ἀκόλαστον γέροντα καὶ γέροντα φιλομαθῆ ὑπὲρ νεώτερον ἀμαθῆ καὶ ἀκτήμονα ἰδιώτην ὑπὲρ πεπαιδευμένον φιλάργυρον καὶ κοσμικὸν ἐνάρετον ὑπὲρ μοναχὸν ἄπραγον. ἃ ἴσως ὕβρεις λέ γουσιν οἱ τὰς τιμὰς ἐπιζητοῦντες· καίπερ τῆς Γραφῆς καὶ τὰς ὕβρεις ποσῶς ἐχούσης, Ἰωάννου μὲν λέγοντος τοῖς προσελθοῦσι 123 μαθητευθῆναι· "Γεννήματα ἐχιδνῶν, τίς ὑμῖν ὑπέδειξεν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;" Παύλου δὲ πάλιν λέγοντος ἐν ταῖς Πράξεσι τῷ ἀρχιερεῖ· "Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκο νιαμένε"· τοῦ δὲ Σωτῆρος πῆ μὲν τοῖς Ἰουδαίοις· "Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ"· πῆ δὲ πᾶσι τοῖς ἀποστόλοις· "Ω ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ"· πῆ δὲ τὸν Πέτρον Σατανᾶν ὀνομάζων· "Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι σκάνδαλόν μου εἶ"· -οὐκ οὔσης οὐδεμιᾶς αἰτίας βαρείας, ἐφ' ἧς γεγόνασιν αἱ ὕβρεις. ὡς γοῦν σιγῇ τὴν φιλομάθειαν ἀσπασώμεθα, οὐ δυνά μενοι τοὺς πνευματικοὺς ἀνακρίνειν. οὔτε γὰρ μισοῦντες ὑβρί ζουσιν οὔτε φυσιούμενοι φιλερημοῦσιν, πάντα ἐξ ἀγάπης τὰ χρήσιμα ἀσκοῦντες. τούτου τοίνυν ἕνεκα καὶ πάντες ὅσοι σπου δαῖοι ἡμῖν ἀνεγράφησαν ἐν τοῖς ἱεροῖς λόγοις, ἐκκλίνοντες καὶ ἐκτρεπόμενοι τὸν τῶν ἀπαιδεύτων ὅμιλον εὕρηνται, τοῦ μὴ τῷ χρόνῳ διὰ τῆς συνηθείας ἢ μειῶσαί τι τῆς ἀρετῆς ἢ σπάσαι τῆς ἀπ' αὐτῶν κακίας. Σάῤῥα πρώτη παρῄνει τῷ ἀνδρὶ αὐτῆς Ἀβραὰμ τὸν τῆς θεραπαινίδος παῖδα, ἔτι κομιδῇ νέον ὄντα, ἐξορίζειν τῆς κοινῆς ἑστίας· συμπαίζειν γὰρ τῷ υἱῷ αὐτῆς Ἰσαὰκ ἀπαξιοῖ, μή πως τῷ συνασμενισμῷ ὑποσυρῇ τοῖς αὐτοῦ ἐπιτηδεύμασί τε καὶ ἤθεσιν. καὶ Ἰακὼβ δὲ αὐτὸς φυγῇ τὴν σωτηρίαν πορίζεται, τὴν εἰς Μεσοποταμίαν στειλάμενος ἀποδημίαν. καὶ Λὼτ δὲ προτρέπεται ὑπὸ τῶν ἀγγέλων ἐξοικίζεσθαι τῶν δυσσεβῶν Σοδομιτῶν· ἀλλὰ καὶ Μωϋσῆς, ὡς προεῖπον, "μέγας γενόμενος καὶ ἀρνησάμενος λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ," τῆς ἀπὸ τοῦ τυράννου καὶ τῶν δορυφόρων αὐτοῦ προνοεῖται διαζεύξεως καὶ προτρέπεται τοὺς συμφρονοῦντας αὐτῷ συναπάραι καὶ τῆς ἐξόδου ἐπιμελεῖσθαι. καὶ οἱ προφῆται δὲ τὸν τῶν μοχθηρῶν ὄχλον περιϊστάμενοι ἐν ἐρημίαις τὰ πολλὰ ἐζητήθησαν, περὶ ὧν καὶ ὁ ἀπόστολός φησιν· "Ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις πλανώμενοι καὶ ταῖς ὀπαῖς τῆς γῆς," διὰ τὴν τῶν ἀνόμων ἐπι μιξίαν, καὶ ἄλλως ἐπιστάμενοι, ὅτι ἱκανὸν ἡ συνήθεια ἐξαπατῆ σαι καὶ εἰς τὰ αὐτὰ καθέλκειν τοὺς συνημερεύοντας· οὐ μόνον, ἀλλ' ὅτι καὶ καθ' ἑαυτὴν ἡ ὁμιλία ἐπίψογός τε καὶ δηλητήριος, πρὸς δὲ καὶ αἰσχρά. οὐ γὰρ φύσιν ἔχει τὸ μὴ ἡδόμενον ἐπί 124 τινι ὑπομεῖναι, κἂν ἐπὶ βραχὺ τούτῳ συνδιατρίβειν· ἀεὶ γὰρ "τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον," ὡς καὶ λέγεται· "Πᾶν ζῶον τὸ ὅμοιον ἀγαπᾷ"· τὸ δὲ ἀνόμοιον ἐχθρὸν καὶ ἀλλότριον. τίς γάρ ποτε πείσει τὴν σπερμολόγον περιστερὰν ἢ τρυγόνα ἰκτῖσιν ἢ κόραξι συννεμηθῆναι τοῖς κρεοφάγοις, ἢ τὸν ποηφάγον χῆνα καὶ γέρανον γυψὶν ὀστογλύφοις συναγελάσαι; -"τίς" γὰρ "κοινωνία φωτὶ πρὸς σκότος," ἢ ἀρετῇ πρὸς κακίαν, κακοῖς δὲ πρὸς καλούς; {Ο ∆ΙΑΚ.} Πῶς οὖν ὁ ἀπόστολος λέγει, ὅτι "Ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίουςκερδήσω· τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα ἀσθενεῖς κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, ἵνα ἀνόμους κερδήσω"; {Ο ΕΠΙΣΚ.} Αὕτη ἡ μαρτυρία, ὦ βέλτιστε, οὐ συντελεῖ πρὸς τὰ λεγόμενα· οὐ γὰρ εἶπεν ὁ Παῦλος· "Ἐγενόμην τοῖς ἀμελέσιν ἀμελής, ἢ τοῖς φλυάροις φλύαρος, ἢ τοῖς φιλαργύροις φιλάρ γυρος," ἢ ἕτερόν τι τῶν τοιούτων, ἀλλ' "Ἐγενόμην ὡς τὸ ἢ τό," οὐχὶ "τό" (τὸ γὰρ "ὡς τὸ" οὐ ταὐτόν ἐστι τῷ "τό"). "τοιοῦτον" δέ ἐστι τὸ λεγόμενον ἢ γινόμενον παρὰ τοῦ ἀποστόλου· οὗ ἡ συγκατάβασις κἂν μὴ μέγα κέρδος ἐνεποίει, ἀλλ' οὖν γε οὐ παρεῖχε βλάβην· "ἐγενόμην" γὰρ "Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω." καίπερ ἐξ Ἰουδαίων ἦν, ἐμπερίτομος ὤν· πῶς οὖν λέγει, "ὡς Ἰουδαῖος" καὶ οὐχὶ "Ἰουδαῖος"; συσσαββατίζων γὰρ καὶ συννηστεύων πολλάκις εὑρίσκετο, μὴ παραφθείρων τὰ δόγματα τοῦ Σωτῆρος, ἵνα τῇ συνηθείᾳ καὶ τῷ συμβαδισμῷ ἐφελκύσηται αὐτοὺς εἰς τελειοτέραν ἐπίγνωσιν· καθάπερ οἱ ἰατροὶ τοῖς νοσοῦσιν οὐκ ἀεὶ συνόντες, οὔτε τοῦ