁ τούτου ἐξάδελφος Κουρτίκης ληΐσασθαι τὰ παρατυχόντα ἄχρι Νικαίας, ὑποστρέψαι δὲ διὰ τῆς παραλιμνίου καὶ πολιορκῆσαι τὸ τοῦ κυροῦ Γεωργίου καστέλλιον· ὃ δὴ καὶ καταλαβόντες αὐτίκα κατέσχον. Εἶτα, ἐπεὶ βουλῆς ἐδεῖτο τὰ πράγματα ἐπὶ ξυροῦ ἱστάμενα, ἅπαντες οἱ τοῦ στρατοῦ λογάδες εἰς τὴν σκηνὴν τοῦ ἐκτομίου γενόμενοι διεσκοποῦντο εἴτε τὴν Νίκαιαν πολιορκῆσαι δεῖ, εἴτε εἰς τὸ ∆ορύλαιον ἀπελθόντας μετὰ τοῦ σουλτάνου συνάψαι πόλεμον. Ἐπεὶ δὲ ὁ Παλαιολόγος Γεώργιος καὶ ὁ τούτου ἐξάδελφος Κουρτίκης ἀσύμφορον τὸν κατὰ τῆς Νικαίας πόλεμον ἡγούμενοι ἐσίγων τοῦτό τέ τινες τῶν ἐκ τοῦ ἐκτομίου Ἰωάννου φωρασάμενοι ὑποψιθυ ρίζουσι κατ' αὐτῶν καὶ ἄλλα κατειπόντες αὐτῶν, εὐθὺς ἀπεφοίβασεν ὁ ἐκτομίας πρὸς ἅπαντας· "Τὴν ἐξουσίαν τῶν ταγμάτων ἐμοὶ ἀνέθετο ὁ βασιλεὺς καὶ ὅπως ἂν αὐτὸς κρίνω τοῦτο δέον ἐστὶ γίνεσθαι". 4.34 Ὡς δὲ ἐθεάσατο ὁ Παλαιολόγος τὸν κατὰ τῆς Νικαίας πόλεμον προκριθέντα καὶ πάντας πρὸς τὰ ὅπλα ἤδη χωρήσαντας, στοχασάμενος ὡς περὶ τὰ στρατιωτικὰ πολλὴν ἐμπειρίαν κεκτημένος τοῦ ἀποβησομένου, παρρησιασάμενος αὐτός τε καὶ ὁ Κουρτίκης φησίν· "Οὐδ' αὐτοὶ ἀγνοοῦμεν ὅτι σε τῶν ταγμάτων ὁ βασιλεὺς ἡγεμόνα προεχειρίσατο καὶ διὰ τοῦτο τὰ πολλὰ ἐσιγῶμεν. Νῦν δὲ ἐφορώμενοι τὸν προκείμενον κίνδυνον καὶ τὴν ἐκ βασιλέως ἐς ὕστερον ἐπενεχθησομένην ἡμῖν ὀργὴν δεδιότες, ἐπὶ πλεῖον σιγᾶν οὐ δυνάμεθα. Ἴσθι τοίνυν ὡς, ἡνίκα τῇ Νικαίᾳ πλησιάσωμεν καὶ ταύτης ἀπόπειραν ἐπιχειρήσωμεν ποιεῖσθαι, οἱ τολμηρότεροι τῶν στρατιωτῶν πληγήσονται, οἱ δὲ καὶ ἀναιρεθήσονται· δεινὸς γὰρ ὁ ἀπὸ τῶν ἐπάλξεων τοῖς ἔξωθεν πόλεμος· οἱ δὲ ἔξωθεν κείμενοι Τοῦρκοι τῆς πολιορκίας ταύτης αἰσθόμενοι εὐθὺς καθ' ἡμῶν χωρήσουσιν· ἡμεῖς δὲ πρός τε τοὺς ἀπὸ τῶν τειχῶν ἡμᾶς βάλλοντας καὶ τῶν πυλῶν ἐξιόντας πρός τε τοὺς ἔξωθεν καθ' ἡμῶν ἐπεισπεσόντας ἀντέχειν μὴ δυνάμενοι, ἐξ ἀνάγκης ὀπισθόρμητοι γενησόμεθα, καὶ οἱ μὲν τοὺς τετρωμένους τῶν ἰδίων ἀναλαβόμενοι ἐφ' ᾧ θεραπεῦσαι αὐτοὺς ὅπη βουλητὸν ἕκαστος ἀπελεύσεται, οἱ δὲ κάτοχοι τῇ λύπῃ τῶν ἀποκτανθέντων γεγονότες παρ' οὐδὲν ἡμᾶς ὠφελήσουσιν". 4.35 Οἱ δὲ παρὰ κωφῷ ᾄδειν ἐῴκεισαν· οὐδένα γὰρ λόγον τούτων ποιησάμενος ὁ ἐκτομίας ἐκεῖνος τὰς δυνάμεις ἀναλαβόμενος εὐθὺ Νικαίας ἐχώρει καὶ δὴ τοῖς τείχεσι προσπελάσας ᾐτεῖτο πάντας παραδοθῆναι· οἱ δ' ἐντὸς τὰς ἔξωθεν προσδοκοῦντες δυνάμεις εἰς ἀρωγὴν αὐτῶν ἐλεύσεσθαι, λόγοις ἀπατηλοῖς τοῦτον ἐξαπατῶντες ἡμέραν ἐξ ἡμέρας ὑπερετίθεντο. Ὁ δὲ Παλαιολόγος Γεώργιος, μὴ φέρων τὴν παράλογον