αὐτοῦ νοσή ματος ἀπολαύοντες οὔτε ταῖς αὐταῖς ἐπιθυμίαις λυττῶντες. πρέπουσα γὰρ αὕτη διδασκάλῳ διαγωγὴ τὸ μὴ ἐγχρονίζειν τοῖς ὄχλοις, ἀλλ' ἠρεμοῦντα καὶ ἐξερευνῶντα ζητεῖν τῶν πολυτρόπων ἠθῶν τὴν διάγνωσιν, ὥσπερ καὶ ἐπὶ τῶν ἐπιστημόνων ἰατρῶν. ἐκεῖνοι γὰρ τὰ πολλὰ τοῖς βιβλίοις ἐνδιατρίβοντες καὶ τὰ αἴτια τῶν νοσημάτων προλέγουσι καὶ τὰς λύσεις παραδιδόασι, τοσ οῦτον πλησιάζοντες τοῖς νοσοῦσιν, ὅσον τὸ πάθος εὑρεῖν καὶ τὸ φάρμακον παρασχεῖν, οὐ συμπαίζοντες οὐδὲ συναριστοῦντες αὐ τοῖς. οὐ γὰρ τοῦτο ἰατρικῆς ἐστιν ἀρετῆς τὸ ἐπάγγελμα, τὸ συνεσθίειν ἢ τὸ συμπαίζειν, ἀλλὰ τὸ εἰς ὑγείαν τὸν κάμνοντα ἐπανάγειν. παῦσαι τοίνυν, παρακαλῶ, καὶ περὶ τῶν αὐτῶν μὴ 125 βασάνιζε, τῆς ἀρετῆς οὐδέποτε νικωμένης τοῖς τῶν ἀθυροστόμων ψόγοις· ἀλλὰ μᾶλλον δέξαι μου γνώμην καὶ τοῖς ὠσί σου θυρω ρὸν προσκατάστησον, ἵνα μὴ ἅπαντα λόγον σημαίνωσιν καὶ ἔσω ταμείου εἰσδέχωνται τὸν νοῦν σου ταράσσοντα. ἐμοὶ δὲ συγχώρησον τὰ λείποντα προσαναπληρῶσαι τοῦ διηγήματος· ἐπείγομαι γὰρ τὴν ὁδόν μου. Καὶ ὁ Θεόδωρος εἶπεν· {Ο ∆ΙΑΚ.} Ἐν τίσιν οἱ ἐπίσκοποι, οἱ μετὰ τῶν ἡμετέρων ἀπο σταλέντες, Εὐλύσιος καὶ Παλλάδιος καὶ Κυριακὸς καὶ ∆ημήτριος; ἀμυδρῶς γὰρ ἠκούσαμεν ὅτι ἐξωρίσθησαν. {Ο ΕΠΙΣΚ.} Εἰ τὰ πρῶτά σοι παρ' ἡμῶν σαφῆ κατεφάνη τὰ περὶ τοῦ μακαρίου Ἰωάννου, οὐδὲν ὑποτυποῦντα ψεῦδος, καὶ εἰ μέμνησαι τούτων, διηγήσομαι καὶ περὶ ὧν πυνθάνῃ. <ΚΕΦΑΛΑΙΟΝ Κʹ> {Ο ∆ΙΑΚ.} Οὕτω πεπληροφορημένως ἔχω, ὡς αὐτὸς παρὼν ἐν τοῖς τόποις. ἱκανὸν ἔστω δέ σοι τεκμήριον τῆς ἐμῆς πεισμονῆς ἡ προσοχὴ τῶν λεχθέντων, ὧν ἔναυλον ἔχων τὴν μνήμην, ἴσως καὶ γραφῇ παραδώσω ἐν δέρματι ἀκμαίῳ, μέλανι ἐγχαράξας, εἰς μνήμην τῆς ἡμῶν γενεᾶς καὶ ὠφέλειαν τῶν ἐπισκοπῆς ὀρεγο μένων, ἵνα γένωνται κατὰ τὸν ἅγιον Ἰωάννην, ἢ καθ' ὑμᾶς τοὺς ὑπὲρ ἀληθείας τὴν ὁδὸν τῶν μαρτύρων ἐζηλωκότας, ἢ παύσωνται τοῦ βάρους ὑπὲρ τὴν αὐτῶν ἡλικίαν βαστάζειν, τὸν λαϊκὸν καὶ ἀκίνδυνον ἀσπαζόμενοι βίον. ἄμεινον γὰρ παρ' ἐμπείροις κυβερ νήταις τὸ ναῦλον δόντας, ἐπιβάτας γενομένους διασωθῆναι, ἢ κυ βερνήτου τόπον ἀναλαβόντας, ὑποβρύχιον τὸ σκάφος τῷ φορτίῳ συναπολέσαι. ἀφηγησάμενος οὖν τὰ κατὰ τὸν μακάριον Ἰωάννην, πῶς τε ἐξήσκησεν καὶ ὅπως διέπρεψεν ἐν ταῖς ἐκκλησίαις, τῇ τε Ἀντιοχέων καὶ τῇ Κωνσταντινουπολιτῶν, καὶ ὅπως ἤχθη καὶ ὅπως συνεσκευάσθη καὶ πάντα τὰ διὰ μέσου πικρά, ἃ παρὰ τῶν πλημμελῶν φιλοπόνως γεγεώργηται, εἰπών τε τὰ κατὰ τὸν Πορφύριον καὶ τὸν Ἐφέσου εὐνοῦχον, ἀπάγγειλον ἡμῖν τὰ λείποντα. τίνες τε ἐν φυλακῇ ἐτελεύτησαν; τίνες τε ἐξωρίσθησαν 126 τῶν Ἰωάννου κοινωνικῶν; δίκαιον γὰρ τῶν τοιούτων μνείας ἐπιτελεῖν εἰς προθυμίαν τῶν ζώντων. εἰ γὰρ ἐν τοῖς βιωτικοῖς τούτοις πράγμασι παῖδες οἱ ὑπὲρ τῶν δεσποτῶν συγκλειόμενοι ἢ τυπτόμενοι ἢ ξεόμενοι εὐνοίας καὶ ἐλευθερίας παρ' αὐτῶν ἀπολαύουσι, πόσῳ πλέον οἱ διὰ Χριστὸν τιμωρούμενοι ἄξιοι καὶ τιμῆς ἐκκλησιαστικῆς καὶ εὐνοίας εἰσίν; περὶ ὧν καὶ ὁ ἀπό στολος λέγει· "Τοῖς δεσμίοις ὡς συνδεδεμένοι, τοῖς κακουχουμέ νοις συγκακουχούμενοι, ὡς καὶ αὐτοὶ ἐν σώματι ὄντες." "τίμιος" γὰρ "ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ." {Ο ΕΠΙΣΚ.} Ἄριστα εἶπας· οὐκοῦν ἄκουσον. οἱ μὲν ἐπίσκοποι, ὡς μὲν ἐν ἀρχαῖς ἡ φήμη περιέδραμεν, εἰς θάλασσαν ἐποντώ θησαν· ὡς δὲ ὁ ἀληθὴς περιέχει λόγος, εἰς ἐξορίαν ὑπερόριον ἀπεστάλησαν ἐν ταῖς βαρβαρικαῖς ζώναις, ὑπὸ δημίων εἰσέτι καὶ νῦν φρουρούμενοι. ἐλθὼν γάρ τις συνοδεύσας αὐτοῖς διάκονος ἀφηγήσατο, Κυριακὸν μὲν Ἐμέσης ἐνδότερον ὀγδοήκοντα σημείων εἰς Πάλμυραν, τὸ τῶν Περσῶν φρούριον, εἶναι· Εὐλύσιον δὲ Βόσ τρας τῆς Ἀράβων ἐσώτερον ὁδὸν τριῶν ἡμερῶν ὁμοίως εἰς φρούριον Μισφᾶς καλούμενον, πλησίον τῶν Σαρακηνῶν· Παλλάδιον δὲ Βλεμμύων ἢ Αἰθιόπων ἐκ γειτόνων φρουρεῖσθαι <εἰς> Συήνην καλούμενον τὸ χωρίον· ∆ημήτριον ἔσω εἰς Ὄασιν, τὴν γείτονα τῶν Μαζίκων (εἰσὶ γὰρ καὶ ἄλλαι Ὀάσεις)· Σαραπίωνα δέ, μετὰ μυρίας ἀναποδείκτους συκοφαντίας,