54
πάντων. καὶ στρατηγοῦντος ἐν Ἀφρικῇ καὶ Λιβύῃ Ἡρακλείου, τοῦ πατρὸς τοῦ βασιλεύσαντος Ἡρακλείου, 202 οἱ τῆς συγκλήτου καὶ αὐτὸς ὁ Πρίσκος ὁ στρατηλάτης διεπέμποντο πρὸς αὐτόν, δεόμενοι ἀπαλλαγῆναι τῆς τυραννίδος Φωκᾶ. ἦν δὲ τῷ εἰρημένῳ στρατηγῷ Ἡρακλείῳ ὑποστράτηγος Γρηγορᾶς τις τῶν ἐπισήμων. οὗτοι γοῦν ἄμφω συμπνεύσαντες στέλλουσι κατὰ τοῦ τυράννου τοὺς ἰδίους υἱούς, ὁ μὲν Ἡράκλειος τὸν Ἡράκλειον πολλαῖς ναυσὶ καὶ πλῆθος στρατιωτῶν πλοϊζόμενον, ὁ δὲ πατρίκιος Γρηγορᾶς τὸν Νικήταν πεζοποροῦντα σὺν ἱππόταις πολλοῖς καὶ πεζῇ στρατιᾷ, ἐπὶ συνθήκαις τοῦ τὸν προκαταλαβόντα τὴν ὑπερκειμένην τῶν πόλεων καὶ καθελόντα τὸν τύραννον τῆς βασιλείας ἀξιωθήσεσθαι. ταῦτα μαθὼν ὁ Φωκᾶς τὴν τοῦ Ἡρακλείου μητέρα καὶ τὴν μνηστὴν Εὐδοκίαν, ἣν ἐξ Ἀφρικῆς ἐμνηστεύσατο, θυγατέρα οὖσαν τοῦ τῆς χώρας ἐκείνης πρωτεύοντος, κατασχὼν κατέκλεισεν ἐν μονῇ. προκατέλαβε τοίνυν Ἡράκλειος καὶ προσώρμισε τῷ λιμένι τῶν Σοφιῶν καὶ μάχης συγκροτηθείσης ὑπερέσχε τῶν τοῦ Φωκᾶ. συνήργητο γὰρ καὶ ὑπὸ τοῦ Κρίσπου τὴν τοῦ ἐπάρχου τότε μετιόντος ἀρχήν. Φώτιος δὲ τῶν ἐπιφανῶν ὑπάρχων, οὗ τὴν γυναῖκα ὁ τύραννος βίᾳ ἐμοίχευσε, σὺν πλήθει στρατιωτῶν καταλαβὼν τὰ βασίλεια κατέσπασε τοῦ θρόνου τὸν τύραννον (οἱ γὰρ περὶ αὐτὸν ἀπογνόντες τῶν βασιλείων ὑπανεχώρησαν) καὶ ἀποδύσας 203 τὴν πορφυρίδα φαιὰν ἐσθῆτα ἐνέδυσε καὶ δέσμιον τῷ Ἡρακλείῳ παρέστησεν. ὁ δὲ ἰδὼν αὐτὸν ἔφη "οὕτως, ἄθλιε, τὰ τῆς πόλεως διῴκησας πράγματα;" καὶ ὁ Φωκᾶς ἀπονοίᾳ κάτοχος ὢν ἀπεκρίνατο "σὺ δὲ κρειττόνως μᾶλλον διοικήσεις αὐτά;" ὀργισθεὶς δὲ ὁ Ἡράκλειος λὰξ ἐκείνῳ ἐνέθορε καὶ ἐκτμηθῆναι προσέταξεν. οἱ μὲν οὖν αὐτίκα αὐτὸν ἀναιρεθῆναι ἱστόρησαν, οἱ δὲ πρότερον αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναί φασιν, εἶτα καὶ τὰ αἰδοῖα διὰ τὴν ἐκείνου ἀσέλγειαν καὶ ὅτι πολλῶν ᾔσχυνε γαμετάς, καὶ οὕτως αὐτοῦ τὴν κεφαλὴν ἐκκοπῆναι, τὸ δὲ δύστηνον σῶμα καυθῆναι κατὰ τὸν Βοῦν· ἔνθα κάμινος ἦν, ὡς λέγεται, ἐκ χαλκοῦ κατεσκευασμένη, σχῆμα βοὸς ἔχουσα, ἥπερ ἐκ Περγάμου κεκόμιστο, ἐξ ἧς καὶ ὁ τόπος ὠνόμαστο. καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἄλλοι τῶν ᾠκειωμένων αὐτῷ ἀνῃρέθησαν. Τῷ μὲν οὖν κακίστῳ Φωκᾷ τοιοῦτον τέλος τῆς τυραννίδος ἐγένετο, ἔτη κατορχησαμένῳ τῆς βασιλείας ὀκτώ. Ἡράκλειος δὲ ὑπὸ Σεργίου τοῦ πατριάρχου στεφθεὶς αὐτίκα καὶ τὴν Εὐδοκίαν τὴν μνηστὴν ταινιοῖ, καὶ ἅμα τά τε βασίλεια στέφη καὶ τοὺς γαμηλίους στεφάνους ἐδέξαντο, ὥστε κατὰ τὴν αὐτὴν ἡμέ204 ραν καὶ βασιλεῖς ἄμφω χρηματίσαι αὐτοὺς καὶ νυμφίους. οἱ δέ γε Πέρσαι τὴν ἑῴαν κατέτρεχον καὶ τὰς μὲν τῶν χωρῶν ὑφ' ἑαυτοὺς ἐποιοῦντο, τὰς δὲ ἐληίζοντο· καὶ ἡ Ῥωμαϊκὴ στρατιὰ προσβάλλουσα τούτοις ἥττητο καὶ διώλλυτο βραχέων τινῶν περισωθέντων φυγῇ. καὶ τὴν Εὐρώπην οἱ Ἄβαροι καὶ οἱ Σκύθαι ἠρήμωσαν. διὸ καὶ ἠπόρει ὁ βασιλεὺς Ἡράκλειος ὅ, τι καὶ δράσει. ἐπισκεψάμενος γὰρ τοὺς στρατιωτικοὺς καταλόγους πάνυ τούτους εὗρε βραχεῖς, ἁπάντων σχεδὸν ἐν τοῖς πολέμοις ἀναλωθέντων. ἐκ γὰρ τῶν ἐπὶ Μαυρικίου τὸν Φωκᾶν ἀναγορευσάντων εἰς πολλὰς χιλιάδας ἀριθμουμένων δύο μόνοι στρατιῶται περιλειφθέντες εὑρέθησαν. στρατολογήσας οὖν Κρίσπον στρατηγὸν Καππαδοκίας προβάλλεται καὶ στέλλει τοῦτον ἐκεῖ. Γίνεται δὲ αὐτῷ ἐκ τῆς Αὐγούστης Εὐδοκίας, ἣν καὶ Φαβίαν ὠνόμασε, θυγάτηρ Ἐπιφανία. εἶτα καὶ υἱὸς ἐτέχθη ὁ μικρὸς Ἡράκλειος καὶ νέος Κωνσταντῖνος κληθείς, καὶ ἄμφω δὲ τὼ παῖδε βασιλικῷ διαδήματι τεταινίωκε. καὶ μετ' ὀλίγον ἡ γαμετὴ αὐτοῦ ἡ Αὐγούστα Εὐδοκία τὸν βίον ἀπέλιπεν. ἐκ205 φερομένου δὲ τοῦ ταύτης νεκροῦ βασιλικῶς διὰ τῆς ἀγορᾶς κόρη τις προκύπτουσα βάρβαρος τυχαίως ἀπέπτυσε, καὶ τὸ πτύσμα εἰς τὴν κλίνην, δι' ἧς ἐξεφέρετο ἡ Αὐγούστα, κατήνεκτο· καὶ συλληφθεῖσα ἡ κόρη ἐκαύθη, προσενεχθεῖσα τῇ θανούσῃ λίαν οἰκτρὸν ἐπιτάφιον. ὁ δέ γε Ἡράκλειος ἔγημε Μαρτῖναν τὴν ἀδελφόπαιδα καὶ Αὐγούσταν αὐτὴν ἀνηγόρευσε. Τοῦ μέντοι Χοσρόου καὶ τῶν Περσῶν ἀκρατῶς φερομένων καὶ πάντα λεηλατούντων, πρέσβεις ὁ βασιλεὺς πρὸς