ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε. Τὸ αἴτιον τοῦ ἐκπεσεῖν αὐτοὺς εἰς τὸ μέγα φρονεῖν τὰ σαρκὸς ἐπιθυμήματα λέγει. Τοῦτο δέ ἐστι τὸ μὴ συνιέναι τὴν τιμὴν αὐτῶν, ὅτι δὴ κατ' εἰκόνα πεποίηνται Θεοῦ. Ὁμοίως δὲ τοῖς κτήνεσι τοῖς ἀνοήτοις γῆν οἰκεῖν ἀντὶ τῶν οὐρανίων σκηνῶν κατηλλάξαντο, καὶ τάφους ἀντὶ τῆς παρὰ Θεοῦ ζωῆς. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς. Ὁδὸν ἡ θεία Γραφὴ τὸν ἑκάστου βίον οἶδε καλεῖν, καὶ τὸν ἑκάστου τῆς ζωῆς χρόνον. Ταύτην οὖν, φησὶ, τὴν ὁδὸν τραχεῖαν καὶ ἐχθρὰν κατεσκεύασεν αὐτοῖς, ἅτε μηδὲν εὐθὲς πεφρονηκότες. Ἀλλ' ὅτε μὲν προσέκο πτον ἐν αὐτῇ, οὐκ ᾐσθάνοντο τῶν σκανδάλων. Μετὰ δὲ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν, ἀντὶ τοῦ, Ὁμολογήσουσι μετανοήσαντες ἐφ' οἷς τοι αύτην ὥδευσαν τρίβον, ὅτε οὐχ ἕξουσι τῆς μετανοίας καιρόν. Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο. Ἐπειδὴ οὐκ ἠθέλησαν ὑπὸ τὸν ἀγαθὸν εἶναι ποιμένα, ἀλλὰ τὴν ἑαυτῶν τιμὴν ἀπωσάμενοι, παραπλησίως τοῖς κτήνεσι τὰ σώματα διεφθάρησαν· ταύτῃ τοι καὶ θρέμματα γεγό νασιν ᾅδου, ὡς λοιπὸν αὐτὸν ποιμαίνοντα αὐτοὺς εἰς τὰς αὐτοῦ νομὰς ἀπάξειν, τοὺς μὲν εἰς τὸ πῦρ τὸ αἰώνιον, τοὺς δὲ ὅπου ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων, τοὺς δὲ εἰς τὸ σκότος τὸ ἐξώτερον. Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. Οὐκέτι ὥσπερ ἐν τῷ παρόντι βίῳ ὄντες, κατεξαν ίστανται τῶν εὐσεβῶν· τοὐναντίον δὲ οἱ τοῦ καιροῦ τῆς πρωΐας ἀξιωθέντες καὶ τοῦ νέου φωτὸς τῶν ἀσεβῶν κατακυριεύσουσι. Καὶ ἡ βοήθεια αὐτῶν πα λαιωθήσεται ἐν τῷ ᾅδῃ. Πᾶσα, φησὶν, ἡ βοήθεια αὐτῶν, ἤτοι ἡ ἰσχὺς ἣν ἔσχον ἐκ τῆς δόξης, τῷ θα νάτῳ διαλυθήσεται. Τὸ γὰρ, παλαιωθήσεται, ἀντὶ τοῦ, διαλυθήσεται, τέθειται. Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Ἐμοῦ, φησὶ, τοῦ ταῦτα λέγοντος λυτρώσεται ὁ Θεὸς τὴν ψυχὴν, πρὸς τὸ μὴ συναπαχθῆναι αὐτὴν, καὶ ἐρημωθῆναι μετὰ τῶν τοῦ ᾅδου προβάτων. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Μαθὼν, φησὶν, οἷον ἔσται τῶν ἀσεβῶν τὸ τέλος, μὴ μακαρί σῃς τοὺς ἐν τῷ βίῳ πλουτοῦντας, μηδὲ φοβηθῇς ὡς πάσης ἀποκεκλεισμένος ἐλπίδος, μὴ ἀθυμῇς δὲ ὡς μεγάλων ἀγαθῶν τῶν παρόντων ἐστερημένος. Εὖ ἴσθι, ὅτι σὲ μὲν περιμένει ἡ ἐκ θανάτου λύτρωσις καὶ ἡ αἰώνιος ζωή· ὁ δὲ παρὰ τοῖς πολλοῖς εὐδαιμο νιζόμενος διὰ πλοῦτον καὶ δόξαν, καὶ διὰ τὴν ψευδώνυμον σοφίαν, οὐδὲν πλέον ἕξει· γυμνὸς γὰρ πάντων ἀπαχθήσεται τῶν τοῦ βίου. Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Τοῦτο, φησὶ, μόνον ἔδοξαν κερδαίνειν οἱ ἄθεοι 27.229 ἀπὸ τοῦ πλούτου, τὸ εὐλογηθῆναι τὴν ψυχὴν αὐτῶν ἐν τῇ θνητῇ καὶ προσκαίρῳ ζωῇ. Ἐκείνων ἐπαινούν των αὐτοὺς καὶ εὐδαιμονιζόντων ἐφ' οἷς ἔδοξαν ἔχειν ἀγαθοῖς. Οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐ τοῦ. Ἐπειδὴ πάντα πρόσκαιρα, φησὶ, τότε χάριν ἀποδώσει σοι τῷ δημιουργῷ ὁ τοιοῦτος, ὅταν πληθύ νῃς τὰ ὄντα αὐτῷ. Εἱσελεύσεται ἕως γενεὰς πατέρων αὐτοῦ. Μι μήσεται, φησὶ, τῶν πατέρων τὸν ζῆλον, καὶ ἐκ πονη ρῶν ὢν τὴν πονηρίαν διαδέξεται. Ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Οἱ γὰρ τοιαῦτα φρονοῦντες τυφλοὶ ταῖς ψυχαῖς γεγόνασι, μήτε ἐν τῷ θνητῷ βίῳ τῷ φωτὶ τῆς γνώσεως φωτισθέντες, μήτε ἐν τῷ μέλλοντι τοῦ αἰωνίου φωτὸς ἀξιωθησόμενοι. ΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΜΘʹ. Ὑπόθεσις. Ἄδει τὸν ψαλμὸν ὁ Ἀσὰφ τοῦ νομοθέτου τὸ πρόσωπον εἰσφέρων, τὰς πάλαι μὲν ἀνατρέπων θυσίας, εἰσφέρων δὲ τὰς τῆς Νέας ∆ιαθήκης, τὰς δι' αἰνέ σεως δωροφορίας. [Οἱ Ἰουδαίων πρῶτοι ἀρετῆς ἀμελοῦντες τὸ (sic) ἐνόμιζον εἶναι ἐν τῷ τοὺς νό μους ἀποστοματίζειν καὶ διαγγέλλειν, καὶ θυσίας προσφέρειν. Νόμου δὲ ἀνάγνωσις, καὶ θυσιῶν προσφορὰ τῆς ἐνυπαρχούσης εἰσὶν ἀρετῆς καρπός· ἄνευ δὲ ταύτης ἐκεῖνα ποιεῖν μόνον ὅμοιόν ἐστιν ἀλείφεσθαι μὲν ἐπὶ τῷ παλαίειν, αὐτῶν δὲ τῶν παλαισμάτων καταμελεῖν, ἐξ ὧν ὁ στέφανος. Πρὸς οὖν τοὺς οὕτω διακειμένους ἔλεγχον ποιεῖται ὁ μα κάριος ∆αυῒδ, τὸν Θεὸν εἰσάγων ὀνειδίζοντα καὶ δεικνύντα, ὅτι μὴ οὔσης ἀρετῆς, τὰς θυσίας ἀποσ τρέφεται, ὃ καὶ διὰ
56