ἐκείνην στράτευσιν, ἐμπειρότατος ὤν, καὶ τὸν ὑπόγυιον ἐν ὀφθαλμοῖς ἤδη ὁρῶν κίνδυνον, συνεβούλευε τούτῳ παλινοστῆσαι. Ὁ δὲ τοὺς τούτου λόγους ὡς λῆρον δεξάμενος ἀγνοίᾳ τοῦ δέοντος μᾶλλον ἢ καρτερίᾳ προσμένειν ἐβούλετο, ἕως τοὺς Τούρκους ἥκειν ἤδη πυθόμενος ἄκων μετ' αἰσχύνης ἐπαναζεύγνυσι. 4.36 Πάλιν οὖν ὁ Παλαιολόγος Γεώργιος, ταγματάρχης ὢν ἐμπειρότατος καὶ κατὰ χεῖρα καὶ γνώμην γενναῖος, παρρησιασάμενος συνεβούλευε μὴ ὡς ἔτυχε παλινοστεῖν, ἀλλὰ σὺν τάξει καὶ κόσμῳ τῷ δέοντι. Ὁ μὲν τοῦτ' ἔλεγεν, ὁ δὲ τὴν τῶν ὅλων ἡγεμονίαν αὐτῷ ἐνεχείριζε. Καταστήσας οὖν εἰς τάξεις τὸ στράτευμα καὶ ἱππεῖς παρεδρεύειν ἐγκελευσάμενος, πλὴν ὀλίγων τῶν ἐνεδρεύειν καὶ λοχίζειν μελλόντων, τὸ δὲ ὁπλιτικὸν καὶ πεζικὸν τάξας ὄπισθεν βάδην ἐκέλευσεν ἀπιέναι, αὐτὸς δὲ περιιὼν σὺν ὀλίγοις ὁτὲ μὲν κατ' οὐραγίαν, ὁτὲ δὲ κατὰ τὸ κέρας τὸ δεξιόντὸ γὰρ εὐώνυμον ἦν ἐν ἀσφαλείᾳ, τὴν λίμνην ἔχον ἐπαρήγουσαν, ἀπεσόβει τῶν Τούρκων τοὺς προεκτρέχοντας, ἕως πλησίον τῆς Βασιλείας φθάσαντες πρὸς τὸ στρατοπεδεύειν γένοιντο. 4.37 Ἐπεὶ δ' ἂν αὐτοῦ που θριγγίῳ πλινθίνῳ ἀναπεπταμένον πεδίον ἐστὶ κυκλούμενον οὐ πολλὰς εἰσόδους ἔχοντι καὶ οἱ ἱππεῖς ἅμα ἐκτρέχειν ἤρξαντο ὡς παρὰ τὰς εἰσόδους γενέσθαι, οἱ Τοῦρκοι κατόπιν ἑπόμενοι καὶ τὰ δρώμενα θεασάμενοι μετὰ βοῆς ὅτι πλείστης ἐξελάσαντες κατὰ τῶν πεζῶν ἐξώρμησαν καὶ πανταχόθεν βάλλειν αὐτοὺς τοξεύμασιν ἐπεχείρουν· οἱ δὲ πρὸς φυγὴν ἐτράπησαν· ἐν γοῦν τῷ φεύγειν αὐτὸς μόνος ὁ εὐνοῦχος κατελείφθη καὶ τῷ φόβῳ συσχεθεὶς φυγεῖν οὐκ ἠδύνατο. Ἐντυχόντες οὖν αὐτῷ ὅ τε Κουρτίκιος οὐδὲ ἠξίωσεν αὐτὸν ὄψεως, ἐκώλυε δὲ καὶ τὸν Παλαιολόγον. Ὁ δὲ Παλαιολόγος ἀπελθὼν πρὸς αὐτὸν ἔφη· "Οὕτως ἡμᾶς κατέστησας· οὐ προείπομέν σοι ταῦτα;" Ὁ δὲ ἱκετεύων ἔλεγεν· "Ἐλέησόν με καὶ μὴ ταῖς Ἀγαρηνῶν χερσὶ παραδοθῆναι ἐάσῃς με". Εὐθὺς οὖν ἀνακτησάμενος τοῦτόν φησι· "Συνέπου μοι τὸ λοιπόν". Ἐπιβολῆς δὲ τῶν Τούρκων πλείονος αὐτοὺς καταλαβούσης, ὁ εὐνοῦχος εὐθὺς μικροῦ καὶ τὰς φρένας ἀπόλωλεν. Ὁ δὲ Παλαιολόγος τηνικαῦτα τὰς ἡνίας τρέψας καὶ συναντήσας παίει ἕνα τῶν κατ' αὐτοῦ ἐρχομένων, καὶ νεκρὸς εὐθὺς κατὰ γῆς ἔρριπτο, ὃν θεασάμενοι οἱ λοι ποὶ μικρὸν ἀνεχώρουν. Ἐπιστραφεὶς δέ, ὡς τὸν εὐνοῦχον ἄνουν καὶ ἄφωνον ἐθεάσατο, τύψας κατὰ τῆς παρειᾶς φησι· "Μὴ φοβοῦ". 4.38 Ἐφθακότων δὲ τούτους τῶν Τούρκων, ἐπιστραφεὶς ὁ Παλαιολόγος σὺν ἱππεῦσι μετρητοῖςκαὶ γὰρ ἦν στενὸν τὸ χωρίον, ἐπέρρωσέ τε τὸ ὁπλιτικὸν καὶ κατὰ τῶν Τούρκων αὐτὸς ἐξώρμα σὺν τοῖς ἱππεῦσι καὶ εὐθὺς τὸ βάρβαρον ἔφευγε. Πεσόντων οὖν συχνῶν, τὸ λοιπὸν οὐκέτι ἐχώρουν κατὰ τῆς παρατάξεως, ἀλλ' ἵσταντο πόρρωθεν. Ἐκέλευσεν οὖν ἐκεῖνος ἀπιέναι τὸ ὁπλιτικὸν καὶ στρατοπεδεύειν· αὐτὸς δ' ὕστατος μετὰ τῶν ἱππέων, ἕως τῶν θριγγῶν ὑπερβάντες ἐστρατοπέδευσαν ἅπαντες· γενναίως δ' ἀγωνιζόμενος, ἐπειδὴ τὴν κόρυθα ἀπεβάλλετο, πλήττεται βέλει κατὰ τὸ μέτωπον· ἀλογήσας δὲ τῆς πληγῆς παντάπασιν, ἐπεὶ τὸν εὐνοῦχον ἔκδιψον ἐθεάσατο γενόμενον καὶ μὴ δυνάμενον τὴν γλῶτταν κινῆσαι, νεύμασι δὲ ἱκετεύοντα συνεπιλαβέσθαι αὐτῷ, αὐτοῦ που μένειν τοῦτον παρεκελεύσατο τέσσαρσι τῶν αὐτοῦ θεραπόντων τὴν αὐτοῦ φυλακὴν ἐμπιστευσάμενος, αὐτὸς δὲ καὶ πρὸς τὸ πρανὲς κάτεισι διὰ τῆς περικεφαλαίας ὕδωρ αὐτῷ κομίσων· ὁ δὲ μετρίως ἀνενεγκὼν ὡς τοῦ ὕδατος ἀπεγεύσατο, Θεόν τε αὐτὸν ἄλλον ἀπεκαλεῖτο καὶ υἱὸν τοῦ λοιποῦ, εἰ διασωθείη, ἐκ προαιρέσεως τοῦτον ποιήσασθαι ἐπηγέλλετο, οὐ μέχρι δὲ λόγου τὰ τοῦ λόγου ἐβεβαίου, ἀλλ' ὡς κληρονόμον αὐτὸν καταστῆσαι ἐπὶ πᾶσι τοῖς αὐτοῦ καὶ τὰ ὑπὲρ αὐτοῦ ὥσπερ οἰκείου παιδὸς σπουδάσειν. Ὁ δὲ Παλαιολόγος φησὶ πρὸς αὐτόν· "Ἐγὼ μὲν τὸ ἐμὸν ἅπαν ἐπὶ σωτηρίᾳ τῇ σῇ ὡς ἐνὸν πεπλήρωκα, σὸν δ' ἂν εἴη λοιπὸν πληροῦν σοι τὸ βουλητόν". 4.39 Ἐπεὶ δὲ συνέβη τότε Κοντοστέφανόν τινα Ἰσαάκιον τοῦ ἵππου διολισθῆσαι, τὸν Παλαιολόγον φωνῶν ἀνεκαλεῖτο· ὡς δ' ἐν γνώσει ἐκεῖνος τούτου γέγονε διά τινος, τὸν εὐνοῦχον πρὸς τοὺς ἰδίους πιστεύσας