συντομώτερον, μήτε χωρίζωμεν, μήτε συναλοιφὴν ἐργαζώμεθα. Καὶ μήτε ἀλλότριόν ποτε τοῦ Πατρὸς εἴπῃς τὸν Υἱόν· μήτε καταδέξῃ τοὺς λέγοντας, τὸν Πατέρα ποτὲ μὲν πατέρα, ποτὲ δὲ υἱὸν εἶναι· ἀλλότρια γὰρ καὶ ἀσεβῆ ταῦτα, καὶ οὐκ Ἐκκλησίας τὰ διδάγματα. Ἀλλ' ὁ Πατὴρ γεννήσας τὸν Υἱὸν, ἔμεινε Πατὴρ καὶ οὐκ ἠλλοίωται. Σοφίαν ἐγέννησεν, ἀλλ' οὐκ αὐτὸς ἄσοφος ἐγένετο· καὶ δύναμιν γεννήσας, οὐκ ἠσθένησε. Θεὸν γεννήσας, οὐκ αὐτὸς τῆς θεότητος ἐστερήθη· καὶ οὔτε τι αὐτὸς ἀπώλεσε μειωθεὶς ἢ ἀλλοιωθείς· οὔτε ὁ γεννηθεὶς ἔχει τι λεῖπον. Τέλειος ὁ γεννήσας, τέλειον τὸ γεννηθέν· Θεὸς ὁ γεννήσας, Θεὸς καὶ ὁ γεννηθείς· Θεὸς μὲν τῶν πάντων, Θεὸν δὲ ἑαυτοῦ, τὸν Πατέρα ἐπιγραφόμενος. Οὐ γὰρ ἐπαισχύνεται λέγων· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. 11.19 Ἀλλ' ἵνα μὴ νομίσῃς ὅτι ὁμοίως τοῦ Υἱοῦ καὶ τῶν κτισμάτων ἐστὶ Πατὴρ, ὑποδιέστειλεν ἐν τοῖς ἑξῆς. Οὐ γὰρ εἶπεν, ἀναβαίνω πρὸς τὸν Πατέρα ἡμῶν, ἵνα μὴ κοινωνία γένηται τῶν ποιημάτων πρὸς τὸν μονογενῆ· ἀλλὰ, Πατέρα μου καὶ πατέρα ὑμῶν, εἶπεν. Ἄλλως ἐμοῦ, κατὰ φύσιν· καὶ ἄλλως ὑμῶν, κατὰ θέσιν. Καὶ πάλιν· πρὸς τὸν Θεόν μου, καὶ Θεὸν ὑμῶν. Ἄλλως ἐμοῦ, ὡς Υἱοῦ γνησίου καὶ μονογενοῦς· καὶ ἄλλως ὑμῶν, ὡς δημιουργημάτων. Θεὸς τοίνυν ἀληθινός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, πρὸ πάντων τῶν αἰώνων ἀνεκδιηγήτως γεννηθείς. Πολλάκις γὰρ λέγω τὸ αὐτὸ πρὸς ὑμᾶς, ἵνα ἐντυπωθῇ ὑμῶν τοῦτο τῇ διανοίᾳ. Καὶ ὅτι μὲν ὁ Θεὸς Υἱὸν ἔχει, τοῦτο πίστευε· τὸ δὲ πῶς, μὴ πολυπραγμόνει· ζητῶν γὰρ οὐχ εὑρήσεις. Μὴ ἐξυψοῦ σεαυτὸν, ἵνα μὴ πέσῃς. Ἃ προσετάγη σοι, ταῦτα διανοοῦ μόνα. Εἰπέ μοι πρῶτον, τίς ἐστιν ὁ γεννήσας, καὶ τότε μάνθανε ὃ ἐγέννησεν. Εἰ δὲ φύσιν οὐ δύνασαι νοῆσαι τοῦ γεγεννηκότος, τοῦ γεγεννημένου τὸν τρόπον μὴ πολυπραγμόνει. 11.20 Αὔταρκές σοι πρὸς εὐσέβειαν εἰδέναι, καθὼς εἴπαμεν, ὅτι ἕνα Υἱὸν ὁ Θεὸς ἔχει μόνον, ἕνα φυσικῶς γεγεννημένον· οὐχ ὅτε ἐγεννήθη ἐν Βηθλεὲμ τοῦ εἶναι ἀρξάμενον, ἀλλὰ ΠΡΟ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ. Ἄκουε γὰρ Μιχαίου τοῦ προφήτου λέγοντος· Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ, [μὴ] ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. Ἐκ σοῦ [γάρ] μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς, ἐξ ἡμερῶν αἰῶνος. Μὴ οὖν πρόσεχε τῷ νῦν ἐκ τῆς Βηθλεέμ· ἀλλὰ προσκύνει τὸν ἀϊδίως ἐκ Πατρὸς γεννηθέντα. Μὴ χρονικὴν ἀρχὴν τοῦ Υἱοῦ καταδέξῃ τινὸς λέγοντος, ἀλλὰ ἄχρονον ἀρχὴν γίνωσκε τὸν Πατέρα. Ἀρχὴ γὰρ Υἱοῦ ἄχρονος, ἀκατάληπτος, ἄναρχος, ὁ Πατήρ. Πηγὴ τοῦ τῆς δικαιοσύνης ποταμοῦ, τοῦ μονογενοῦς, ὁ Πατὴρ, ὁ γεννήσας αὐτὸν καθὼς οἶδεν αὐτὸς μόνος. Καὶ θέλεις γνῶναι, ὅτι αἰώνιός ἐστι βασιλεὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; ἄκουε πάλιν αὐτοῦ λέγοντος· Ἀβραὰμ [ὁ πατὴρ ὑμῶν] ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Εἶτα, σκληρῶς τοῦτο καταδεξαμένων τῶν Ἰουδαίων, τὸ ἐκείνοις ἔτι σκληρότερον λέγει· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Καὶ πάλιν πρὸς τὸν Πατέρα λέγει· Καὶ νῦν δόξασόν με σὺ Πάτερ παρὰ σεαυτῷ, τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Σαφῶς γὰρ εἴρηκεν, ὅτι πρὶν τὸν κόσμον γενέσθαι, ἐγὼ εἶχον τὴν παρὰ σοὶ δόξαν. Καὶ πάλιν, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου, λέγων· σαφῶς φησιν, ὅτι ἀΐδιον ἔχω τὴν παρὰ σοὶ δόξαν. 11.21 Πιστεύωμεν τοίνυν ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ· ΤΟΝ ΕΚ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΑ, ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ ΠΡΟ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ· ∆Ι' ὉΥ ΤΑ ΠΑΝΤΑ ΕΓΕΝΕΤΟ. Εἴτε γὰρ θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ ἐγένετο, καὶ οὐδὲν τῶν γεννητῶν ὑπεξῄρηται τῆς ἐξουσίας αὐτοῦ. Φιμούσθω πᾶσα αἵρεσις διαφόρους ποιητὰς καὶ κοσμοποιοὺς εἰσάγουσα· φιμούσθω βλασφημοῦσα [γλῶσσα] τὸν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ. Φιμούσθωσαν οἱ λέγοντες τὸν ἥλιον εἶναι τὸν Χριστόν· ἡλίου γάρ ἐστι δημιουργὸς, οὐχ ὁ ἥλιος ὁ φαινόμενος. Φιμούσθωσαν οἱ λέγοντες ἀγγέλων δημιούργημα τὸν κόσμον, οἱ τὸ τοῦ μονογενοῦς ἀξίωμα παραρπάζειν βουλόμενοι. Εἴτε γὰρ ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε