1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

54

14.2 Ἐγένετό τις Μαησυμᾶς ἐν τοῖς πρὸ ἡμῶν χρόνοις, Σύρος μὲν τὴν φωνήν, ἐν ἀγροικίᾳ δὲ τεθραμμένος, πᾶν δὲ εἶδος ἀρετῆς ἐπιδεδειγμένος. ∆ιαλάμψας δὲ ἐν τῷ καθ' ἑαυτὸν βίῳ κώμης τινὸς ἐνεχειρίσθη τὴν ἐπιμέλειαν· ἱερουργῶν δὲ καὶ τὰ θεῖα πρόβατα νέμων ἐκεῖνα ἔλεγέ τε καὶ ἔπραττεν ἅπερ ὁ θεῖος διηγόρευσε νόμος. Φασὶ δὲ αὐτὸν μήτε τὸν χιτῶνα μήτε τὴν σισύραν ἐπὶ πλεῖστον ἀμεῖψαι, ἀλλὰ τοῖς ἐν αὐτοῖς γιγνομένοις ῥήγμασιν ἕτερα ῥάκια συρράπτοντα τοῦτον αὐτὸν τὸν τρόπον θεραπεύειν τὸ γῆρας. Τῆς δὲ τῶν ξένων καὶ πενήτων θεραπείας οὕτως ἐπεμελεῖτο προθύμως ὡς τοῖς παριοῦσιν ἅπασιν ἀναπεταννύναι τὰς θύρας. ∆ύο δὲ πίθους ἐσχηκέναι λέγεται, τὸν μὲν σίτου, τὸν δὲ ἐλαίου· ἐκ τούτων ἐχορήγει μὲν ἅπασι τοῖς δεομένοις ἀεί, πλήρεις δὲ εἶχεν ἀεὶ τῆς τῇ Σαραφθίᾳ χήρᾳ δοθείσης εὐλογίας καὶ ἐπὶ τούτους ἐνεχθείσης τοὺς πίθους. "Ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν"· καὶ ὥσπερ τὴν ὑδρίαν ἐκείνης καὶ τὸν καμψάκην ἀναβλύζειν ἐκέλευσε τῶν τῆς φιλοξενίας σπερμάτων παρέχων τὰ δράγματα, οὕτω καὶ τῷδε τῷ θαυμασίῳ δέδωκε τῇ προθυμίᾳ τὴν χορηγίαν ἰσόμετρον. 14.3 Πολλὴν δὲ καὶ εἰς θαυματουργίαν παρὰ τοῦ θεοῦ τῶν ὅλων ἐδέξατο χάριν· καὶ ἑνὸς μὲν ἢ δύο θαυμάτων μνησθή σομαι, τὰ δὲ λοιπὰ παρήσω καὶ ἐπὶ τοὺς ἄλλους ἐλθεῖν ἐπειγόμενος. Γυνή τις καὶ γένει καὶ πίστει κοσμουμένη τὸν υἱὸν ἀρρωστίᾳ περιπεσόντα-κομιδῇ δὲ ἦν νέος-πολλοῖς προὔθηκεν ἰατροῖς. Ἡττηθείσης δὲ τῆς τέχνης καὶ τῶν ἰατρῶν ἀπειρηκότων καὶ τεθνήξεσθαι τὸ παιδίον διαρρήδην εἰπόντων, οὐκ ἀπέρριψεν ἡ γυνὴ τὰς χρηστοτέρας ἐλπίδας, ἀλλὰ τὴν Σωμανῖτιν ἐκείνην ζηλώσασα ἐπιτίθησι ταῖς ἡμιόνοις τὴν καμάραν· ταύτῃ δὲ ἑαυτὴν καὶ τὸ παιδίον ἐνθεῖσα τὸν θεῖον ἐκεῖνον κατέλαβεν ἄνθρωπον καὶ ὀλοφυ ρομένη καὶ τῆς φύσεως ὑποδεικνῦσα τὸ πάθος ἐπαμῦναι ἱκέτευεν. Ὁ δὲ λαβὼν τὸ παιδίον ταῖν χεροῖν καὶ τῇ τοῦ θυσιαστηρίου κρηπῖδι πελάσας ἔκειτο πρηνὴς τὸν τῶν ψυχῶν καὶ σωμάτων ἀντιβολῶν ἰατρόν· καὶ λαβὼν τὴν αἴτησιν, ἀπέδωκεν ἐρρωμένον τῇ μητρὶ τὸν υἱόν. Ἐγὼ δὲ τοῦτο παρ' αὐτῆς ἀκήκοα τῆς τὸ θαῦμα θεασαμένης καὶ τοῦ παιδὸς δεξαμένης τὴν σωτηρίαν. 14.4 Φασὶ δὲ καὶ τὸν τῆς κώμης ἐκείνης δεσπότην ἀφικό μενόν ποτε-Λητόϊος δὲ οὗτος ἦν, τῆς μὲν Ἀντιοχέων βουλῆς τὰ πρωτεῖα ἔχων, δυσσεβείας δὲ κατεχόμενος ζόφῳ-σφοδρότερον ἢ ἔδει τοὺς γηπόνους εἰσπράττεσθαι τοὺς καρποὺς, τὸν δὲ θεῖον ἐκεῖνον ἄνθρωπον περὶ φιλαν θρωπίας εἰσηγεῖσθαί τε καὶ παραινεῖν καὶ τοὺς περὶ ἐλέου καὶ οἴκτου διεξιέναι λόγους, τὸν δὲ μεῖναι μὲν ἀμείλικτον, τῇ πείρᾳ δὲ γνῶναι τῆς ἀπειθείας τὴν βλάβην· ἐπειδὴ γὰρ ἀπαίρειν ἔδει καὶ τὸ ζεῦγος ἦν εὐτρεπὲς καὶ καθίσας ἐκέλευε τῷ ἡνιόχῳ παροτρῦναι τὰς ἡμιόνους, αἱ μὲν εἷλκον παντὶ σθένει βιαζόμεναι καὶ ἕλκειν τὸν ῥυμὸν ἐπειγόμεναι, οἱ δὲ τροχοὶ σιδήρῳ καὶ μολίβδῳ προσδεδεμένοις ἐῴκεσαν. Ἐπειδὴ δὲ καὶ τῶν ἀγροίκων τὸ πλῆθος μοχλοῖς τοὺς τροχοὺς ἀνακίνουν οὐδὲν πλέον ἐπέραινε, τῶν εὐνουστέρων τις τῷ Λητοίῳ παρεδρεύων τὴν αἰτίαν σημαίνει, τὸν ἱερέα τὸν πρεσβύτην ἐπαρᾶσθαι λέγων καὶ ὡς προσήκει τοῦτον εὐμενῆ καταστῆσαι· τοιγάρτοι πηδήσας ἀπὸ τοῦ ζεύγους ἱκέτευε ὃν διέπτυσε καὶ τῶν ποδῶν προκαλινδούμενος καὶ τὰ πιναρὰ ῥάκια περιπτυσσόμενος χαλάσαι τὴν ὀργὴν ἠντιβόλει. Ὁ δὲ τὴν ἱκετείαν δεξάμενος καὶ ταύτην τῷ δεσπότῃ προσενεγκὼν ἔλυσε τῶν τροχῶν τοὺς ἀοράτους δεσμοὺς καὶ φέρεσθαι συνήθως τὸ ὄχημα παρεσκεύασεν. 14.5 Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα περὶ τῆς θείας ἐκείνης κεφαλῆς διηγοῦνται. Ἔστι δὲ καὶ ἐκ τούτων καταμαθεῖν ὡς ἥκιστα λωβᾶται τοῖς φιλοσοφεῖν προαιρουμένοις ἡ ἐν ἄστεσι καὶ κώμαις διατριβή· ἔδειξε γὰρ οὗτός τε καὶ οἱ κατ' αὐτὸν τῆς τοῦ θεοῦ φροντισταὶ θεραπείας ὡς δυνατὸν καὶ ἐν μέσῳ πολλῶν στρεφομένους αὐτῆς ἐφικέσθαι