53
παραγίνεται τῶν τῆς εὐλογίας σπερμάτων ὑπο δεικνῦσα τὰ δράγματα. 13.17 Τῷ δὲ πέμπτῳ μηνὶ τῆς κυήσεως, ἀμβλώσεως ἐπεγένετο κίνδυνος. Ἡ δὲ πάλιν πρὸς τὸν νέον αὐτῆς Ἐλισσαῖον ἀπέστειλε-δραμεῖν γὰρ αὐτὴν τὸ πάθος ἐκώλυε- καὶ ὡς οὐκ ἐβούλετο παίδων γενέσθαι μήτηρ ἀνέμνησε καὶ τὰς αὐτοῦ ὑποσχέσεις εἰς μέσον παρήγαγεν. Ὁ δὲ πόρρωθεν τὸν ἀφικόμενον θεασάμενος ἐπέγνω τε καὶ τὴν αἰτίαν ἐγνώρισε· νύκτωρ γὰρ αὐτῷ καὶ τὸ πάθος καὶ τὴν σωτηρίαν ὁ δεσπότης ἐδεδηλώκει· λαβὼν τοίνυν τὴν βακτηρίαν, ἀφίκετο σκηριπτόμενος καὶ τῆς οἰκίας εἴσω γενόμενος καὶ τῆς εἰρήνης, ὡς εἰώθει, τὸ πρόσρημα δεδωκώς. "Θάρσει, ἔφη, καὶ μὴ δείσῃς· οὐ γὰρ ἀφαιρήσεται τὸ δῶρον ὁ δεδωκὼς εἰ μὴ σὺ τὰς γεγενημένας παραβαίης συνθήκας. Ὑπέσχου δὲ ἀντιδώσειν τὸ δοθησόμενον καὶ εἰς τὴν θείαν αὐτὸ θεραπείαν καθοσιώσειν". -"Οὕτως, ἔφη ἡ μήτηρ, καὶ ἐγὼ τεκεῖν βούλομαί τε καὶ εὔχομαι· τῆς γὰρ ἀλλοίας τοῦ παιδίου τροφῆς αἱρετώτερον ἡγοῦμαι τὸν ἀτέλεστον τόκον." -"Πίε τοίνυν, ἔφη ὁ θεῖος ἄνθρωπος, τόδε τὸ ὕδωρ καὶ τῆς θείας ἐπικουρίας αἰσθήσῃ." Ἔπιε τοιγαροῦν ὡς προσέταξε καὶ ὁ τῆς ἀμβλώσεως ἐδραπέτευσε κίνδυνος. Τοιαῦτα τοῦ ἡμετέρου Ἐλισσαίου τὰ θαύματα. 3.18 Τῆς τούτου πολλάκις ἐγὼ εὐλογίας καὶ διδασκαλίας ἀπέλαυσα· παραινῶν γάρ μοι πολλάκις ἔλεγε· "Μετὰ πολλῶν, ὦ παιδίον, γεγέννησαι πόνων· πολλὰς διετέλεσα νύκτας τοῦτο μόνον τὸν θεὸν ἱκετεύων ὥστε σου τοὺς γονέας τοῦτο γενέσθαι ὃ μετὰ τὴν σὴν γέννησιν ὠνομάσθησαν. Ἀξίως τοίνυν πολιτεύου τῶν πόνων. Πρὸ ὠδίνων ἀνετέθης ταῖς ὑποσχέσεσι· τὰ δὲ τοῦ θεοῦ ἀναθήματα σεβάσμια πᾶσίν ἐστι καὶ ἄψαυστα τοῖς πολλοῖς. Προσήκει τοίνυν καί σε τὰ μὲν φαῦλα τῆς ψυχῆς κινήματα μὴ προσδέχεσθαι, ἐκεῖνα δὲ μόνα καὶ δρᾶν καὶ λέγειν καὶ ἐνθυμεῖσθαι ἃ τὸν τῆς ἀρετῆς νομοθέτην θεραπεύει θεόν". Τοιαῦτα μοι παραινῶν ἀεὶ ὁ θεῖος διετέλεσεν ἄνθρωπος· ἐγὼ δὲ καὶ τῶν λόγων μέμνημαι καὶ τὴν θείαν δεδίδαγμαι δωρεάν. Ἔργοις δὲ μὴ δεικνὺς τὴν παραίνεσιν, ἱκετεύω τῆς θείας ῥοπῆς διὰ τῆς ἐκείνου τυχεῖν προσευχῆς καὶ τὸ λειπόμενον τῆς ζωῆς κατὰ τὰς ὑποθήκας τὰς ἐκείνου βιῶναι. 13.19 Ὁποῖος μὲν οὖν ἐκεῖνος ἦν καὶ οἵοις χρησάμενος πόνοις τὴν θείαν ἐπεσπάσατο χάριν ἱκανὰ καὶ ταῦτα διδάξαι. Ἐδέξατο δὲ ὅμως καὶ κατὰ τόνδε τὸν βίον ἡ τελευτὴ τῶν πόνων ἀξίαν τιμήν· ἅπαντες γὰρ καὶ πολῖται καὶ ξένοι καὶ οἱ τὰς μεγάλας ἀρχὰς οἰκονομεῖν πεπιστευμένοι τὴν ἱερὰν ἐκείνην ἐπὶ τῶν ὤμων φέροντες κλίνην εἰς τὸν τῶν νικηφόρων μαρτύρων σηκὸν ἀπεκόμισαν καὶ μετὰ τῶν θείων ἐκείνων ἀνδρῶν Ἀφραάτου καὶ Θεοδοσίου τὸ ἅγιον ἐκεῖνο καὶ θεοφιλὲς κατέθηκαν σῶμα. Τὸ δὲ κλέος διέμεινεν ἄσβεστον καὶ οὐδεὶς τοῦτο χρόνος ἀφανίσαι δυνήσεται. Ἡμεῖς δὲ τέλος ἐπιθέντες τῷ διηγήματι τὴν ἀπὸ τῆς διηγήσεως εὐωδίαν ἐκαρπωσάμεθα. 14.t ΜΑΗΣΥΜΑΣ 14.1 Οἶδα μὲν ὡς καὶ ἄλλοι πολλοὶ παρὰ τὴν Ἀντιόχου πόλιν διέλαμψαν εὐσεβείας φωστῆρες, Σεβῆρός τε ὁ μέγας καὶ ὁ Αἰγύπτιος Πέτρος καὶ Εὐτύχιος καὶ Κύριλλος, Μωϋσῆς τε καὶ Μάλχος καὶ ἕτεροι πλεῖστοι τὴν αὐτὴν πορείαν ὁδεύσαντες· ἀλλ' εἰ τὴν ἁπάντων πολιτείαν συγγρά ψαι πειραθείημεν, ἅπας ἡμῖν οὐκ ἂν ἀρκέσειεν ὁ χρόνος· ἄλλως τε δὲ καὶ προσκορὴς τοῖς πολλοῖς ἡ τῶν πλειόνων ἀνάγνωσις. Ἐκ τῶν συγγραφέντων τοίνυν καὶ τὸν τῶν παραλειφθέντων τεκμαιρόμενοι βίον εὐφημείτωσαν ἅπαντες καὶ ζηλούτωσαν καὶ τὴν ὠφέλειαν καρπούσθωσαν· ἐγὼ δὲ ἐπὶ τῆς Κύρρου τοὺς λειμῶνας διαβήσομαι καὶ τῶν ἐν τούτοις εὐωδῶν τε καὶ εὐειδῶν ἀνθέων ὡς ἔνι μάλιστα παραδηλώσω τὴν ὥραν.