κυριότητες, εἴτε τι ὀνομαζόμενον, πάντα διὰ τοῦ Χριστοῦ ἐγένετο. Βασιλεύει τῶν ὑπ' αὐτοῦ πεποιημένων· οὐκ ἀλλοτρίαν αἰχμαλωσίαν ἁρπάσας, ἀλλὰ ἰδίων δημιουργημάτων βασιλεύων, καθὼς ὁ εὐαγγελιστὴς εἴρηκεν Ἰωάννης· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Πάντα δι' αὐτοῦ ἐγένετο, τοῦ Πατρὸς δι' Υἱοῦ ἐργαζομένου. 11.22 Καὶ βούλομαι μέν τι εἰπεῖν καὶ ὑπόδειγμα τῶν λεγομένων, ἀλλ' οἶδα αὐτὸ ἀσθενές· ποῖον γὰρ ἔσται τῶν ὁρατῶν ἀκριβὲς ὑπόδειγμα τῆς θείας [καὶ ἀοράτου] δυνάμεως; ἀλλ' ὅμως λεγέσθω ὡς ἀσθενὲς παρὰ ἀσθενῶν πρὸς ἀσθενεῖς. Ὥσπερ γὰρ ἄν τις βασιλεὺς βασιλέα υἱὸν ἔχων, βουλόμενος κατασκευάσαι πόλιν, ὑπόθοιτο τῷ υἱῷ συμβασιλεύοντι τὴν κατα σκευὴν τῆς πόλεως· ὁ δὲ τὸ παράδειγμα λαβὼν, εἰς τέλος ἄγει τὸ νοηθέν· οὕτω Πατρὸς βουληθέντος τὰ πάντα κατασκευάσαι, τῷ τοῦ Πατρὸς νεύματι ὁ Υἱὸς τὰ πάντα ἐδημιούργησεν· ἵνα τὸ μὲν νεῦμα τηρῇ τῷ Πατρὶ τὴν αὐθεντικὴν ἐξουσίαν, καὶ ὁ Υἱὸς δὲ πάλιν ἔχῃ ἐξουσίαν τῶν ἰδίων δημιουργημάτων· καὶ μήτε Πατὴρ ἀπαλλοτριωθῇ τῆς δεσποτείας τῶν ἰδίων δημιουργημάτων, μήτε ὁ Υἱὸς τῶν ὑπ' ἄλλου δημιουργηθέντων βασιλεύῃ, ἀλλὰ τῶν ὑπ' αὐτοῦ. Οὐ γὰρ ἄγγελοι, καθὼς εἴρηται, τὸν κόσμον ἐδημιούργησαν· ἀλλὰ Υἱὸς μονογενὴς, πρὸ πάντων τῶν αἰώνων γεγεννημένος, καθὼς εἴρηται· δι' οὗ τὰ πάντα ἐγένετο, μηδενὸς ὑπεξῃρημένου τῆς ὑπ' αὐτοῦ ποιήσεως. Καὶ ταῦτα μὲν ἡμῖν τέως τῇ τοῦ Χριστοῦ χάριτι λελέχθω. 11.23 Ἀναδραμόντες δὲ ἐπὶ τὴν τῆς Πίστεως ἐπαγγελίαν, καταπαύσωμεν ἐν τῷ παρόντι τὸν λόγον. Πάντα ἐποίησεν ὁ Χριστὸς, κἂν ἀγγέλους λέγῃς κἂν ἀρχαγγέλους, κἂν κυριότητας κἂν θρόνους. Οὐχ ὅτι ὁ Πατὴρ ἠτόνει περὶ τὴν τῶν δημιουργημάτων αὐτουργίαν, ἀλλ' ὅτι βασιλεύειν τῶν ὑπ' αὐτοῦ πεποιημένων τὸν Υἱὸν ἠβουλήθη, αὐτὸς αὐτῷ παρέχων τῶν κατασκευαζομένων τὴν ὑφήγησιν. Τιμῶν γὰρ τὸν ἑαυτοῦ Πατέρα ὁ Μονογενής φησιν· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· καὶ πάλιν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται· κἀγὼ ἐργάζομαι· οὐδεμιᾶς οὔσης ἐν τοῖς ἐργαζομένοις ἐναντιότητος. Τὰ γὰρ ἐμὰ πάντα, σά ἐστι· καὶ τὰ σὰ, ἐμά, φησιν ἐν εὐαγγελίοις ὁ Κύριος. Καὶ τοῦτό ἐστιν ἐπιγνῶναι σαφῶς ἐκ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης. Ὁ γὰρ λέγων· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, πάντως ὅτι τινὶ παρόντι προσδιελέγετο. Σαφέστατα δὲ μᾶλλον ὁ ψαλμῳ δὸς εἴρηκεν· Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν· ὡς μὲν τοῦ Πατρὸς ἐντελλομένου καὶ λέγοντος, τοῦ δὲ Υἱοῦ νεύματι Πατρὸς τὰ πάντα δημιουργοῦντος. Καὶ τοῦτο μυστικῶς ὁ Ἰὼβ ἔλεγεν· Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπ' ἐδάφους ἐπὶ θαλάσσης· δηλῶν τοῖς νοοῦσιν, ὅτι ὁ διὰ τῆς παρουσίας περιπατῶν ἐπὶ τῆς θαλάσσης, οὗτος ἦν ὁ πρὸ τούτου τῶν οὐρανῶν ποιητής. Καὶ πάλιν ὁ Κύριός φησιν· Ἢ σὺ λαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον; [καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ τῆς γῆς;] Εἶτα ἑξῆς· Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου; [πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;] δηλῶν, ὅτι ὁ εἰς ᾅδου κατελθὼν διὰ φιλανθρωπίαν, οὗτος ἐξ ἀρχῆς ἐκ πηλοῦ κατεσκεύασε τὸν ἄνθρωπον. 11.24 Ἔστι τοίνυν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς, καὶ τοῦ κόσμου ποιητής. Ἐν γὰρ τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο· καὶ, εἰς τὰ ἴδια ἦλθε, καθὼς ἡμᾶς διδάσκει τὸ εὐαγγέλιον. Οὐ μόνον δὲ τῶν φαινομένων, ἀλλὰ καὶ τῶν μὴ φαινομένων νεύματι Πατρὸς ποιητής ἐστιν ὁ Χριστός. Ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα, κατὰ τὸν Ἀπόστολον, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· εἴτε θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Κἂν τοὺς αἰῶνας αὐτοὺς εἴπῃς, καὶ τούτων νεύματι τοῦ Πατρός ἐστι ποιητὴς Ἰησοῦς ὁ Χριστός. Ἐπ' ἐσχάτων γὰρ τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν· ᾧ ἡ δόξα, τιμὴ, κράτος, [σὺν