τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι,] νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 12.τ Κατήχησις δωδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸ τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα· καὶ ἀνάγνωσις ἐκ τοῦ Ἡσαΐου· καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· αἴτησαι σεαυτῷ σημεῖον. καὶ ἑξῆς· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· καὶ τὰ ἑξῆς. 12.1 Ἁγνείας σύντροφοι καὶ σωφροσύνης μαθηταί, τὸν ἐκ παρθένου γεννηθέντα θεὸν ἁγνείας μεστοῖς χείλεσιν ἀνυμνήσωμεν. οἱ τοῦ νοητοῦ προβάτου τῶν κρεῶν μεταλαβεῖν καταξιούμενοι κεφαλὴν μετὰ τῶν ποδῶν μεταλάβωμεν, κεφαλῆς μὲν τῆς θεότητος νοουμένης, ποδῶν δὲ τῆς ἀνθρωπότητος ἐκλαμβανομένης. οἱ τῶν ἁγίων εὐαγγελίων ἀκροαταὶ Ἰωάννῃ τῷ θεολόγῳ πεισθῶμεν. ὁ γὰρ εἰπών, Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος, ἐπήγαγε λέγων, Καὶ ὁ λόγος σὰρξ ἐγένετο. οὔτε γὰρ τὸν ψιλὸν ἄνθρωπον προσκυνεῖν ὅσιον, οὔτε θεὸν μόνον λέγειν χωρὶς τῆς ἀνθρωπότητος εὐσεβές. εἰ γὰρ θεὸς ὁ Χριστός, ὥσπερ οὖν καὶ ἔστι, μὴ ἀνέλαβε δὲ τὴν ἀνθρωπότητα, τῆς σωτηρίας ἀλλότριοι καθεστήκαμεν. προσκυνείσθω μὲν ὡς θεός, πιστευέσθω δὲ ὅτι καὶ ἐνηνθρώπησεν. οὔτε γὰρ τὸ λέγειν ἄνθρωπον ἄνευ θεότητος ἐπωφελές, οὔτε τὴν ἀνθρωπότητα μὴ συνομολογεῖν τῇ θεότητι σωτήριον. ὁμολογήσωμεν τοῦ βασιλέως καὶ ἰατροῦ τὴν παρου σίαν. ὁ γὰρ βασιλεὺς Ἰησοῦς ἰατρεύειν μέλλων λέντιον ἀνθρωπότητος περιζωσάμενος ἐθεράπευσε τὸ νοσοῦν. ὁ τέλειος τῶν νηπίων διδάσκαλος συνενηπίασε τοῖς νηπίοις, ἵνα σοφίσῃ τοὺς ἄφρονας. ὁ ἐπουράνιος ἄρτος κατῆλθεν ἐπὶ τῆς γῆς, ἵνα θρέψῃ τοὺς λιμώσσοντας. 12.2 Ἰουδαίων δὲ παῖδες, τὸν μὲν ἐλθόντα ἀθετοῦντες, τὸν δὲ κακῶς ἐρχόμενον προσδοκῶντες, τὸν μὲν ἀληθῆ Χριστὸν παρῃτήσαντο, τὸν δὲ πλάνον οἱ πλανηθέντες ἐκδέχονται, ἀληθοῦς καὶ ἐν τούτῳ τοῦ σωτῆρος εὑρισκομένου τοῦ εἰπόντος· Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με, ἐὰν δὲ ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Καλὸν δὲ καὶ ἐπερώτησιν προσενέγκαι τοῖς ἰουδαίοις· ἀληθὴς ὁ προφήτης Ἡσαΐας ὁ λέγων ὅτι Ἐμμανουὴλ ἐκ παρθένου γεννηθήσεται, ἢ ψευδής; εἰ μὲν γὰρ ὡς ψευδοῦς κατηγοροῦσιν, οὐδὲν θαυμαστόν. ἔθος γὰρ αὐτοῖς οὐ μόνον ὡς ψευδεῖς κατηγορεῖν, ἀλλὰ καὶ λιθάζειν τοὺς προφήτας. εἰ δὲ ἀληθὴς ὁ προφήτης, δείξατε τὸν Ἐμμανουήλ. καὶ πότερον ὁ ἔρχεσθαι μέλλων, ὁ ὑφ' ὑμῶν προσδοκώμενος, ἐκ παρθένου τίκτεται, ἢ οὔ; εἰ μὲν γὰρ ἐκ παρθένου μὴ γεννᾶται, ψεῦδος κατηγορεῖτε τοῦ προφήτου. εἰ δὲ ἐπὶ τοῦ μέλλοντος τοῦτο προσδοκᾶτε, τί τὸ ἤδη γενόμενον παραιτεῖσθε; 12.3 Ἰουδαῖοι μὲν οὖν πλανάσθωσαν, ἐπειδὴ θέλουσιν, ἡ δὲ ἐκκλησία τοῦ θεοῦ δοξαζέσθω. ἡμεῖς γὰρ παραδεχόμεθα θεὸν λόγον ἐνανθρωπήσαντα κατὰ ἀλήθειαν, οὐκ ἐκ θελήματος ἀνδρὸς καὶ γυναικός, ὡς αἱρετικοὶ λέγουσιν, ἀλλ' ἐκ παρθένου καὶ πνεύματος ἁγίου κατὰ τὸ εὐαγγέλιον ἐνανθρωπήσαντα, οὐ φαντασίᾳ, ἀλλὰ ἀληθείᾳ. καὶ ὅτι ἀληθῶς ἐκ παρθένου ἐνηνθρώπησε, περίμενε τὸν καιρὸν τῆς διδασκαλίας νῦν, καὶ λήψῃ τὰς ἀποδείξεις. πολύπλοκος γάρ ἐστιν ἡ τῶν αἱρετικῶν πλάνη, καὶ οἱ μὲν μηδόλως αὐτὸν ἐκ παρθένου γεγεννῆσθαι εἰρήκασιν, οἱ δὲ γεγεννῆσθαι μέν, οὐκ ἐκ παρθένου δέ, ἀλλ' ἐκ γυναικὸς ἀνδρὶ συνοικούσης. οἱ δὲ λέγουσιν οὐ θεὸν ἐνηνθρωπηκέναι τὸν Χριστόν, ἀλλ' ἄνθρωπόν τινα τεθεοποιῆσθαι. ἐτόλμησαν γὰρ εἰπεῖν, ὅτι οὐχ ὁ προὼν λόγος οὗτος ἐνηνθρώπησεν, ἀλλὰ ἄνθρωπός τις προκόψας οὗτος ἐστεφανώθη. 12.4 Σὺ δὲ μνημόνευσον τῶν χθὲς περὶ τῆς θεότητος εἰρημένων. πίστευσον ὅτι αὐτὸς ἐκεῖνος ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς οὗτος ἐκ παρθένου πάλιν ἐγεννήθη. Ἰωάννῃ τῷ εὐαγγελιστῇ πείσθητι λέγοντι· καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. ὁ μὲν γὰρ λόγος αἰώνιος πρὸ πάντων τῶν αἰώνων ἐκ πατρὸς γεννηθείς, τὴν δὲ σάρκα προσφάτως ἀνέλαβε δι' ἡμᾶς. Ἀλλὰ ἀντιλέγουσι πολλοὶ καὶ λέγουσι· τί τοσοῦτον οὖν αἴτιον ὥστε θεὸν εἰς ἀνθρωπότητα καταβῆναι; καὶ εἰ ὅλως θεοῦ φύσις ἐστὶν ἀνθρώποις συναναστρέφειν, καὶ εἰ δυνατόν